18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

αὐτόχρημα ἡ λέξις δηλοῖ. ἔστι δὲ κυρίως ὀλοφύρεσθαι τὸ ἐπί τινι ὀλοῷ φύρεσθαι

δάκρυσιν. ἐκ τούτου δὲ ὀλοφυρμός. ὡς ἐκ τοῦ ὀδύρεσθαι. καὶ πτύρεσθαι ὀδυρμὸς καὶ

πτυρμός. Τὸ δὲ ἀνέτλη ἐνταῦθα οὐ πόνον τινὰ δηλοῖ, ἀλλὰ στεῤῥότητα τὴν κατὰ

νοῦν. οὕτω δὲ κατωτέρω ἐν τῷ, εἰ μή μοι τλαίης ὀμόσαι, οὐδὲ ἐκεῖ φερεπονίαν τινὰ

ἡ λέξις δηλοῖ, ἀλλ' ἁπλῶς βεβαίαν θέλησιν. (ῃερς. 328.) Τὸ δὲ ἀμείψεται ἕρκος

ὀδόντων, περίφρασίς ἐστι τοῦ, πίῃ. κεῖται δὲ κατὰ σχῆμα πρωθύστερον. τοῦ γὰρ πιεῖν

προτερεύει τὸ ἀμείψεται ἕρκος ὀδόντων. ἔχει δέ τι καὶ ἐλλειπτικὸν ὁ λόγος, λέγων

ὅτι οὐδεὶς ἀνέτλη τὰ φάρμακα ὃς ἂν πίῃ, καὶ οὗ πρῶτον ἀμείψεται ἤτοι παρέλθῃ

τοὺς ὀδόντας, ληφθέντος τοῦ οὗ ἀπὸ κοινοῦ. (ῃερς. 329.) Ἔστι δ' ἐνταῦθα ἀμείβεσθαι

οὐ τὸ ἐκ τῶν ἔσω ἔξω καθὰ ἐν ἄλλοις, ἀλλὰ τὸ ἐκ τῶν ἔξω ἐπὶ τὰ ἔσω ἰέναι.

Ἀκήλητος δὲ νόος, ἀπαθὴς καὶ ἄθελκτος, ἢ κατὰ τοὺς παλαιοὺς ἀκατάκλαστος. ἀπὸ

τοῦ κλῶ γὰρ πλεονασμῷ τοῦ ˉη δοκεῖ γίνεσθαι τὸ κηλῶ. Πολύτροπος δὲ πῶς λέγεται

Ὀδυσσεὺς, προδεδήλωται. (ῃερς. 332.) Τὸ δὲ ἐκ Τροίης ἀνιόντα ταυτόν ἐστι τῷ

ἀναπλέοντα, ὡς ἐφάνη πολλαχοῦ. Ὅρα δὲ καὶ ἐν τούτοις κλυτὸν τὸ τοῦ Ὀδυσσέως

ὄνομα, ὃς μελόμενος πᾶσιν ἀνθρώποις, ὡς ἀλλαχοῦ δηλοῦται, διήκει κατὰ χρησμοῦ

δόσιν οὐ μόνον παρὰ Κύκλωπι, ἀλλ' ἰδοὺ καὶ παρὰ τῇ Κίρκῃ, ἐκεῖ μὲν γνωσθεὶς διὰ

μάντεως, ἐνταῦθα δὲ δι' Ἑρμοῦ. (ῃερς. 334.) Τὸ δὲ εὐνῆς ἡμετέρης, κολακικῶς εἶπεν

ἡ μυθικὴ Κίρκη, ὡς εἴπερ καὶ πρὸ πολλοῦ κοινὴ ἦν αὐτῇ τε καὶ τῷ Ὀδυσσεῖ εὐνή.

Ὀδυσσεὺς μέντοι ἐλέγχων τὸ κολακικὸν ἄλλως μετ' ὀλίγα φησὶν ἐν τῷ, σῆς

ἐπιβήμεναι εὐνῆς καὶ, τεῆς ἐπιβήμεναι εὐνῆς. σεμνῶς δὲ ταῦτα λαλεῖται ὡς καὶ τὸ,

Κίρκης ἐπέβην περικαλλέος εὐνῆς. τῇ γὰρ προφορᾷ τῆς εὐνῆς τὴν μίξιν δηλοῖ. (ῃερς.

337.) Ὅτι πρέπων λόγος Ὀδυσσεῖ τῷ φιλοσόφῳ κατὰ τῆς ἡδονῆς Κίρκης τὸ, πῶς γάρ

με κέλῃ σοὶ ἤπιον εἶναι, ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους; 1.384 αὐτὸν

δ' ἐνθά δ' ἔχουσα δολοφρονέουσα κελεύεις ἐς θάλαμόν τε ἰέναι καὶ σῆς ἐπιβήμεναι

εὐνῆς. ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θείης, ὡς καὶ προγέγραπται. (ῃερς.

343.) οὐδ' ἂν ἔγωγε θέλοιμι καὶ τὰ ἑξῆς. ἐν οἷς Κίρκη μὲν ἀπόμνυται μή τι κακὸν

βουλεύσειν ἄλλο τῷ Ὀδυσσεῖ, αὐτὸς δ' ἐπιβαίνει τῆς κατ' αὐτὴν εὐνῆς, οὐ πάντῃ

ἀπαξιώσας, ὡς καὶ προεδηλώθη, τὴν ἡδονὴν, ἀλλ' ἀσφαλισάμενος ἑαυτὸν

φιλοσόφως εἰς τὸ σωφρόνως καὶ ἀβλαβῶς μετ' αὐτῆς γενέσθαι. (ῃερς. 337.) Ὅρα δὲ

ὡς καὶ ἐνταῦθα καινότερον ἀπὸ τοῦ γˉαρ συνδέσμου ἤρξατο, οὗ μετὰ τέσσαρας

στίχους ἡ ἀπόδοσις ἐν τῷ, οὐ δ' ἂν ἔγωγε θέλοιμι. (ῃερς. 341.) Γύμνωσιν δὲ καὶ τὴν

περιφρόνησιν ἐνταῦθα ἔστι νοῆσαι τὴν ἐκ τοῦ ἀποθέσθαι τὸ ἄορ. ὅπερ ἀφοπλισμῷ

ἔοικε γυμνωτικῷ. διὸ καὶ ἐπῆκται τὸ, κακὸν καὶ ἀνήνορα θείης, ἅπερ ἐκ παραλλήλου

τὸν δειλὸν δηλοῦσιν, ὁποῖοι δηλαδὴ καὶ οἱ ἐν δεινοῖς ἄοπλοι. (ῃερς. 343.) Ἰστέον δὲ

ὅτι ἐν τῷ τόπῳ τέθεικεν Ὅμηρος καὶ τὰ ἐκ τοῦ ὀμῶ ὀμόσω πρωτοτύπου καὶ τὸ

ἐκεῖθεν παράγωγον ὀμνύειν. δῆλον γὰρ ὡς καθὰ σὺν πολλοῖς ἄχω ἄχνω ἀχνύω

ἄχνυμι, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσεν, οὕτω καὶ ὀμῶ ὀμνῶ ὀμνύω ὄμνυμι. τοῦ δὲ ὀμῶ

ὀμόσω πολλῶν ὄντων συνθέτων, ἐνθυμητέον ἐνταῦθα τὸν συνωμότην. περὶ οὗ

φασὶν οἱ παλαιοὶ ὅτι συνωμότης μὲν ὁ κατὰ τοῦ δήμου ἀνιστάμενος, ξυναγωγεὺς δὲ

ὁ τοὺς τοιούτους ὑποδεχόμενος. ἔτι δὲ καὶ τὴν ἀντωμοσίαν καὶ τὴν ὑπωμοσίαν καὶ

τὴν ἐξωμοσίαν, ὧν κατὰ τοὺς αὐτοὺς ἀντωμοσία μὲν ἦν δίκη ἀντωμοσμένη.

προώμνευε μὲν γὰρ ὁ διώκων δικαίως κατηγορεῖν, καὶ ἦν φασὶ τὸ αὐτὸ καὶ

κατωμοσία, ἀντώμνυε δὲ ὁ φεύγων ἀδίκως ἐγκαλεῖσθαι καὶ ἐλέγετο οὐκ ἀντωμοσία

μόνον ἀλλὰ καὶ διωμοσία ὁ ἀμφοῖν ὅρκος, τὴν δὲ ὡς ἐῤῥέθη διωμοσίαν κατωμοσίαν

Ἡρόδοτος εἶπεν ἐν τῷ, μετὰ δὲ τὴν κατωμοσίην ἐδίωκε. καὶ τοιοῦτον μὲν ἡ

ἀντωμοσία. ὑπωμοσία δέ φασιν ἐστὶν ἀπόδοσις αἰτίας δι' ἣν οὐκ ἀπήντησέ τις πρὸς

τὴν δίκην. ἐξωμοσία δὲ, ὅταν φασὶν ὀμνύῃ τις ἀδύνατος εἶναι ποιεῖν τὸ

προσταττόμενον. (ῃερς. 348.) Ὅτι ἀμφίπολοι τέσσαρες πλάττονται εἶναι τῇ Κίρκῃ τῇ

μυθικῇ, πρέπουσαι αὐτῇ, νύμφαι δηλαδή. ἃς πολλαχοῦ ἡ ποίησις ἱστορεῖ ἐκ πηγῶν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

437

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!