18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τὴν κέδρον καὶ τὸ θύον καὶ τὴν κυπάρισσον εὐώδη εἶναι, ἱστορία ἐστὶ περὶ φυτῶν.

μάλιστα δὲ ἡ κυπάρισσος εὐώδης. δάφνης δὲ τοιαύτης καὶ αὐτῆς οὔσης, οὐκ ἠθέλησε

μνησθῆναι. Ὀππιανὸς δέ που, εὐώδη καὶ αὐτὴν καλεῖ. πρὸς διαστολὴν δὲ τῶν

προσεχῶν κλήθρου τε καὶ αἰγείρου, εὐώδη κυπάρισσον εἶπε. Τὸ δὲ εὐκέατον,

ἐτυμολογία κέδρου. ὡς οὕτω λεγομένης, παρὰ τὸ κεάσαι ῥᾷον. ὅ ἐστι κλάσαι. σχίσαι.

ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται. ἵνα πλεονάζῃ καὶ ἐπὶ τῆς κέδρου τὸ ˉδ. Ὅρα δὲ τὸ

θύον, δένδρον ὂν ἐνταῦθα ἀναντιῤῥήτως. εἰ δὲ ὁ καρπὸς αὐτοῦ εὐώδης ἐστὶ κατὰ τὸ

θύον ἢ θύος ὅθεν σύνθετον μὲν ὁ θυοσκόος, παράγωγον δὲ τὸ θυόεν νέφος,

ζητητέον ἑτέρωθεν. Τοῦ δὲ ὀδώδει μέσου ὑπερσυντελίκου τὸ κανόνισμα, τοιοῦτον.

ὀζῶ ὀζήσω παρὰ τῷ κωμικῷ ἐν Σφηξίν. οὗ καὶ ἄλλως, ὀζέσω χρῆσις κοινῆ πρὸς

ὁμοιότητα τοῦ, αἰνῶ αἰνήσω καὶ αἰνέσω καὶ τῶν ὁμοίων. ὀζῶ οὖν ὀζήσω. ὁ

παρακείμενος ὤζηκα, ἐνεργητικὸς καὶ μέσος, ὦζα δισυλλάβως. ἐν γὰρ τοῖς

περισπωμένοις ῥήμασι, μιᾷ συλλαβῇ ἐνδεῖ τοῦ ἐνεργητικοῦ παρακειμένου ὁ μέσος,

οἷον. ὀλῶ ὀλέσω ὤλεκα, ὦλα. ὅθεν Ἀττικὸν ὄλωλα. ὤζηκα τοίνυν, ὁ μέσος ὦζα. καὶ

Ἀττικῶς, ὄζωζα. καὶ τροπῇ ∆ωρικῇ τῶν δύο ζῆτα εἰς δύο δέλτα ὡς καὶ ἑτέρωθι

δηλοῦται, ὄδωδα. ὑπερσυντέλικος ὠζώζει καὶ ὠδώδει μετὰ δύο Ἀττικῶς αὐξήσεων.

καὶ Ἰωνικῶς ὀδώδει συστολῇ τῆς ἀρχούσης. τοιοῦτον δὲ καὶ μετ' ὀλίγα, τὸ ὀρώρει.

ὀρῶ γὰρ τὸ διεγείρω. μέλλων, ὀρήσω. ἐξ οὗ ὤρηκα. μέσος, ὦρα καὶ Ἀττικῶς ὄρωρα.

ὃς ὑπερθέσει χρονικῇ, γίνεται ὤρορα, ὑπερσυντέλικος κοινὸς, ὠρώρειν. καὶ Ἰωνικῶς

ὀρώρειν. οὗ τρίτον, ὀρώρει δ' οὐρανόθεν νύξ. δῆλον δ' ὅτι οὐ μόνον ταπεινοῦνται

μυριαχοῦ χρονικαὶ αὐξήσεις Ἰωνικῶς, ἀλλὰ καὶ ἐκ βραχέων μηκύνονται Ἀττικῶς.

ὡς ἐν τῷ, ἠβουλόμην. ἠδυνάμην. ἤμελλον. ἤδη δὲ καὶ ἐν τῷ διηκόνουν, εἰ καὶ

ἄλλως αὐτὸ ἐκ τοῦ διαεκόνουν κεκράσθαι δοκεῖ. (ῃερς. 62.) Τὸ δὲ ἱστὸν ἐποίχεσθαι

καὶ ᾄδειν, οὐκ ἀγεννὲς ἐνδόξοις γυναιξίν. ὡς καὶ ἡ Κίρκη δηλώσει ἐν τοῖς ἑξῆς. Ὅρα

δὲ καὶ ἐνταῦθα τὸ, ἱστὸν ἐποίχεσθαι. σύνηθες ὂν οὕτω φράζειν τῷ ποιητῇ. καὶ ὅτι

πολυτελὴς ἡ κερκὶς τῇ Καλυψοῖ. ἀπὸ χρυσοῦ γάρ. καὶ ὅτι οὐκ εὐτελὴς ὁ ἱστός. οὐ γὰρ

ἂν ἐποιχομένη οὕτως ἐκέρκιζεν. ὠνοματοπεποίηται δὲ ἡ κερκὶς ὥσπερ καὶ τὸ

κρέκειν. ἐξ οὗ καὶ αὐτὴ καὶ ὄρνεόν τι ἡ κρὲξ, παράγονται. (ῃερς. 64.) Ἡ δὲ κλήθρη,

φυλάσσει μέχρι καὶ νῦν τοὔνομα, ὑποβαρβαριζομένη διὰ προσθήκης τοῦ ˉσ. Αἴγειρος

δὲ, ταπολλὰ μὲν, ἐρημάζει. φυλάττουσα μέχρι καὶ νῦν πολλαχοῦ τὸ ὄνομα. ἡ δὲ

ἱστορία, ἔχει καὶ ἐν Ἀθήναις αἴγειρον ἐπιμεληθεῖσαν. ὃ πάσχει παρὰ τοῖς φιλοκάλοις

καὶ ἡ κυπάριττος. ἦν γοῦν φασιν αἴγειρος Ἀθήνῃσιν ἐπάνω τοῦ θεάτρου ἀφ' ἧς

ἐθεώρουν οἱ μὴ ἔχοντες τόπον. ὅθεν καὶ ἡ ἀπ' αἰγείρου θέα ἐλέγετο. καὶ παρ'

αἴγειρον θέα, ἡ ἀπὸ τῶν ἐσχάτων. καὶ ἦν φασιν εὐωνοτέρα ἡ παρ' αἴγειρον θέα.

(ῃερς. 65.) Τὸ δὲ τανυσίπτεροι κοινὸν ἐπίθετον πτηνῶν ἃ 1.0 πετόμενα, τανύουσι τὰ

πτερά. (ῃερς. 66.) Σκῶπες δὲ, ἢ παρὰ τὸ σκαιὰν ὄπα ἔχειν, κακόφωνοι γάρ. ἢ παρὰ τὸ

ἐν σκιᾷ ὅ ἐστι νυκτὶ, ἀφιέναι ὄπα. ἢ ἄλλως, παρὰ τὸ ἐν τοιαύτῃ σκιᾷ ὦπα ἔχειν

ἐνεργὸν, νυκτὸς γὰρ μάλιστα βλέπουσι. καὶ δοκοῦσι σκῶπες εἶναι, ἃς κουκούβας οἱ

Ῥωμαῖοι φασίν. ἕτεροι δὲ, παρὰ τὸ ἐοικέναι οἷον σκώπτουσι διὰ τὸ διάφορον τῶν

σχηματισμῶν, οἷς τὸ ζῷον φυσικῶς διατίθεται. τινὲς δὲ κῶπας γράφουσι δίχα τοῦ

σίγμα. ἐν δὲ τοῖς τοῦ Ἀθηναίου φέρεται, ὅτι καθὰ οἱ ὦτοι τὸ ὄρνεον ὧν μνεία καὶ ἐν

τοῖς εἰς τὴν Ἰλιάδα κεῖται, οὕτω καὶ οἱ σκῶπες, ὀρχήσει ἁλίσκονται. καὶ ὅτι καὶ

γένος ὀρχήσεως ἀπ' αὐτῶν καλεῖται σκώψ, λαβὼν τοὔνομα, ἐκ τῆς περὶ τὸ ζῷον ἐν

τῇ κινήσει ποικιλίας. καὶ ὅτι χαίρουσιν οἱ σκῶπες καὶ ὁμοιότητι. καὶ ἀπ' αὐτῶν,

σκώπτειν φαμὲν τὸ συνεικάζειν καὶ καταστοχάζεσθαι τῶν σκωπτομένων, διὰ τὸ τὴν

ἐκείνων ἐπιτηδεύειν προαίρεσιν. ἴσως δὲ τούτων παρώνυμοι καὶ οἱ παρὰ τῷ Τίμωνι

σκωπαῖοι, παρὰ Λάκωσιν ἐπιχωριάζοντες. ἀνθρωπάρια ἐκεῖνοι μικρά. καλούμενά

φασι παρά τισι, στίλπωνες. οὓς οὐκ ἄν τις πάνυ ἀπεοικέναι εἴποι τοῦ Πινδαρικοῦ

πίθωνος. ὃν καλὸν ἐκεῖνος ἐπονομάζει κατά τινα ὁμοιότητα στίλπωνος. ἐν δὲ τοῖς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

227

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!