18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

καταπτῆξαι πρὸς τῇ γῆ, τὸ πολὺ τοῦ βόμβου δηλοῖ. δι' αὐτοῦ δὲ, τὸ σφοδρὸν τῆς

βολῆς. ἔστι δὲ καταπτῆξαι πρὸς τῇ γῇ, τὸ διὰ δέος κατακύψαι ἕως καὶ εἰς γῆν,

δεδιότα ἕκαστον περὶ τῇ σφετέρᾳ κεφαλῇ. (ῃερς. 191.) Τοὺς δὲ Φαίακας

δολιχηρέτμους καὶ ναυσικλυτοὺς ἄνδρας λέγει καὶ νῦν καὶ ἐν τοῖς ἑξῆς, ὡς ἢ δολιχὰ

ἔχοντας ἐρετμὰ, ἢ μᾶλλον ὡς εἰς δολιχὸν πλοῦν ἐξαρκοῦντας ἐν τῷ ἐρέσσειν.

συνήθης δὲ ἡ ἐκ τοῦ ἐρέσσω τοιαύτη 1.291 παραγωγὴ, ὡς ἐδήλωσε καὶ τὸ ἐπήρετμοι.

ἐκ τοῦ τοιούτου δὲ ῥήματος, καὶ ὑπηρέσιον κατὰ τοὺς παλαιοὺς, ἐφ' οὗ κάθηνται οἱ

ἐρέται, ἀκολούθως δὲ κατὰ τροπὴν, καὶ ἡ ὑπηρεσία ἐπὶ δουλείας, καὶ τὸ ὑπηρετεῖν.

ἔστι δὲ καὶ νηῶν ἐπίθετον τὸ δολιχήρετμον ὡς πρὸ τούτων ἔφη ὁ ποιητής. (ῃερς.

192.) Τὸ δὲ λᾶος ὑπαὶ ῥιπῆς, ἀντὶ τοῦ ὑπὸ λίθου ὁρμῆς. καὶ ἔστι τὸ μὲν λᾶος κράσις

ἐκ τοῦ λάας λάαος λᾶος. ὡς ἔαρ ἔαρος ἦρος καὶ τὰ τοιαῦτα. Ἡ δὲ ῥιπὴ, παρὰ τὸ ῥίπτω

καὶ παρὰ τὰς προλεχθείσας εὐλυγίστους καὶ εὐμεταφόρους ῥῖπας. Σήματα δὲ λέγει,

οἷς ἐσημειοῦντο ποῦ ὁ δίσκος ἐν πρώτῃ καταφορᾷ ἔπεσε. διὸ ὑποκατιὼν καὶ τέρματα

ἐρεῖ αὐτά. εἰπών. ἔθηκε δὲ τέρματ' Ἀθήνη. ἤγουν σημεῖα ἔνθα τὸ πρῶτον κατῆλθεν ὁ

δίσκος. (ῃερς. 195.) Τὸ δὲ ὑπερπετασθῆναι τὰ τῶν ἄλλων σήματα τὸν τοῦ Ὀδυσσέως

δίσκον, μετ' ὀλίγα διασαφεῖ ὁ ποιητὴς, εἰπών. καί κεν ἀλαός τοι ξεῖνε διακρίνειε τὸ

σῆμα ἀμφαφόων. ἤγουν διερευνώμενος ἁφῇ. φιλοκρινῶν. περιβλεπόμενος. δι' οὗ,

παροιμίαν παραφράζει τὴν λέγουσαν ὡς καὶ τυφλῷ δῆλον. εἶτα ἐπεξεργαζόμενος εἰς

τὸ σαφέστερον, φησίν. (ῃερς. 196.) ἐπεὶ οὔτι μεμιγμένον ἐστὶν ὁμίλῳ. ἤγουν τοῖς τοῦ

ὁμίλου τέρμασιν. ἢ ἀφελέστερον, τῷ πλήθει τῶν σημάτων. ἀλλὰ πολὺ πρῶτον.

τουτέστι λίαν ὑπὲρ ἐκεῖνα. (ῃερς. 197.) διὸ καὶ θαρσύνουσα ἡ μυθικὴ Ἀθηνᾶ,

ἐπιφέρει. σὺ δὲ θάρσει τόνδ' ἄεθλον. οὔτις τόν γ' ἵξεται οὐδ' ὑπερήσει, ὅ ἐστιν

ὑπερπέμψει. ὑπερβήσεται. εἰκὸς δὲ Ἀθηνᾶν ἐνταῦθα νοῆσαι καθὰ καὶ ἐν Ἰθάκῃ,

ἄνδρα τινὰ ἐγχώριον τὰ ὑπὲρ Ὀδυσσέως φρονοῦντα ὡς καὶ ἐκεῖ τὰ ὑπὲρ Τηλεμάχου

τοῦ υἱοῦ. Καὶ σημείωσαι ὡς οὐ μόνον ὁ ἀκοντιστὴς, ἥμων λέγεται, ἀλλά πως καὶ ὁ

δισκευτής. ὡς δῆλον ἐκ τοῦ ὑπερήσει. οὗ τὸ ἁπλοῦν καὶ μετ' ὀλίγα κεῖται. Ἰστέον δὲ

ὅτι τὸ ὑπερήσει, καὶ τὸ ὑπέρπτατο σήματα πάντα, οὐ μακρὰν ἐσχημάτισται τοῦ, ὑπὲρ

τὰ ἐσκαμμένα πηδᾶν ὃ κεῖται παρὰ τοῖς ὕστερον. ἤγουν ὑπέρμετρα. παροιμιαζόμενον

μὲν ἐπὶ τῶν ὑπερβαλλόντων ἢ πλεονεκτούντων. μετενεχθὲν δὲ, ἀπὸ τῶν

πεντάθλων. ἤρξατο δέ φασιν ὁ λόγος, ἀπὸ Φαΰλου πεντάθλου Κροτωνιάτου. ὃς

πεντήκοντα ποδῶν ὄντων πρότερον τῶν σκαμμάτων, αὐτὸς ὑπερέβαλε ταῦτα

πηδήσας. ὡς τὸ ἐπίγραμμα, φασὶ, λέγει τῆς εἰκόνος αὐτοῦ. πέντ' ἐπὶ πεντήκοντα

πόδας πήδησε Φάϋλος. δίσκευσε δ' ἑκατὸν, πέντ' ἀπολειπομένων. (ῃερς. 0.) Ὅτι

παρήγορος ἐν ἀέθλοις ὁ λαλῶν ὑπὲρ τοῦ ἀγωνιῶντος, ὡς δηλοῖ Ὀδυσσεὺς, ὃς

γήθησε χαίρων οὕνεχ' ἑταῖρον ἐνηέα λεῦσσ' ἐν ἀγῶνι. ὃς ἦν, ὡς ἐῤῥέθη, ἡ μυθικὴ

Ἀθηνᾶ. ὑφ' ἧς καὶ θαῤῥυνθεὶς ἐκεῖνος, (ῃερς. 2.) κουφότερον μετεφώνει, ὅ ἐστιν

ἐπηρμένον θρασύτερον. Ὅτι ὁ θαῤῥῶν εἰς ὃ καλῶς ἠγωνίσατο εἴποι ἂν τοῖς

ἀνταγωνισταῖς. τοῦτον νῦν ἀφίκεσθε νέοι, τάχα δ' ὕστερον ἄλλον ἄεθλον δηλαδὴ,

ἥσειν ἢ τοσοῦτον ὀΐομαι, (ῃερς. 3.) ἢ ἔτι μᾶσσον ὅ ἐστι μακρότερον ὡς προγέγραπται.

(ῃερς. 2.) Τὸ δὲ ἀφίκεσθε, ὡς ἐπὶ τόπου τινὸς κεῖται. γράφεται δὲ καὶ ἐφίκεσθε ἀντὶ

τοῦ ἐφάψεσθε. καταλάβετε. (ῃερς. 4.) Ὅτι ἐπαρθεὶς Ὀδυσσεὺς ἐπὶ τῇ ὑπερβαλλούσῃ

βολῇ τοῦ δίσκου φησί. τῶν δ' ἄλλων ὅ τινα κραδίη θυμός τε κελεύει, δεῦρ' ἄγε

πειρηθήτω, ἐπεί μ' ἐχολώσατε λίην, ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσὶν, οὔτι μεγαίρω

πάντων Φαιήκων, πλήν γ' αὐτοῦ Λαοδάμαντος. (ῃερς. 8.) διατί πλὴν τούτου; ξεῖνος

γάρ μοι ὅδ' ἐστίν. εἶτα ἐπάγει γνωμικόν. τίς ἂν φιλέοντι μάχοιτο; ἄφρων δὴ κεῖνός

γε καὶ οὐτιδανὸς πέλει ἀνὴρ, ὅστις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων δήμῳ ἐν

ἀλλοδαπῷ. (ῃερς. 211.) ἕο τ' αὐτοῦ πάντα κολούει. ὅ ἐστι ἑαυτὸν βλάπτει καὶ

κολοβεῖ καὶ ἐλαττοῖ. τῶν δ' ἄλλων οὔ τινα ἀναίνομαι οὐδ' ἀθερίζω, ἀλλ' ἐθέλω

(ῃερς. 213.) ἴδμεν καὶ πειρηθήμεναι ἄντην. ταῦτα δὲ ἐκφοβεῖ μὲν τὸν βασιλέα,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

331

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!