18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ὡς καὶ ὁ ποιητὴς δηλοῖ εἰπὼν ἀορτὴρ, εἶτα πρὸς ἑρμηνείαν ἐπαγαγὼν τὸ, χρύσεος

τελαμών. γίνεται δὲ ὁ ἀορτὴρ παρὰ τὸ ἀείρω, τὸ κρεμῶ καὶ μετεωρίζω, καὶ δηλοῖ τὸν

κρεμαστῆρα τοῦ ξίφους. (ῃερς. 610.) Σύες δὲ ἀγρότεροι πρὸς διαστολὴν τῶν

οἰκοτραφῶν σιάλων. Χαροποὶ δὲ λέοντες οἱ τοιούτους ἔχοντες τοὺς ὀφθαλμούς.

χρώματος δὲ ὀφθαλμῶν δηλωτικὸν καὶ τὸ χαροπὸν, λεγόμενον καὶ ἐπὶ παρδάλεων.

ἀπὸ δὲ τῆς τοιαύτης χαροπότητος καὶ χάρων ὁ λέων ἐν ῥητορικῷ κεῖται λεξικῷ.

ἐκεῖνο δὲ ἴσως καὶ κατ' ἀντίφρασιν. μᾶλλον γὰρ φοβερὸς ὁ λέων καὶ οὐ χαρὰν

ποιῶν, ἤδη δὲ καὶ κατὰ τὸ θανατοποιόν. ἐπεὶ καὶ ὁ Χάρων ἐν Ἅιδου διακονεῖ. (ῃερς.

611.) Τὸ δὲ ὑσμῖναί τε μάχαι τε ταυτά εἰσιν, ὥσπερ καὶ τὸ, φόνοι τ' ἀνδροκτασίαι τε.

(ῃερς. 613.) Τὸ δὲ ἑῇ ἐγκάτθετο τέχνῃ, δηλοῖ μὲν, ὡς ἐῤῥέθη, κατὰ περίφρασιν τὸ

ἐτεχνήσατο. πάνυ δὲ καλῶς ἐνταῦθα ἔχει τὸ ἐγκατέθετο, διὰ τὸ μὴ ῥᾷον καὶ ἀπόνως

κατεσκευάσθαι τὸν ἀορτῆρα, ἀλλὰ κειμηλιωθῆναι οἷον εἰς χρονίαν κατασκευήν.

(ῃερς. 616.) Ὅτι ὁ ποιητής τε καὶ ὁ Ὀδυσσεὺς ὁ μὲν συνιστῶν παρὰ Φαίαξιν ἑαυτὸν

ὡς Ἡράκλειον ἆθλον μικροῦ ἀνύσαντα καὶ τῶν Ἡρακλέος ἄθλων τὸν

δυσκατεργαστότερον, ὁ δὲ τὸ ἄπιστον τῆς εἰς Ἅιδου καθόδου τοῦ Ὀδυσσέως

θεραπεύων ῥητορικῷ νόμῳ δι' ὁμοίου διηγήματος ὡς μηκέτι καινὸν ὂν τὸ κατὰ τὸν

Ὀδυσσέα, εἰ καὶ ἄλλοτε τοιοῦτόν τι γέγονε, πλάττουσι τὸν Ἡρακλέα ἐν Ἅιδου, ὡς

ἔγνω τε τὸν Ὀδυσσέα καὶ διογενῆ καὶ πολυμήχανον ὀνομάσας προσφωνεῖ οὕτως· ἆ

δειλέ, (ῃερς. 617.) ἦ δή τινα καὶ σὺ κακὸν μόρον ἠγηλάζεις, ὅν περ ἐγὼν ὀχέεσκον

ὑπ' αὐγὰς ἠελίοιο. Ζηνὸς μέν φησι πάϊς ἦα Κρονίονος. αὐτὰρ ὀϊζὺν (ῃερς. 6.) εἶχον

ἀπειρεσίην. μάλα γὰρ πολὺ χείρονι φωτὶ (ῃερς. 621.) δεδμήμην. ὁ δέ μοι χαλεποὺς

ἐπετέλλετ' ἀέθλους, ὃ δὴ ἔχει τι λέγειν ἀγαθὸς ἀνὴρ ὑποτεταγμένος χείρονι τινὶ καὶ

δεινὰ ἐπιτασσόμενος. εἶτα ἐπιφέρει· (ῃερς. 622. 623.) καὶ ποτέ μ' ἐνθάδ' ἔπεμψε κύν'

ἄξοντα, οὐ γὰρ ἔτ' ἄλλον φράζετο τοῦδέ τί μοι κρατερώτερον εἶναι ἄεθλον. (ῃερς.

624.) τὸν μὲν ἐγὼν ἀνένεικα, τὸν κύνα δηλαδὴ Κέρβερον, καὶ ἤγαγον ἐξ Ἀΐδαο.

(ῃερς. 625.) Ἑρμείας δέ μ' ἔπεμψεν ὁ κλεπτικὸς καὶ γλαυκῶπις Ἀθήνη. Ἰστέον δὲ ὅτι

καὶ Ἡρακλῆς, ὡς καὶ ἐν Ἰλιάδηλοῦται, εἰς φιλόσοφον ἄνδρα ἐκλαμβάνεται παρὰ

τοῖς παλαιοῖς. διὸ καὶ οὐκ ἀπίθανον Ὀδυσσέα τε καὶ Ἡρακλέα φιλοσοφίας

τροφίμους ἄνδρας, τὰ αὐτὰ ποιεῖν ἐνεργήματα. ὅθεν καὶ καθὰ τῷ Ὀδυσσεῖ Ἀθηνᾶτὰ

πλείω κατορθοῖ, δι' ἧς καὶ τῆς Καλυψοῦς ἀπολέλυται συμπράξαντός τι καὶ τοῦ

Ἑρμοῦ, οὕτω καὶ τὸν Ἡρακλῆ Ἀθηνᾶ πέμπει καὶ Ἑρμῆς, ἀνάξοντα τὸν θρυλούμενον

Κέρβερον. οὗ ἡ ἀλληγορίαἑτέρωθι κεῖται. (ῃερς. 617.) Ἰστέον δὲ ὅτι τὸ, ἆ δειλὲ καὶ ἆ

δειλοὶ, πολλαχοῦ κείμενον πολλάκις καὶ ἐδηλώθη τί δηλοῦν βούλεται. Ἠγηλάζειν

δὲ κατὰ τοὺς παλαιοὺς τὸ διώκειν, ἄγειν, φυγαδεύειν, πορθεῖν, ἵνα ᾖ τὸ κακὸν μόρον

ἠγηλάζεις ἀντὶ τοῦ κακὴν τύχην ἄγεις, καὶ τὸ πάγχυ κακὸν ἠγηλάζει ἀντὶ τοῦ

ὁδηγεῖ, ἄγει. πρωτότυπον δὲ αὐτοῦ, τὸ ἄγειν καὶ τὸ ἐλᾶν, ὅθεν ἀγηλᾶν, καὶ κατὰ

παραγωγὴν ἀγηλάζειν, καὶ κατὰ τροπὴν ἠγηλάζειν. διὸ οὐδὲ δασύνεται ἡ ἄρχουσα.

ἐκ τοῦ ἄγειν γάρ. χρήσιμον δὲ εἰς τοῦτο καὶ τὸ ἀγηλατεῖν παρὰ Σοφοκλεῖ. ἐκεῖνο

μέντοι καὶ δασύνεται παρὰ τὸ ἄγος. (ῃερς. 618.) Τὸ δὲ ὀχέεσκον ἀντὶ τοῦ ᾤχουν ἤτοι

ἔφερον, ἐβάσταζον, καὶ ἔστι τὸ, κακὸν μόρον ἠγηλάζειν, ἤγουν ἄγειν, καὶ κακὸν

μόρον ὀχεῖν ἀντὶ τοῦ φέρειν ταυτόσημα. (ῃερς. 619.) Τὸ δὲ Κρονίονος ἐκτείνει μὲν

καὶ ἐνταῦθα κατὰ ἀναχρονισμὸν τὴν προπαραλήγουσαν, συστέλλει δὲ τὴν

παραλήγουσαν. (ῃερς. 6.) Ὡς δὲ πολὺ χείρων Ἡρακλέος ὁ ἐπιτάσσων αὐτῷ

Εὐρυσθεὺς, καὶ ὅπως τοῦτο συνέβη, ἡ Ἰλιὰς δηλοῖ.(ῃερς. 621.) Τὸ δὲ ἐπιτέλλεσθαι

διφορεῖται. λέγεται γάρ ποτε καὶ ἐπιτέλλειν ἐνεργητικῶς. (ῃερς. 622.) Τὸ δὲ ἔπεμψε

δὶς ἐνταῦθα λεχθὲν διαφόρως εἴρηται. Εὐρυσθεὺς μὲν γὰρ πέμπει ἤτοι συστέλλει τὸν

Ἡρακλέα. Ἑρμῆς δὲ καθ' ὁδηγίαν πέμπει. (ῃερς. 623.) ∆ὶς δὲ καὶ τὸ ἔτι ἐνταῦθα εἶπεν

ἐν τῷ, οὐ γὰρ ἔτι ἄλλον φράζετο τοῦδ' ἔτι κρατερώτερον ἄεθλον, περιττῶς τοῦτό γε

ποιήσας καὶ οὐ κατά τινα διαφοράν. Τὸ δὲ ἀνένεικα ἀντὶ τοῦ ἀνήνεγκα, λέγεται δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

503

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!