18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τοῦτο προεδηλώθη, ἁλιπόρφυρα. θαῦμα ἰδέσθαι. κίονι κεκλιμένη. δμωαὶ δέ οἱ εἵατ'

ὄπισθεν. ἔνθα καὶ ὁ τοῦ Ἀλκινόου θρόνος ποτὶ κέκλιται αὐγῇ ἢ αὐτῇ. τῷ, ὅ γε

οἰνοποτάζει ἐφήμενος (ῃερς. 309.) ἀθάνατος ὣς, κατὰ τὸν τῆς κόρης λόγον. ἣ μηδὲν

ὑψηλὸν φρονοῦσα, ἀθανάτῳ εἰκάζει τὸν τρυφῶντα πατέρα ὡς δῆθεν θεῖον ὂν τὸ

τοιοῦτον. (ῃερς. 305.) Αὐγὴν δέ φασι πυρὸς λέγει, τὸν φωτιζόμενον τόπον ὑπὸ

πυρός. (ῃερς. 307.) Τὸ δὲ κεκλίσθαι ὅτι οὐ μόνον ἀνάκλισιν ἀλλὰ καὶ περιοχήν τινα

δηλοῖ, πολλαχοῦ τῆς ποιήσεως φαίνεται. (ῃερς. 305.) Περὶ δὲ ἐσχάρας ᾗ παρώνυμος ὁ

κοινῶς παρεσχαρίτης λεγόμενος, δηλοῦται μὲν καὶ ἐν ἄλλοις. ἐνταῦθα δὲ, μνηστέον

τοῦ εἰπόντος ὅτι βωμὸς μὲν, ὁ προσβάσεις ἔχων. ἐσχάρα δὲ, ἡ πρὸς βιωτικὴν

γινομένη χρῆσιν ἐπὶ γῆς. τὰ δὲ πολυτελῆ φησιν, ἑστίαι. μέγαρον δὲ,

περιῳκοδομημένον ἐστὶ, καὶ σημαίνει οἶκον. γράφεται δὲ καὶ ἱστία διὰ τοῦ ἰῶτα ὡς

ἐν τοῖς ἑξῆς φανεῖται, καὶ διὰ τοῦ ˉε. ὅθεν ὁ ἄοικος, ἀνέστιος. Ἑστία δέ φησι, καὶ

σωματοειδὴς θεὰ, ἡ καὶ διὰ τοῦ ˉι οἷον. Ἱστίην καὶ ∆ήμητραν καὶ Ἶριν χρυσοπέδιλον.

Νεάνθης δέ φασιν ὁ Κυζικηνὸς, λέγει ὡς βωμοὶ μὲν, δαιμόνων. ἐσχάραι δ', ἡρώων.

Σοφοκλῆς δὲ, καὶ ἀντὶ βωμοῦ οἶδεν ἐσχάραν. λέγει δὲ καὶ Εὐριπίδης, μηλοσφαγεῖ τε

δαιμόνων ἐπ' ἐσχάραις. ὅτι δὲ καὶ ἕλκους ἐσχάρα τροπικῶς, ἀλλαχοῦ ἐῤῥέθη. καὶ ὅτι

αἱ εἰρημέναι προσβάσεις, ἐτυμολογοῦσι τοὺς βωμούς. καὶ ὅτι ἡ πρόσγειος ἐσχάρα,

καὶ βαῦνος λέγεται εἰσέτι καὶ νῦν, ἀφ' ἧς ὁ βάναυσος. εἰ δὲ ἡ θυτικὴ ἐσχάρα παρὰ τὸ

ἔχειν ἀρὰς παρῆκται, ζητητέον καὶ αὐτὸ ἑτέρωθι. οἰκονομικῶς δὲ πλάττει ὁ ποιητὴς

ἐπ' ἐσχάρῃ νῦν καθῆσθαι ἀπεριέργως τοὺς βασιλεῖς. ἵνα αὐτόματος ἐπελθὼν

Ὀδυσσεὺς, ἐντύχῃ αὐτοῖς καὶ ἱκετεύσῃ. παραμειψάμενος μὲν κατὰ τὴν συμβουλὴν

τῆς κόρης, τὸν πατέρα (ῃερς. 310.) μητρὸς δὲ περὶ γούνασι χεῖρας βαλών. ὅ ἐστι

περιφραστικῶς, γουνασάμενος. ἵνα φησὶ, νόστιμον ἦμαρ ἴδηαι χαίρων, καρπαλίμως.

εἰ καὶ μάλαπερ τηλόθεν ἐσσί. Καὶ ὅρα ὡς τῇ γυναικί, ἐφ' οἷς δέον ὁ Ἀλκίνοος εἰς τὰ

μάλιστα πείθεται. ὡς δὲ καὶ τιμᾷ ἐκεῖνος τὴν γυναῖκα καὶ ὡς εὐλόγως, ἡ ἐφεξῆς

ῥαψῳδία ἐρεῖ. (ῃερς. 318.) Ὅτι ἐν τῷ, αἱ δὲ, τουτέστιν αἱ ἡμίονοι εὖ 1.256 μὲν

τρώχων εὖ δὲ πλίσσοντο πόδεσσι, τὸ μὲν τρώχων, ἀντὶ τοῦ ἔτρεχον, ἀπὸ τοῦ τρωχῷ.

οὗ ἡ γραφὴ, ὁμοία τῷ στρωφῶ καὶ τρωπῶ καὶ τοῖς ὁμοίοις. Τὸ δὲ πλίσσοντο, λέξις

μέν ἐστιν Ἰωνική. κατὰ δὲ τοὺς πλείονας, ∆ωρική. δηλοῖ δὲ, τὸ βηματίζειν καὶ

μεταφέρειν σκέλος παρὰ σκέλος. ὅθεν καὶ πλὶξ, τὸ βῆμα. τὸ δ' αὐτὸ, καὶ πλίγμα. καὶ

πλίξας, ὁ βηματίσας. καὶ περιπεπλιγμένον, τὸ περιβεβηκός. καὶ ἀπεπλίξατο, τὸ

ἀπέβη, παρὰ τῷ κωμικῷ ἐν Ἀχαρνεῦσι. καὶ Ἱπποκράτης δέ φασι πλίγμα λέγει, τὸ

μεταξὺ τῶν μηρῶν διάστημα. ὅθεν καὶ διαπεπλίχθαι, τὸ περιπλέκειν τοὺς πόδας. ἔστι

δὲ τὸ μὲν τροχάζειν, συντόνου κινήσεως. ἑτεροίας δὲ, τὸ πλίσσεσθαι πόδεσσιν. ἵνα

λέγῃ τὰς ἡμιόνους, ἀγαθὰς εἶναι καὶ τρέχειν καὶ ἄλλως δὲ ἁπλῶς βαδίζειν. (ῃερς. 3.)

Ὅτι νόῳ ἐπέβαλλεν ἱμάσθλην ἡ κόρη, τουτέστι, φρονίμως ἡνιόχευεν ὅπως ἅμα

ἕποιντο οἱ πεζοί. καὶ ἄλλως δὲ ἡ κόρη νόῳ ἱμάσσει, ὡς μετροῦσα τὴν ὥραν. ἵνα πρὸς

ἑσπέραν εἰς τὴν πόλιν ἔλθῃ ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. Ἡ δὲ ἱμάσθλη, γίνεται μὲν

παρὰ τὸν ἱμάντα ἐξ οὗ ἴσως κατὰ ἀφαίρεσιν τῆς ἀρχούσης, καὶ ὁ μεμαλαγμένος

λῶρος. λέγεται δὲ πολυωνυμίας λόγῳ, καὶ μάστιξ ἡ αὐτὴ, ἔτι δὲ καὶ κέντρον. ἀφ' οὗ

ἵπποι κεντρηνεκέες. ἀνάπαλιν αὐτοὶ ὄντες τοῖς δίχα κέντροιο θέουσι. τοιούτου δὲ

κέντρου, σύνθετον καὶ τὸ βούκεντρον, ἑτεροῖον μέντοι παντελῶς αὐτό. πρὸς ὅπερ ὁ

ἀντιβαίνων βοῦς, λακτίζειν πρὸς κέντρα λέγεται. δῆλον δ' ὅτι καὶ ἐπὶ ἀνδρείου

μορίου κωμικεύεται τὸ κέντρον, ὡς δηλοῖ τὸ, εἰς οὐχ' ὁσίην τρυμαλίην τὸ κέντρον

ὠθεῖ. (ῃερς. 324.) Ὅτι πρὸς τὸν δυσωπούμενον ἄρτι γοῦν ἐλεῆσαι εἰ καὶ μὴ πρὸ

τούτου ἐπείθετο, εἰκὸς ῥηθῆναι τὸ, κλῦθί μοι ὁ δεῖνα. νῦν δή περ μου ἄκουσον, ἐπεὶ

πάρος οὔποτ' ἄκουσας ῥαιομένου, ὅτε μ' ἔῤῥαιεν ὁ δεῖνα. δὸς δέ με φίλον ἐλθεῖν ἠδ'

ἐλεεινόν. ὃ δή τις καὶ ἐν Ἰλιάδι ἱκετεύων εὔξατο, ἐθέλων καὶ φιληθῆναι καὶ ἐλέους

τυχεῖν. (ῃερς. 329.) Ὅτι τὸ, οὔπω φαίνετο ἐναντίη, ἀντὶ τοῦ, οὐ παρίστατο ἐναργὴς,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

291

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!