18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

νήπιος κατάρχεται τοῦ κατὰ τὸν οὖτιν δόλου Ὀδυσσεύς. καὶ κατασοφισάμενος ποιεῖ

τὰ ἐφεξῆς. (ῃερς. 358.) Τὸ δὲ οἶνον ἐριστάφυλον καὶ ἑξῆς τὸν ὅλον στίχον ἔφη

φθάσας καὶ ὁ Ὀδυσσεύς. διὸ καὶ μεμνημένος προσπλάττει αὐτὸν καὶ τῷ Κύκλωπι.

(ῃερς. 359.) Τὸ δὲ ἀποῤῥὼξ, καὶ ἐπὶ πετρῶν τίθεταί ποτε. φέρονται γὰρ καὶ

ἀποῤῥῶγες πέτραι αἱ ἀλλήλων ἀπεῤῥηγμέναι. Ἰστέον δὲ ὅτι τὸ ἁπλοῦν τοῦ ἀποῤῥὼν

ἤγουν τὸ ῥὼξ, οὐ χεῦμά τι δηλοῖ καὶ ἀπόῤῥοιαν, ἀλλὰ φαλαγγίου εἶδός ἐστι. καὶ ὅτι

ἐπὶ βότρυος ῥῶγας εἰπεῖν βάρβαρόν ἐστι. ῥῶγες γὰρ μεγάρου μέρος καθ' Ὅμηρον. ἐπὶ

δὲ σταφυλῆς ῥάγας φαμέν. πάντων δὲ τῶν τοιούτων προηγεῖται θέμα τὸ ῥήσσω, πῇ

μὲν συστέλλον τὸ ˉη εἰς ˉα, πῇ δὲ τρέπον τὸ ˉη εἰς ˉω. καὶ ὅτι Ὁμήρου πρώτου

εἰπόντος τὸν προσεχῶς ῥηθέντα οἴνου ἔπαινον, ἐκεῖθεν λαβόντες ὕστερόν τινες

ὁμοίως ἔφρασαν. Ἀρχίλοχος γοῦν φασὶ τὸν Νάξιον οἶνον τῷ νέκταρι παραβάλλει.

Λέγεται δὲ καί τις Βαβυλώνιος οἶνος νέκταρ καλεῖσθαι. παραποιήσας δέ τις τὸ,

νέκταρος ἀποῤῥὼξ παρὰ τῷ δειπνοσοφιστῇ ἐπὶ κάπρου θαλαττίου, ἔφη. τὸ γὰρ

νέκταρος ἄνθος. ἕτερος δέ τις περὶ εὐώδους οἴνου ἔγραψεν ὅτι κατὰ πᾶν ἔχει

ὑψερεφὲς δῶ ἀμβροσία καὶ νέκταρ, ἐκ τῆς ἀνθηρᾶς δηλαδὴ ὀσμῆς τοῦ οἴνου. ὃν

Ἀλκμὰν ἄνθεος ὄσδοντα φησίν. ἄλλος δέ τις ἔφη τὸ, κεῖνος δὲ δοκήσει 1.348 οὔ τι

οἴνῳ σοι ἔχειν ὅμοιον γέρας ἀμβροσία δέ. τοῦ τοιούτου τόπου καὶ τύπου καὶ τὸ,

κρατὴρ ἔστηκε μεστὸς ἐμφροσύνης. ἄλλος δὲ οἶνος ἔτυμος ὃς οὔποτε προδώσει,

μείλιχος, ἐν κεράμοις. ἄνθεος ὀσδόμενος. ἤγουν ἀνθοσμίας. ἐν δὲ μέσοις, ἁγνὴν

ὀσμὴν λιβανωτὸς ἵησιν. εἰ δὲ ὁ μαρωνείτης οἶνος καὶ εἰς ὕπνον βαθὺν κατήνεγκε

τὸν Κύκλωπα, εἴη ἂν ὅμοιος Θασίῳ. περὶ οὗ καὶ αὐτοῦ γράφων ὁ Ἀθήναιος ἱστορεῖ,

ὅτι Θάσιος μέν τις ὑπνωτικοὺς, ἕτερος δέ τις ἀγρυπνεῖν ποιεῖ τοὺς πίνοντας. Θασίου

δὲ οἴνου ἔπαινος καὶ τὸ, τῷ δὴ μήλων ἐπιδέδρομεν ὀδμή. ὃ δὴ σεμνύνει τὸ μῆλον ἐπὶ

εὐοδμίᾳ. ὥσπερ ἐπὶ κάλλει τὸ, ὡρικωτάτη τὰ τιτθία ὥσπερ μῆλον ἢ μιμαίκυλον.

(ῃερς. 355.) ὅτε δηλαδὴ πορφύρεον ἐρεύθονται πρὸς ἀγλαΐαν ἧς παρώνυμοι αἱ

ἀγλαόκαρποι μηλέαι. Ὅτι ἀκούσας Ὀδυσσεὺς ἐκ τοῦ Κύκλωπος τὸ, καί μοι τεὸν

οὔνομα εἰπὲ ἵνα τοι δῶ ξένιον ᾧ σὺ χαίροις ἂν, ὡς καὶ προεῤῥέθη, φησίν. Κύκλωψ,

εἰρωτᾷς μ' οὔνομα κλυτὸν, αὐτὰρ ἐγώ τοι ἐξερέω, σὺ δέ μοι (ῃερς. 365.) δὸς ξείνιον

ὥσπερ ὑπέστης. ὅ ἐστιν ὑπέσχου. ὃ δὴ πολλαχοῦ τῆς ποιήσεως κεῖται. εἶτα (ῃερς.

366.) ψευδόμενος ἐν καιρῷ συμφερόντως ἑαυτῷ καὶ τοῖς ἑταίροις ἐπάγει. οὖτις ἔμοι

γ' οὔνομα, καὶ ἵνα μὴ ἐπιστήσας τυχὸν ὁ Πολύφημος τῷ παραλογισμῷ γνῶ οὔτις τὸν

σύνθετον ἐκ δύο λέξεων τοῦ οˉυ καὶ τοῦ τˉις ὅπερ οὐ βούλεται Ὀδυσσεὺς, ἐπάγει

αἰτιατικὴν ἐν ἁπλότητι ἤγουν ἀσύνθετον, λέγων. οὖτιν δέ με κικλήσκουσι μήτηρ

ἠδὲ πατὴρ ἠδ' ἄλλοι πάντες ἑταῖροι. ὡς ἀπὸ εὐθείας τῆς, οὖτις οὔτιδος. οὗ αἰτιατικὴ

τὸν Οὖτιν, ὁμοίως τῷ, ὁ Πάρις τὸν Πάριν. τῆς γὰρ ἄλλης εὐθείας τῆς συνθέτου, ἡ

αἰτιατικὴ πάντως οὔ τινά ἐστι. διὸ οὐδὲ ἐπάγει μετὰ τοῦ Οὖτιν φωνῆεν, ἵνα μὴ

ὑποπτευθῇ ἔκθλιψις ἤγουν κουφισμὸς τοῦ ˉα ἐν τῷ Οὖτιν. ὅπερ ἐπὶ τοῦ λόγου τοῦ

Κύκλωπος γίνεται, ἀμειψαμένου νηλέϊ θυμῷ, Οὖτιν ἐγὼ πύματον ἔδομαι. ἔνθα ὁ

ἀστείως ἀκροατὴς ὑποκινηθεὶς εἰς μειδίαμα, εἰπεῖν δὲ μᾶλλον κατὰ τὸν Ὁμηρικὸν

Ὀδυσσέα, γελάσας, συναλείψει τὴν ἀρχὴν τοῦ λόγου, καὶ κατ' ἔκθλιψιν τοῦ ˉα ἐρεῖ

ὅτι ἀληθῶς οὔ τινα φάγοις ἂν ἄλλον ἄνθρωπον. ἡ δὲ τοιαύτη Ὁμηρικὴ δεξιότης

ὑποκινήσασά τινας τῶν νεωτέρων εἰς ὅμοιον ζῆλον ἀπήγαγεν εἰς ἀστεϊσμούς.

Ἐπίχαρμος γοῦν εἰπὼν τὸ, ὁ Ζεύς μ' ἐκάλεσε Πέλοπι γ' ἔρανον ἑστιῶν. ὃ δὴ

ἀπαλλαγὲν τῆς συναλιφῆς ἐράνου ἑστίασιν δηλοῖ. καὶ ἀκούσας δῆθεν ἔκ τινος τὸ, ἦ

παμπόνηρον ὄψον ὦ 'τὰν ὁ γέρανος διασαφεῖ ἐπαγαγὼν τὸ, ἀλλ' οὔτι γέρανον ἀλλ'

ἔρανόν τοι λέγω. καὶ τοῦτο μὲν εἰλῆφθαι δοκεῖ ἐκ τοῦ, Οὖτιν ἐγὼ πύματον ἔδομαι.

ὡς κἀνταῦθα τοῦ ἀστείου ἀκροατοῦ, νοοῦντος συναλιλῆφθαι τὸ Ὁμηρικὸν ῥητὸν ἐκ

τοῦ, οὔ τινα ἐγὼ πύματον ἔδομαι. Ὁμήρου δὲ, εἰπόντος ἐν Ἰλιάδι μὲν τὸ, δῖ'

Ἀφροδίτη, ἐν Ὀδυσσείᾳ δὲ τὸ, ἀλλ' ἄγ' δῖ' Εὔμαιε, περὶ οὗ ἐν τοῖς μετὰ ταῦτάπου

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

396

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!