18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

περὶ ∆ημοδόκου μετὰ ταῦτα φανήσεται. Σημείωσαι δὲ ὅτι δεξιώτατα ὁ ποιητὴς

ἀναρτήσας τὸν ἀκροατὴν, εἶτα παύει τὴν περὶ τοῦ νόστου τῶν Ἑλλήνων ἀοιδήν.

Ἰστέον γὰρ ὅτι κἄν τε προϊὼν ὁ Φήμιος περιεῖναι τὸν Ὀδυσσέα εἶπε κἄν τε μὴ, οὐκ

εὔοδος ἦν ὁ λόγος τῷ ποιητῇ. ἐπεὶ γὰρ ἐκ θεοῦ λαλοῦσιν οἱ ἀοιδοὶ, τεθνεῶτος μὲν

Ὀδυσσέως, βιάσονται τὴν Πηνελόπην οἱ μνηστῆρες. ζῶντος δὲ, ἀποστήσονται καὶ

οὐκ ἀναιρεθήσονται, ἅπερ ἡ ἱστορία οὐκ ἔχει. ἐπεὶ οὖν οὐ συνέφερεν εἰς πιθανότητα

λόγου τὸ τέλος τῆς ἀοιδῆς, εἰκότως ὁ ποιητὴς τῇ ἐπιστασίᾳ τῆς Πηνε 1.63 λόπης

παύει αὐτήν. ἔχει δέ τι καὶ ἄλλως ἀστεῖον ἡ κάθοδος τῆς Πηνελόπης, ἀναψυχούσης

ἐπίτηδες τοὺς μνηστῆρας, ὡς καὶ μετ' ὀλίγον εὐθὺς ῥηθήσεται. (ῃερς. 341.)

Σημείωσαι δὲ καὶ ὅτι ἐπίτηδες ὁ ποιητὴς ἐνέκοψε τὴν τοῦ Φημίου ἀοιδὴν, ἑαυτῷ

πάντως καὶ τῇ κατ' αὐτὸν ἀοιδῇ ἀνατιθεὶς τὰ κατὰ τὸν νόστον. οὗ μνείαν ποιήσεται,

ἀρξάμενος ἐκ τῆς γάμμα ῥαψῳδίας. ἐμφήνας οὖν ὡς καὶ διὰ τοῦ Φημίου εἶχεν εἰπεῖν

τὰ τοῦ νόστου, ὅμως ἔκρινε δέον αὐτὸς ἀοιδὸς τούτων γενέσθαι ἐν τοῖς ἑξῆς. (ῃερς.

326.) Ὅτι ἐγκώμιον ἀοιδοῦ τὸ, τοῖσι δ' ἀοιδὸς ἄειδε περικλυτὸς, οἱ δὲ, σιωπῇ εἴατο

ἀκούοντες. ἔνθα σημείωσαι ὡς οὐ μόνον ἡ κατὰ τοιαύτας ἀοιδὰς ἀκρόασις, ἀλλὰ καὶ

ἁπλῶς ἡ κατὰ ἀκοὴν ἡδονὴ καθὰ καὶ ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται, πολλὰ τῶν παθῶν

ἐπέχει, ἀπασχολοῦσα τοὺς ἀκροωμένους εἰς ἑαυτήν. Ἡγήμων οὖν φησιν ὁ παρῳδὸς

ὁ ἐπιλεγόμενος φακὴ, σφόδρα εὐδοκιμῶν ἐν τῷ παρῳδεῖν καὶ μάλιστα παρ'

Ἀθηναίοις, οὕτως ἐκείνους ἐκήλησέ ποτε ἐν τῇ τῆς γιγαντομαχίας παρῳδίᾳ, ὥστε

τὴν ἡμέραν ἐκείνην πλεῖστα αὐτοὺς γελάσαι, καί τοι ἀγγελθέντων αὐτοῖς ἐν τῷ

θεάτρῳ τῶν περὶ Σικελίαν ἀτυχημάτων. καὶ οὐδεὶς ἀπέστη. καὶ ταῦτα σχεδὸν πᾶσι

τῶν οἰκείων ἀπολωλότων. καὶ ἔκλαιον μὲν ἐγκαλυψάμενοι, διέμειναν δὲ

ἀκροώμενοι. ἵνα μὴ γένωνται διαφανεῖς τοῖς ἀπὸ τῶν ἄλλων πόλεων θεωροῦσιν,

ἀχθόμενοι τῇ συμφορᾷ. καὶ μὴν, τότε καὶ αὐτὸς ὁ παρῳδὸς ὡς ἤκουσε, σιωπᾶν

διέγνωκε. καὶ ὅμως ἤνυστο ἡ ὅλη ἀκρόασις διὰ τὴν ἐκ τῆς παρῳδίας ἡδονὴν τῶν

πλειόνων. Τὸ δὲ ἀοιδὸς ἄειδε, τρόπος καὶ αὐτὸ ἐτυμολογίας ἐστὶν ὡς καὶ τὸ κτέρεα

κτερεΐξαι. ἀπὸ γὰρ τοῦ ἀείδω, γίνεται ἀοιδὸς ἐξ αὐτοῦ δὲ καὶ τὸ ἀοιδιῶ ῥῆμα παρ'

Ὁμήρῳ, καὶ ὁ ἀοίδιμος. (ῃερς. 328.) Ὅτι τὴν αἰτίαν τοῦ ἐν τῷ νόστῳ δυστυχῆσαι τοὺς

Ἀχαιοὺς ἥτις ἦν ἡ τοῦ Λοκροῦ Αἴαντος ἀσέλγεια ἐνώπιον τοῦ τῆς Παλλάδος

ἀγάλματος, σιωπᾷ ὁ ποιητής. χόλῳ μὲν Ἀθηνᾶς λέγων κακῶς ἀπαλλάξαι τοὺς

Ἕλληνας ἐν τῷ τοῦ νόστου καιρῷ, τὴν δὲ αἰτίαν οὐ διατυπούμενος. φησὶ γάρ.

Ἀχαιῶν νόστον λυγρὸν ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη. ἐρεῖ δὲ καὶ

ἀλλαχοῦ, ὅτι πολλοὶ Ἀθηνᾶς μήνιδι, κακὸν οἶτον ἐπέσπον. ἔνθα καὶ αἰτίαν μέν τινα

ἐρεῖ οὐ πάνυ δὲ σαφῆ. σημειωτέον οὖν ὅτι οὐ βούλεται ὁ ποιητὴς ταῖς τῶν ἱστοριῶν

ἀσέμνοις ἐμπλατύνεσθαι. Τὸ δὲ ἐπετείλατο Ἀθηνᾶ, ἀντὶ τοῦ ἐνετείλατο. ἐπέτρεψε.

καὶ ἔστιν οὐ πόῤῥω ἀστείου τὸ νόημα. ὅμοιον ὂν τῇ ἐννοίᾳ τοῦ ἀποκαρτερεῖν καὶ

ταῖς λοιπαῖς τῶν ἀρχόντων ἐπιταγαῖς. οἳ πολλάκις τοῖς καταδίκοις αὐτοῖς θνήσκειν

ἐπετέλλοντο καὶ ἐκεῖνοι ἔθνησκον. Ὅτι τὸ ὑπερῷον προσγεγραμμένον ἔχει τὸ ἰῶτα,

ὡς δῆλον ἐκ τοῦ, ὑπεροϊόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδήν. οὕτω δὲ καὶ τὸ ζῷον, ὡς

δῆλον ἐκ τοῦ, ζωΐδιον κύκλον. συνεξακολουθοῦσι γὰρ τῷ, πατρῷος μητρῷος καὶ

τοῖς τοιούτοις. Λέγεται δὲ ὑπερῷον, τὸ ὑπερκείμενον οἴκημα. ᾦα γὰρ κατὰ γλῶσσαν,

τὰ οἰκήματα. διὸ καὶ κλίμακος δέεται ὑψηλῆς ἐνταῦθα ἡ τοῦ ὑπερῴου ἄνοδός τε καὶ

κάθοδος. ὡς δηλοῖ τὸ, κλίμακα δ' ὑψηλὴν κατεβήσατο. (ῃερς. 329.) Τὸ δὲ σύνθετο

φρεσὶν, ἀντὶ τοῦ ἐπιμελῶς ἤκουσε. νοῦς γὰρ ὥσπερ ὁρᾷ, οὕτω καὶ ἀκούει. Ὅτι

σύνηθες ἦν τὸ παλαιὸν, φοιτᾶν τὰς γυναῖκας εἰς τὰ τῶν ἀνδρῶν συμπόσια. ὡς καὶ ἐν

τοῖς ἑξῆς ἡ Ἑλένη ἐπιδημεῖ τῇ εὐωχίᾳ τοῦ ἀνδρὸς, μετὰ τῶν ἐπιξενωθέντων

βασιλικῶν παίδων. καὶ ἡ Ἀρήτη δὲ τῷ συμποσίῳ τῶν Φαιάκων πάρεστι. καὶ ἡ

Ναυσικάα ἡ θυγάτηρ αὐτῆς. καὶ ἡ Πηνελόπη οὖν, σωφρόνως ἐνταῦθα καὶ αἰδημόνως

ἐφίσταται τῷ τῶν μνηστήρων συμποσίῳ, οὐκ ἔχουσα ἱλαρῶς τοῦ προσώπου, ἀλλὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

72

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!