18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Ἀχιλλεὺς μὲν, πρὸς βίαν ἀνδριζόμενος, πίπτει. Ὀδυσσεὺς δὲ, δόλῳ πτολίπορθος

γίνεται. τέως γε μὴν ἔχαιρεν ὁ βασιλεὺς ὁρῶν τοὺς ἀριστέας φιλοτιμουμένους ἐν

καιρῷ δαιτός. καὶ τὸν μὲν, τὰ ψυχικὰ ἐπαινοῦντα. τὸν δὲ, τὰ σωματικά. καὶ τὸ τῆς

μάχης ἤδη κατὰ τὸν χρησμὸν τέλος, καθυπεμφαίνοντας. ταύτην τὴν ἱστορίαν ὁ

∆ημόδοκος ἄρτι μετὰ ἐδητὺν ᾄδει, οὐ προβουλευσάμενος, ἀλλ' ἁπλῶς οὕτω κινηθεὶς

ὑπὸ Μούσης, ἔστι δὲ ἡ Ὁμηρικὴ φράσις, τοιαύτη. Μοῦσ' ἂρ ἀοιδὸν ἀνῆκεν

ἀειδέμεναι κλέα ἀνδρῶν. οἴμης, τῆς, τότ' ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε. νεῖκος

Ὀδυσσῆος καὶ 1.284 Πηλείδεω Ἀχιλῆος. ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ,

ἐκπάγλοις ἐπέεσσιν. (ῃερς. 78.) Ἀγαμέμνων δὲ, χαῖρε νόῳ ὅτ' ἄριστοι Ἀχαιῶν

δηριόωντο. οὕτω γάρ φησιν αὐτῷ ἔχρησεν Ἀπόλλων ὅτε ἦλθε χρησόμενος. τότε γὰρ,

κυλίνδετο πήματος ἀρχὴ Τρωσί τε καὶ ∆αναοῖσι, (ῃερς. 82.) ∆ιὸς μεγάλου διὰ βουλάς.

αἵπέρ εἰσι, τὸ πολλῷ πόνῳ ἑκατέρων τῶν στρατευμάτων ἁλῶναι τὴν Τροίαν, καὶ οὐ

δή ποτε τὸ τιμηθῆναι τὸν Ἀχιλλέα ὅπερ ἐν Ἰλιάδι ἐφαίνετο. οὐ χαιρέκακος δὲ

πάντως ὁ βασιλεὺς, χαίρων ἐπὶ τῇ τῶν ἀρίστων ἔριδι. αἴτιον γὰρ ἐκείνῳ χαρᾶς, οὐ τὸ

ἁπλῶς αὐτοὺς ἐρίζειν. ἀλλ' ἡ ἐπ' αὐτῷ ἀγαθὴ ὡς ἐῤῥέθη ἐλπίς. ἐστι δὲ καὶ ἡ τοιαύτη

στάσις, ἀγαθῆς ἔριδος ὑπόδειγμα. καὶ τοῦ τὰ συμπόσια στασιασμοὺς ποιεῖν, φαύλους

μὲν, ἐν τοῖς φαύλοις, οὐ τοιούτους δέ τινας ἐν τοῖς ἀγαθοῖς. Ὀδυσσεὺς οὖν καὶ

Ἀχιλλεὺς ἐν τούτοις ἐοίκασιν ἀνδρίας καὶ φρονήσεως ὑποκινῆσαι σύγκρισιν. πρᾶγμα

σπουδαῖον. γράφει γοῦν καὶ Ἀθήναιος, οὕτω. κοσμίως ἐδείπνουν οἱ ἀριστεῖς ἐν

Ἀγαμέμνονος. εἰ δὲ καὶ φιλονεικοῦσιν Ἀχιλλεὺς καὶ Ὀδυσσεὺς, ἀλλ' ὁ βασιλεὺς

χαίρει νόῳ, ἐπεὶ ὠφέλιμοι αἱ φιλοτιμίαι, ζητούντων εἰ λόγῳ ἢ μάχῃ αἱρεθῆναι δεῖ τὸ

Ἴλιον. χρήσιμον δ' ἐνταῦθα καὶ Βίωνος τοῦ Βωρυσθενίτου τὸ, οὐδεὶς ἀπὸ τῆς

τραπέζης ἡδονὰς πορίζεται ἀλλ' ἀπὸ τοῦ φρονεῖν. (ῃερς. 73.) Τὸ δὲ ἀοιδὸν

ἀειδέμεναι, δῆλον ὅτι ἐτυμολογία ἐστί. Τὸ δὲ ἀνῆκεν, ἀντὶ τοῦ, ἀνέπεισεν. ἠρέθισεν.

ὡς καὶ ἐν ἄλλοις φαίνεται πολλαχοῦ. Τὸ δὲ κλέ' ἀνδρῶν, διασαφεῖται ἐν τῷ, νεῖκος

Ὀδυσσῆος καὶ Ἀχιλῆος. ἔνθα κάλλος ποιεῖ παρακείμενατὰ πάρισα. (ῃερς. 74.) Τὸ δὲ

οἴμης, οἱ μὲν μετὰ τοῦ ἀνδρῶν συντάσσουσιν. ἵνα ᾖ, κλέα ἀνδρῶν οἴμης. κάλλιον δὲ,

στίζειν εἰς τὸ ἀνδρῶν. εἶτα ὡς ἐξ ἄλλης ἀρχῆς ἀπὸ κοινοῦ σχηματίσαι καὶ εἰπεῖν. ὡς

ἄειδεν ἀπὸ οἴμης ἐκείνης, ἧς εὐρὺ τὸ κλέος ἦν. Οἴμη δὲ, ἡ διήγησις. ἀφ' ἧς καὶ τὸ

προοίμιον σύγκειται καὶ τὸ φροίμιον. ἀφ' οὗ καὶ ἡ φόρμιγξ καὶ τὸ φορμίζειν

παρῆχθαι δοκεῖ. (ῃερς. 78.) Τὸ δὲ χαῖρε νόῳ, τὸ βασιλικὸν ἐμβριθὲς δηλοῖ, ὡς τοῦ

βασιλέως μὴ προφαίνοντος ἐν τοῖς ἔξω τὴν χαρὰν, μὴ καὶ λυπήσῃ τοὺς ἀρίστους οἷα

καταγελῶν. (ῃερς. 81.) Τὸ δὲ κυλίνδετο πῆμα, καὶ ἀλλαχοῦ εἶπεν ὁ ποιητής. καὶ

δηλοῖ τὸ, ἄνωθεν ἐκ ∆ιὸς ἥκειν αὐτό. Ὅρα δὲ τὸ, πήματος ἀρχήν. οὐ γὰρ πολέμου ἦν

ἀρχὴ νῦν ἀλλὰ πήματος τοῦ κατὰ τὴν Τροίαν. Ἰστέον δὲ ὡς οὐ μάτην Ὅμηρος

πλάττει ᾄδειν τοιαῦτα τὸν ∆ημόδοκον, ἀλλ' ἵνα τῇ ἀναμνήσει κλαίων ὁ Ὀδυσσεὺς

γνωσθῇ εὐαφόρμως, αὐτὸς εἶναι ὁ ἐν τῇ Τροίᾳ μέγας Ὀδυσσεύς. καὶ οὕτως ἐπὶ πλέον

ἐλεηθῇ τὲ καὶ φιληθῇ. (ῃερς. 84.) Ὅτι ∆ημοδόκου ᾄδοντος τὴν εἰρημένην Τρωϊκὴν

οἴμην, μνησάμενος τῶν ἐκεῖ Ὀδυσσεὺς, πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ

στιβαρῇσι. (ῃερς. 85.) κὰκ κεφαλῆς ἤτοι κατὰ τῆς κεφαλῆς εἴρυσε, κάλυψε δὲ καλὰ

πρόσωπα. ὃ δήπου καὶ ὁ τούτου υἱὸς Τηλέμαχος ἐν τῇ Πύλῳ ἐποίει ἀλλ' ἐκεῖ μὲν ἡ

αἰτία οὐκ ἐτέθη. (ῃερς. 86.) ἐνταῦθα δὲ κεῖται οὕτως. αἴδετο γὰρ Φαίηκας ὑπ' ὀφρύσι

δάκρυα λείβων. συχνὰ δὲ τοῦτο ἐποίει. φησὶ γὰρ, ὡς ὅτε μὲν λήξειεν ἀείδων θεῖος

ἀοιδὸς, δάκρυ' ὀμορξάμενος, κεφαλῆς ἄπο φᾶρος ἔλεσκε. καὶ δέπας λαβὼν,

ἔσπενδεν. Αὐτὰρ ὅτ' ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν οἱ ἄριστοι ἐπεὶ τέρποντ'

ἐπέεσσιν, ἂψ Ὀδυσσεὺς κατὰ κρᾶτα (ῃερς. 92.) καλυψάμενος, γοάασκε. καὶ ἴσως οὐ

μόνον μνήμη ὑποκινοῦσα ἐξέθλιβε τῷ Ὀδυσσεῖ δάκρυον, ἀλλὰ καὶ ὅτι ἐπιλέγδην ὁ

θεῖος ἀοιδὸς οἴκτους ἐφόρμιζεν. Ἰστέον δὲ ὅτι δοκεῖ ἀνοίκειον ἀνδράσι τὸ δακρύειν,

καὶ μάλιστα παρὰ ξένοις. Ὀδυσσεὺς μέντοι παρὰ τῷ υἱῷ καὶ τοῖς δούλοις οἰκείοις

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

323

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!