18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἄνδρα γραφέα, λόγῳ δὲ ἀρετῆς ἀντιλαμβανόμενος ἐπέγραψε τοῖς αὐτοῦ ἔργοις.

ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων, τάδε ἔγραψε. καί τις φησὶν ὑπεραλγήσας,

παρέγραψε, ῥαβδοδίαιτος. Πολλὴ δὲ ἡ τῶν Φαιάκων τρυφὴ εἰ μὴ δὲ ψυχρολουτοῦσι

κατὰ τὴν βασιλικὴν κόρην ἀλλὰ θερμοῖς λοετροῖς χαίρουσιν ἅπερ καὶ ἡ κωμῳδία

σκώπτει, οὐδέν τι ἐπιστρεφομένη τῆς παροιμίας ἣ λέγει λουτρὰ Ἡράκλεια τὰ θερμά.

εἰ γὰρ καί τινες ἀνεῖσθαι αὐτὰ εἶπον τῷ Ἡρακλεῖ ὡς τρυφᾶν εἰδότι, ἀλλ' ἐκεῖνος μὲν

οὐ τοιοῦτος ἦν ὅς γε διὰ βίου ἐκακοπράγει στελλόμενος τὰ πολλὰ καὶ ὑπερόριος. ἡ

δὲ παροιμία, διὰ μόνον τὸ ἄτεχνον καὶ αὐτοφυὲς καὶ ἀπερίεργον τοῦ τοιούτου

λούματος, ἀνέθετο αὐτὰ τῷ Ἡρακλεῖ. δηλοῦσα, ὡς εἰ καί ποτε βάψει ἑαυτὸν

Ἡρακλῆς εἰς θερμὸν ὕδωρ, ἀλλ' ἐκεῖνο φύσις ἐξέζεεν αὐτομάτως, οὐ μὴν ἀνθρωπίνη

τέχνη περιέργως ἐθέρμανεν ὡς δι' αὐτοῦ ζῆν μαλακῶς ταυτόν δ' εἰπεῖν τρυφερῶς

κατὰ τοὺς παλαιούς. εἰ καὶ κατ' ἄλλον λόγον μαλακῶς ἔχειν λέγεται καὶ ὁ νοσεῖν

ἐναρξάμενος. καὶ μὴν εἴ τις ὀρθῶς ἐθέλει διαιτῆσαι, εἰ καὶ Ἡρακλῆς καὶ τὸ πᾶν

ἡρωϊκὸν γένος διπλοῖς ἀληθῶς λουτροῖς χρᾶται ὅσα τε φύσις ἐμπυρεύει καὶ ὅσα

τέχνη βαλανεύει ἀλλ' αὐτοὶ μὲν ποτὲ καὶ οὐδὲ πρὸς τρυφὴν, Φαίακες δὲ ἀεὶ φιλοῦσι

καὶ πρὸς ἁβρότητα δὲ τὰ λοετρά. εἰ δὲ ταῦθ' οὕτως ἔχει καὶ ὁ Φαίαξ βασιλεὺς ἐπὶ

τοιούτοις ἐσεμνύνατο, πῶς ἄν τις ψέξοι τὸν Ὀδυσσέα καὶ ἡγεμόνα Ἐπικούρῳ ἐρεῖ

γενέσθαι τῆς πολυθρυλήτου ἡδονῆς, ἐν οἷς ἔφη. οὐ γὰρ ἔγωγέ τι φημὶ τέλος

χαριέστερον καὶ ἑξῆς. δῆλον γὰρ ὅτι καθομιλῶν τοὺς καιροὺς Ὀδυσσεὺς ὑπὲρ τοῦ

δοκεῖν ὁμοήθης εἶναι τοῖς Φαίαξιν ὥς φασι Μεγακλείδης ὑπερλαλῶν τοῦ Ὀδυσσέως,

τὸ ἁβροδίαιτον αὐτῶν ἀσπάζεται οὗ μάρτυς ὁ βασιλεὺς ἐν ὁμίλῳ τρανώσας τὸν

λόγον. ἐνταῦθα δὲ χρήσιμον ἐκ τῶν Ἀθηναίου, καὶ τὸ, ὦ τέκνον, ποντίου θηρὸς

πετραίου ἤγουν πολύποδος, χρωτὶ μάλιστα νόον προσφέρων, πάσαις πολίεσσιν

ὁμίλει. τὸ παρεὸν δ' ἐπαινήσας, ἑκὼν ἄλλοτ' ἀλλοῖα φρόνει. δῆλον γὰρ, ὡς τοιοῦτον

ἐν τοῖς εἰρημένοις καὶ τὸ τοῦ Ὀδυσσέως ἦθος, τοῖσιν ἐφαρμοζουμένου ὅν κε δῆμον

ἵκηται, ὡς ἐν τῇ ˉε ῥαψῳδία προγέγραπται. ἀπὸ τούτων δὲ παραξέσασα καὶ ἡ κοινὴ

γλῶσσα, βούλεται τὸν φρονοῦντα ἄνθρωπον ὅτε που ἐς ἀλλοτρίαν παραβαλεῖ, κατὰ

τὸ ἐγχώριον ζῶμα ζώνυσθαι καὶ αὐτόν. (ῃερς. 249.) Ἐξημοιβὰ δὲ λέγει, τὰ, ἄλλο τε

ἄλλα ἀμειβόμενα. ὃ καὶ περιουσασμὸν Φαιακικοῦ πλούτου δηλοῖ. Τὸ δὲ καὶ εὐναὶ,

σεμνοῦ λόγου ἐστί. δηλοῖ γὰρ οὐχ' ἁπλῶς κοίτας, ἀλλὰ καί τι πλέον, εἰ χρὴ σεμνῶς

φράσαι τὸ σεμνόν. Ὅτι δὲ καὶ Ὀδυσσεὺς καθομιλῶν τὸν καιρὸν ἐπαινέσει τὸν

τοιοῦτον βίοτον κεχαρισμένα λέγων τοῖς ξενοδόχοις, μετ' ὀλίγα φανήσεται. ὅ που

δῆλον ἔσται ὅτι Ὀδυσσεῖ 1.295 διοικονομουμένῳ τοὺς καιροὺς ἔχοι ἂν παρατίθεσθαι

ὁ ὑστερογενὴς Ἀλκιβιάδης. ὃς ἐν Ἰωνίᾳ μὲν ὢν ἐφαίνετο τρυφερώτερος καθὰ

ἱστορεῖ Ἀθήναιος. ἐν Θήβαις δὲ σωμασκῶν καὶ γυμναζόμενος, τῶν Θηβαίων αὐτῶν

μᾶλλον Βοιώτιος. καὶ τὰ ἑξῆς. δοκεῖ γὰρ κόθορνος καὶ ἐκεῖνος εἶναι κατὰ τὴν

παροιμίαν, καὶ δεξιὸς πρὸς τὰ παραπίπτοντα σχηματίζεσθαι. καὶ μὴ γεγραμμένη

ἑστάναι εἰκὼν ἀνεπαίσθητος τοῦ εὖ ὅ φασιν ἔχοντος τοίχου. (ῃερς. 250.) Ὅτι

πιστούμενος ὁ βασιλεὺς ὅπερ εἶπεν ὡς δαΐς τε φίλη Φαίαξι κιθαρίς τε χοροί τε,

ἐπάγει εὐθέως. (ῃερς. 250.) ἀλλ' ἄγε Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι, παίσατε, ὡς

ἂν ὁ ξεῖνος ἐνίσπῃ τοῖς ἑαυτοῦ οἴκαδε νοστήσας, ὅσσον περιγινόμεθ' ἄλλων

ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστύϊ καὶ ἀοιδῇ. ὡς τοῦ ∆ημοδόκου ἀρίστου ὄντος ᾄδειν

ὑπὲρ πάντας ἀοιδούς. Καὶ ὅρα ὡς ἑνὶ κἀνταῦθα στίχῳ περιώρισεν ὁ βασιλεὺς

τέσσαρας ἀέθλους ἐφ' οἷς εὐδοκίμουν Φαίακες. (ῃερς. 250.) Ὅρα δὲ καὶ τὸ, ἄγε

βητάρμονες παίσατε. καὶ νῦν γὰρ ἐπιῤῥηματικῶς ἐῤῥέθη τὸ ἄγε, ὡς καὶ ἐν τῷ, ἀλλ'

ἄγε μοι δότε νῆα θοήν. Βητάρμονες δὲ, οἱ ἀγαθοὶ ὀρχησταὶ, παρὰ τὸ βαίνειν

ἐναρμονίως. τοὺς δὲ τοιούτους, καὶ δαήμονας ὀρχηθμοῦ ἐρεῖ. Τὸ δὲ παίσατε, ἀντὶ

τοῦ, παίξατε. ὡς ἀπὸ τοῦ παίζω παίσω. ὅθεν καὶ ἡ συμπαίστρια καὶ ὁ συμπαίστωρ

Ἀττικῶς. ὡς τοῦ παίζω παίξω, ∆ορικοῦ ὄντος. ὅθεν καὶ τὸ παίγνιον καὶ ὁ ἐμπαιγμός.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

335

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!