18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐποίησεν εἰπόντα τὸ, ζωρότερον δὲ κέραιε ἢ κέραιρε. οὐκ ἂν πάντως διαστείλαντα εἰ

μή τις ἦν καθημερινὴ κρᾶσις ὥς φησιν Ἀθήναιος. ὅτι δὲ ὕστερον οὕτως ὁ ἄκρατος

ἐφιλήθη, ὡς καὶ ἀγῶνα τελεῖσθαι ἀκρατοποσίας, καὶ ἔπαθλον δὲ τῷ πλεῖστον πίοντι,

δηλοῦσιν αἱ ἱστορίαι τῶν παλαιῶν. αἷς ἐνίσχεται καὶ ὁ μέγας Ἀλέξανδρος,

ἀθλοθέτης ἀγώνων τοιούτων προκαθήμενος. λέγεται δὲ καὶ Κλεομένης ὁ

Λακεδαιμονίων βασιλεὺς Σκύθαις ὁμιλήσας καὶ ἀκρατοπότης γενόμενος ὡς

Ἡρόδοτος ἱστορεῖ, μανῆναι ἐκ μέθης. ἐκ δὲ τοῦ τοιούτου σκυθικοῦ κακοῦ, τὸ

ἀκρατέστερον πίνειν, ἐπισκυθίζειν φασὶν οἱ Λάκωνες. εἴη δὲ ἂν τὸ τοιοῦτον πίνειν,

ἀχρειοῦν τὴν ἐκ τοῦ οἴνου ὄνησιν, ἀφ' ἧς ἐτυμολογεῖσθαι ὁ οἶνος δοκεῖ. ὃν ὁ ὑπὲρ

μέτρον ἐκπιὼν, ἄλλοις τὲ καλεῖται ὀνόμασιν οὐκ ἀγαθοῖς, καὶ ἔξοινος δὲ λέγεται. ὃ,

ταυτόν 1.30 ἐστι τῷ, λίαν οἰνωθείς. οὗ θηλυκὸν, ἡ ἐξοινία παρὰ τῷ Ἀθηναίῳ. οἷον.

οἱ περὶ Πλάτωνα καὶ Σπεύσιππον, οὐ χάριν ἐξοινίας τὰς συνόδους ἐποιοῦντο. ἀλλ'

ἵνα φαίνωνται καὶ τὸ θεῖον τιμῶντες, καὶ φιλικῶς ἀλλήλοις συμπεριφερόμενοι. εἰ δὲ

ἔξοινος λέγεται ὡς τὰ πολλὰ ὁ ἀπηλλαγμένος μέθης, ἔχει καὶ αὐτὸ εὐλογίαν διὰ τὴν

ˉεˉκ πρόθεσιν. δηλοῦσαν ποτὲ μὲν, τὸ ἔξω. ὅθεν ὁ νηφάλιος ἔξοινος. ποτὲ δὲ,

ἐπίτασιν. ἣν πάσχει ὁ οἴνου ἔμφορτος ἔξοινος. (ῃερς. 111.) Τὸ δὲ ἔμισγον ἐν

κρατῆρσιν οἶνον καὶ ὕδωρ, ἀφορμή ἐστι τῆς τοῦ κρατῆρος ἐτυμολογίας. ὡς οὕτω

καλουμένου, διὰ τὸ ἐν αὐτῷ τὰ τοιαῦτα συγκερᾶσθαι ἤτοι μίσγεσθαι.

ὠνοματοπεποίηται δὲ τὸ μίσγειν. ἐξ οὗ καὶ ἡ ἐν Ἰλιάδι μισγάγκεια. Γοργὸν δὲ σχῆμα

τὸ, κήρυκες καὶ θεράποντες οἱ μὲν, ἐποίουν τόδε, οἱ δὲ, τόδε. Ὅρα δὲ τὸ πολύτρητον

οἰκειότατον ὂν σπόγγοις ὥσπερ δικτύοις τὸ πολυωπόν. ὅτι δὲ τράπεζα κυρίως, οὐχὶ ἡ

ἐπὶ τριῶν ἱσταμένη, ἀλλ' ὡς γράφει Ἀθήναιος ἡ κατὰ τεσσάρων, δηλοῖ καὶ τὸ τῆς

λέξεως ἔτυμον. τετράπεζα γὰρ, καὶ συγκοπῇ δι' εὐφωνίαν, τράπεζα. ὥσπερ καὶ

τετράδραχμον τέτραχμον κατὰ τοὺς παλαιούς. καὶ φύσησις, φύσις διὰ τὸ ζωτικῷ

πνεύματι διαφυσᾶσθαι τὰ ζῶντα. εἰς δὲ τὴν τρίποδα, πέπαικταί τι τοῖς πάλαι.

Ἀριστοφάνους γοῦν φαμένου τράπεζαν ἡμῖν φέρε τρεῖς πόδας ἔχουσαν τέτταρας δὲ

μὴ ἐχέτω, λέγει ὁ ἐπιταχθεὶς, καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι; λέγει δέ

φασι καὶ Ἐπίχαρμος, οὕτω. τί δὲ ταδ' ἐστί; δηλαδὴ τρίπους. τί μὰν ἔχει πόδας

τέτταρας; οὐκ ἔστι τρίπους ἀλλ' οἶμαι τετράπους, ἔστι δ' ὄνομ' αὐτῇ τρίπους.

Κρατῖνος δέ φασι, τρισκελῆ λέγει τὴν τρίπουν. εἰπών. τράπεζαι τρισκελεῖς

σφενδάμνιναι. Ἐν τούτοις δὲ ὅρα τὸ τέττορας ∆ωρικῶς λεχθὲν, οὗ εὐθεῖα κεῖται παρ'

Ἡσιόδῳ. καὶ τὸ σφενδάμνιναι. οὗ ἀρσενικὸν, παρὰ τῷ κωμικῷ ἐν τῷ, ἄνδρες

μαραθωνομάχοι σφενδάμνινοι. τουτέστι, στερεοὶ κατὰ τὸ ἐκ τῆς σφενδάμνου ξύλον.

(ῃερς. 114.) Ὅτι τὸ τετιημένος ἦτορ ἤγουν τετιμωρημένος, λέξις ἐστὶ ποιητικὴ, ἀπὸ

ἀῤῥήτου ἐνεστῶτος τοῦ τιῶ τιήσω. τοιοῦτον δὲ καὶ τὸ βεβιημένος. καὶ τὸ λελιημένος

ἀντὶ τοῦ ἐπιθυμῶν. Τετιημένος δὲ ἦτορ, ὁ κατὰ ψυχὴν πάσχων. πρὸς διαστολὴν τοῦ

κατὰ σῶμα. Ὅτι ἁπλῶς μὲν ὀσσόμενος, ὁ βλέπων, ὀσσόμενος δὲ φρεσὶν ὁ

φανταζόμενος τὸ μὴ παρὸν, καὶ κατὰ νοῦν αὐτὸ βλέπων καὶ ἀνειδωλοποιούμενος.

ὡς ὁ Τηλέμαχος κάθηται ὀσσόμενος φρεσὶ πατέρα ἐσθλὸν, ἤγουν ὀνειροπολῶν ὡς ὁ

παραφραστὴς ∆ημοσθένης ἡρμήνευσε. καὶ τοῦτο ἦν ἡ εἰς αὐτὸν οὐρανόθεν ἔλευσις

τῆς Ἀθηνᾶς. ἐνθουσιάσας γὰρ οἷον, καὶ εἰς προθυμίαν ἔννουν ἀναβακχευθεὶς,

ποιήσει τὰ ἐφεξῆς δηλωθησόμενα. Ἰστέον δὲ ὅτι καὶ μαντικὴ λέξις ἔστιν ὅτε τὸ

ὄσσεσθαι, ὡς ἐν τῷ κάκ' ὀσσόμενος εἶπον τινές. μάλιστα δὲ τοιαύτη λέξις, τὸ

ὀττεύεσθαι. ἐπεὶ καὶ ὄσσα καὶ ὄττα, οἰωνοσκοπία φασὶν ἢ κληδών. Αἰολικῶς δὲ κατὰ

Ἡρακλείδην ἔχει τὸ ὄσσεσθαι. τὰ γὰρ εἰς πτˉω φησὶ βαρύτονα, οἱ Αἰολεῖς εἰς δύο

σίγμα μετατιθέασιν. οἷον. πέπτω πέσσω. ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη. ὄπτω

ὄσσω. ἐνταῦθα δὲ σημείωσαι ὡς εἰ καὶ ἐκ τοῦ ὄπτω γίνεται τὸ ὄσσω, ἀλλ' οὐχὶ καὶ ἐκ

τοῦ κατοπτεύω κατοσσεύω φασὶν οἱ Αἰολεῖς. ὅμοιον δὲ τοῖς ῥηθεῖσι, καὶ τὸ ἐνίπτω

ἐνίσσω. καὶ τὸ βλέπω ἐξ οὗ φησι τὸ ἀβλεπτῶ, βλέσσω. ᾧ παρενείροντές φησιν ἰδίῳ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

34

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!