18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

μυρόμενον. ἤγουν κατά τινα ποιὸν ἦχον ῥέοντα. ἐκ δὲ τοῦ τοιούτου μύρεσθαι, καὶ τὸ

μορμύρειν γίνεται. ὡς καὶ ἐκ τοῦ μαίρειν, τὸ μαρμαίρειν παράγεται. δοκεῖ δ' ἐκ τοῦ

αὐτοῦ γίνεσθαι καὶ τὸ λαμυρόν. εἴγε λαμυρόν φασιν οἱ παλαιοὶ, εὔλαλον.

εὐτράπελον. καὶ ὕστερον δέ, μύρεσθαι τὸ κλαίειν ἐῤῥέθη παρὰ τὸ αὐτὸ αἴτιον. ἵνα ᾖ

μύρεσθαι, τὸ κατὰ ῥοῦν τινα προχέειν δά 1.231 κρυα. ἢ καὶ ἄλλως, ὑπηχεῖν κατὰ

ἤχου τινὸς ὁμοίου ποιότητα. (ῃερς. 462.) Ὅτι ἐκ ποταμοῦ λιασθεὶς Ὀδυσσεὺς, σχοίνῳ

ὑπεκλίνθη, τῇ αὐτοφυῶς ἐν ὑδρηλοῖς φυομένῃ τόποις. (ῃερς. 463.) κύσε δὲ ζείδωρον

ἄρουραν. ὅ ἐστιν, ἐφίλησε τὴν γῆν ὡς καὶ Ἀγαμέμνων πρὸ τούτου ποιῆσαι

δεδήλωται. Ἰστέον δὲ ὅτι τὸ κύειν καὶ κύσαι καθὰ καὶ τὸ φιλεῖν, ταπολλὰ μὲν,

συμβολὴν χειλέων δηλοῖ ὡς καὶ ἐνταῦθα καὶ ἑτέρωθι πολλαχοῦ. καὶ διάθεσιν δὲ

ψυχικὴν ὅθεν ὁ κύων τὸ ζῷον παρῆκται καὶ τὸ κυνεῖν καὶ προσκυνεῖν. λαμβάνεται

δὲ ἀποτελέσματός τινος λόγῳ καταχρηστικῶς, καὶ ἐπὶ γεννήσεως. μετὰ μέντοι τῆς

ˉεν προθέσεως καὶ τῆς ὑπˉο, σύλληψιν βρέφους ἡ λέξις δηλοῖ. τοιοῦτον γὰρ ἡ

ἔγκυος. καὶ τὸ ἐγκυμονεῖν. καὶ τὸ, ἥδ' ὑποκυσσαμένη τέκε. καὶ ἄλλως δέ ποτε δίχα

προθέσεως, κύειν λέγεται τὸ κατὰ γαστρὸς ἔχειν. ὅτι δὲ καὶ κυῶ κυήσω

περισπωμένως λέγεται τὸ γεννῶ, οἱ κυήτορες δηλοῦσι καὶ τὸ ἐκύει ἤγουν ἐγέννησε,

καὶ ἡ κύησις. (ῃερς. 466.) Ὅτι καὶ σωθέντι τῷ Ὀδυσσεῖ, ἀμηχανεῖν ἔπεισιν ὡς εἰ μὲν

ἐν ποταμῷ δυσκηδέα φησὶ νύκτα φυλάξω, μή μ' ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς

ἑέρση ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν. αὔρη δ' ἐκ ποταμοῦ ψυχρὴ πέλεται

ἠῶθι πρό. εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην, θάμνοισι πυκινοῖσι

καταδραθῶ, εἴ με μεθίει ῥῖγος καὶ κάματος γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ, δείδω μὴ

θήρεσσιν ἕλωρ καὶ κῦρμα γένωμαι. οὕτω δὲ αὐτῷ φρονοῦντι, δοάσατο τουτέστιν

ἐδόκησε κέρδιον εἶναι, (ῃερς. 474.) βῆναι εἰς τὴν ὕλην, κἀκεῖ καταδραθεῖν. τοῦτο γὰρ

εὐπλαστότερον πιθανῶς ἔδοξε τῷ ποιητῇ. ἐπεὶ καὶ κρεῖττον τοῦ ὁμολογουμένου

κακοῦ, τὸ ἄδηλον. τὸ ῥῖγος μὲν γὰρ καὶ ὁ ἐκεῖθεν κάματος, ἐκδηλότατα. τὸ δ' ἐκ τῶν

θηρίων κακὸν, οὐχ' οὕτως. εὗρε δὲ τὴν τοιαύτην ὕλην, σχεδὸν ὕδατος, ἐν (ῃερς.

476.) περιφαινομένῳ ἤγουν ἐν περιόπτῳ τόπῳ. οὔτε γὰρ ἔδει ἐρευνᾶν ποῦ ἂν εὕρῃ

τοιοῦτον τόπον, οὔτε μακρὰν ἀπελθεῖν γυμνόν τε ὄντα καὶ ὀλιγηπελέοντα ὡς

ἐῤῥέθη καὶ ἐκπεπνευκότα μικροῦ τὴν ψυχήν. (ῃερς. 468.) τοῦτο γὰρ δηλοῖ ὡς καὶ

ἀλλαχοῦ ἐλέχθη, τὸ, κεκαφηότα θυμόν. καφῶ γὰρ καφήσω, τὸ ἐκπνέω. ἐκ τοῦ

κάμπτω κάψω κέκαφα. ὅθεν καὶ κάπη ὡς προεῤῥέθη, ἡ φάτνη. καὶ κάφος, τὸ πνεῦμα.

ἐξ οὗ καὶ κῆπος, ὁ ὑπὸ ἀνέμων φασὶ καταπνεόμενος. (ῃερς. 466.) ∆υσκηδέα δὲ νύκτα

λέγει, τὴν δυσφύλακτον καὶ δυσφρόντιδα. πρὸς διαστολὴν τῆς ἀναπαυσίμου. (ῃερς.

467.) Τὸ δὲ μή μ' ἄμυδις στίβη καὶ ἑέρση δαμάσῃ, ἐλλειπτικῶς εἴρηται. λείπει γὰρ τὸ

δείδω ἤ τι τοιοῦτον. διὸ ἐντελῶς ἔχει τὸ, εἰ δὲ ἐς κλιτὺν ἀναβὰς καταδράθω, δείδω

μὴ θήρεσσιν ἕλωρ καὶ κῦρμα γένωμαι. ἅπερ κεῖται καὶ ἐν τῇ ˉγ ῥαψῳδίᾳ. ἔνθα ὁ

σώφρων ἀοιδὸς ἐν νήσῳ ἐρήμῃ κατελείφθη οἰωνοῖσιν ἕλωρ καὶ κῦρμα γενέσθαι.

Στίβη δὲ ὥς που καὶ ἐν τοῖς ἑξῆς, ἡ ἑωθινὴ πάχνη. παρὰ τὸ στείβω τὸ καταπατῶ καὶ

πυκνοποιῶ. ὅθεν καὶ στίβος ἡ ἐν τῷ καταπατεῖσθαι πυκνουμένη ὁδός. πυκνοῦται

γὰρ ἡ δρόσος παχνουμένη. Ἑέρση δὲ μετὰ δασέος πνεύματος Ἀττικῶς, ἡ δρόσος. ὡς

ἐν τῇ Ἰλιάδι δεδήλωται ἱκανῶς. ἡ λεγομένη καὶ δισυλλάβως ἔρση, ὡς δηλοῖ τὸ,

λωτόν θ' ἱρσήεντα. Θῆλυς δὲ, ἡ θρεπτικὴ τῶν φυτῶν. ἐκ μεταφορᾶς τῶν ζῴων ἐν οἷς

τὰ θήλεα θρεπτικά εἰσι τῶν νεογνῶν, μᾶλλον ἤπερ τὰ ἄῤῥενα. ποιητικῶς δὲ εἶπε τὸ

θῆλυς ὁμοίως τῷ, πουλὺν ἐφ' ὑγρήν. τοιοῦτον καὶ τὸ, θῆλυν τε μέλαιναν. καὶ τὸ,

θῆλυς ἀϋτμή. (ῃερς. 469.) Τὸ δὲ ἠῶθι πρὸ, ἀντὶ τοῦ πρὸ ἠοῦς ὅ ἐστι πρωΐας. (ῃερς.

470.) Τὸ δὲ ἐς κλιτὺν ἀναβὰς, ὑψηλὴν πρόσβασιν ὄρους δηλοῖ τὴν κλιτὺν εἶναι, διὰ

τοῦ ἀναβάς. κοινῶς δὲ, τὰ παρὰ τὸ κλίνω, ὕψός τι δηλοῖ. οἷον. ἡ ἐπὶ θρόνου κλισία.

καὶ ὁ κλισμός. καὶ ἡ κλίνη. καὶ τὸ ἀνάκλιντρον. καὶ ἡ κλίμαξ. ἴσως δὲ καὶ τὸ κλίτος.

Ἡ δὲ δάσκιος ὕλη, ἐπίτηδες ἐξεφωνήθη. τοιαύτη γὰρ περισώσεται τὸν Ὀδυσσέα.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

263

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!