18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

καὶ ἀοιδός. οὔτε γὰρ ἀγαθὴ φρὴν ἀνενδεὴς ἀοιδοῦ τοιούτου, καὶ ὁ ἀοιδὸς δὲ, ἀγαθὰς

ἂν φρένας διδάξῃ. ἀποσεμνύνει δὲ ὁ ποιητὴς ἐνταῦθα τὴν κατ' αὐτὸν τέχνην, εἴγε

καὶ αὐτὸς ἀοιδός ἐστιν. ἀπολύτως δὲ ἀοιδὸς ὁ τοιοῦτος λέγεται, κατὰ τρόπον ἐξοχῆς.

οἱ μέντοι ἀοιδοὶ τῶν θρήνων καὶ οἱ περὶ γάμους καὶ εἴ τινες τοιοῦτοι, ἑτεροῖόν τι

γένος ἦσαν ἀοιδῶν. τινὲς δὲ ἀοιδὸν, τὸν εὐνοῦχον παρενόησαν, ὡς αἰδοῖα μὴ

ἔχοντα. οἱ δὲ παλαιοὶ περὶ τοῦ Ὁμηρικοῦ τούτου ἀοιδοῦ, γράφουσι καὶ τοιαῦτα. τὸν

ἀοιδὸν τὸν παρὰ τῇ Κλυταιμνήστρᾳ, οἱ μὲν Χαριάδην οἴδασι καλεῖσθαι. οἱ δὲ

∆ημόδοκον. οἱ δὲ Γλαῦκον. ὁ δὲ Φαληρεὺς ∆ημήτριος ἱστορεῖ ὅτι Μενέλαος ἅμα

Ὀδυσσεῖ ἐλθὼν εἰς ∆ελφοὺς ἤρετο περὶ τῆς εἰς Ἴλιον στρατείας ἀγωνοθεροῦντος

Κρέοντος τὸν ἐνναετηρικὸν ἀγῶνα τῶν Πυθίων. ἐν ᾧ ἐνίκα ∆ημόδοκος Λάκων,

μαθητὴς Μυκηναίου Αὐτομήδους τοῦ δι' ἐπῶν γράψαντος τὴν Ἀμφιτρύωνός τε

μάχην πρὸς Τηλεβόας, καὶ τὴν ἔριν Κιθαιρῶνος καὶ Ἑλικῶνος. ἀφ' ὧν τὰ ἐν Βοιωτίᾳ

ὄρη ἐκλήθησαν. ἦν δέ φησι καὶ αὐτὸς μαθητὴς Περιμήδους Ἀργείου, διδάξαντος

αὐτόν τε καὶ τὸν ῥηθέντα Μυκηναῖον Αὐτομήδην. καὶ Λικύμνιον τὸν Βουπρασιέα.

καὶ Φαρίδαν τὸν Λάκωνα. καὶ Πρόβολον τὸν Σπαρτιάτην. τότε δὴ Μενέλαος μὲν τῇ

προνοίᾳ Ἀθηνᾷ τὸν τῆς Ἑλένης ὅρμον ἀνέθηκεν ἐν ∆ελφοῖς. Ἀγαμέμνων δὲ, τὸν

∆ημόδοκον εἰς Μυκήνας ἀκολουθῆσαι πείσας, ἔταξε, τὴν Κλυταιμνήστραν τηρεῖν.

ἐτίμα γὰρ λίαν φησὶ τοὺς ἀοιδοὺς, ὡς διδασκάλους τῶν τε θείων καὶ ἀνθρωπίνων.

δηλοῖ δέ φησι καὶ Κλυταιμνήστρα τὴν εἰς αὐτὸν τιμήν. οὐ γὰρ φονεύειν ἀλλ'

ἀφορίζειν αὐτὸν ἀφῆκε. Τιμόλαος δὲ, τὸν ἀοιδὸν τοῦτον, ἀδελφὸν ἱστορεῖ τοῦ

Φημίου. ὃν ἀκολουθῆσαι φησὶ τῇ Πηνελόπῃ εἰς Ἰθάκην φύλακα. διὸ καὶ βίᾳ παρὰ

τοῖς μνηστῆρσιν ᾄδει. Ἰστέον δὲ ὅτι καὶ ὁ Ἀθήναιος ἀποσεμνύνων τοὺς ἀοιδοὺς καὶ

βιωφελὲς εἶναι τὸ κατ' αὐτοὺς φῦλον παραδιδοὺς, λέγει ὅτι σῶφρον ἦν τι τὸ τῶν

ἀοιδῶν γένος, καὶ φιλοσόφων διάθεσιν ἐπέχον. ὁ βασιλεὺς οὖν ἀοιδὸν καταλείπει τῇ

γυναικὶ φύλακα καὶ παραινετῆρα. ὃς πρῶτα μέν φησιν, ἀρετὰς γυναικῶν

διερχόμενος καθὰ δηλαδὴ Ἀχιλλεὺς ἄειδε κλέα ἀνδρῶν, ἐνέβαλλέ τινα τῇ βασιλίδι

φιλοτιμίαν εἰς καλοκαγαθίαν. εἶτα διατριβὴν παρέχων ἡδεῖαν, ἀπεπλάνα τὴν

διάνοιαν φαύλων ἐπινοιῶν. διὸ Αἴγισθος οὐ πρότερον διέφθειρε τὴν γυναῖκα, πρινὴ

τὸν ἀοιδὸν ἐκποδῶν ἔθετο. τοιοῦτος καὶ ὁ παρὰ τοῖς μνηστῆρσι Φήμιος ὃς ἤειδεν

ἀνάγκῃ, τοὺς ἐφεδρεύοντας τῇ Πηνελόπῃ βδελυττόμενος. κοινῶς δέ που πάντας

τοὺς ἀοιδοὺς, ἀοιδοίους ἀνθρώπους εἶναί φησι καὶ 1.126 Μουσῶν μαθητὰς καὶ

φίλους. εἰ δὲ ὁ παρὰ Φαίαξι ∆ημόδοκος μοιχείαν Ἄρεος ᾄδει ἐπὶ Ἀφροδίτῃ, οὐκ

ἀποδεχόμενός φησιν ᾄδει, ἀλλ' ἀποτρέπων αὐτοὺς παρανόμων ὀρέξεων, εἰδὼς ἐν

τρυφερῷ βίῳ τεθραμμένους. κἀντεῦθεν ὅμοια τοῖς τρόποις αὐτῶν προσφέρων. καθὰ

καὶ τοῖς μνηστῆρσιν ὁ Φήμιος, πρὸς τὴν αὐτῶν βουλὴν ᾄδει νόστον Ἀχαιῶν. οὕτω δὲ

καὶ αἱ Σειρῆνες τῷ Ὀδυσσεῖ, τὰ τέρψοντα, ὡς οἰκεῖα τῇ αὐτοῦ φιλοτιμίᾳ καὶ

πολυμαθείᾳ. εἰ δέ τι χρὴ καὶ ἐξ ἀψύχου ὕλης ἀποσεμνύναι ἀοιδὸν, ἰστέον ὅτι

Ἀλεξάνδρου τοῦ μεγάλου κατασκάπτοντος τὰς ἑπταπύλους Θήβας, ἐνέθετό τις ὡς ὁ

Ἀθήναιος ἱστορεῖ, χρυσίον εἰς ἱμάτιον κοῖλον ἀνδριάντος Κλέωνος Θηβαίου ἀοιδοῦ.

συνοικιζομένης δὲ τῆς πόλεως ὕστερον ἐπανελθὼν, εὗρε τὸ χρυσίον μετὰ ἔτη

τριάκοντα. λογιστέον δ' ἐνταῦθα καὶ ὡς ἀοιδὸν μὲν ἄνδρα σοφὸν ἀπεχθῶς ἔχειν

πρὸς μοιχείαν, καινὸν οὐδέν. ἐκεῖνο δὲ ξενίζει ὡς μάλιστα, εἰ καὶ ἀλόγῳ ζῴῳ

τοιαύτη ἀρετὴ ἐμφαίνεται. πορφυρίων γοῦν φασι τὸ ὄρνεον ὃς λίβυς μέν ἐστιν ἱερὸς

δὲ τῶν ἐκεῖ θεῶν καθὰ καὶ ἡ ἴβις, λέγεται διαιτώμενος ἐν οἰκίαις τηρεῖν τὰς

ὑπάνδρους τῶν γυναικῶν, πικρῶς ἔχων τοιαύτην αἴσθησιν φασὶν ἐπὶ ταῖς

μοιχευομέναις, ὥς θ' ὅταν τοῦ θ' ὑπονοήσῃ, προσημαίνει φασὶ τῷ δεσπότῃ ἀγχόνῃ

τὸ ζῆν περιγράψας. ἔχει δέ φασιν ὁ τοιοῦτος ὄρνις μέγεθος κατὰ ἀλεκτρυόνα.

ἐχθαίρων δὲ τοὺς προσιόντας αὐτοῦ τῇ τροφῇ, λαμβάνει τροφὴν ἐν σκότῳ

καταδυόμενος. καλεῖται δὲ πορφυρίων, διὰ τὸ τοῦ ῥύγχους φοινικοῦν. Ἔνθα ὅρα ὡς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

143

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!