18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

εὐθέως καὶ μνήμη. καὶ μνήμη μὲν γενικῶς, τύπωσις ψυχῆς. μνεία δὲ, λόγος φασὶ

κατὰ ἀνανέωσιν λεγόμενος. καὶ μνήμη μὲν, ἡ τῷ μνημονικῷ συνοικοῦσα. μνεία δὲ,

προγεγονότος τινὸς ὑπόμνησις εἰς ἶσον ἥκουσα τῇ ἀναμνήσει. (ῃερς. 235.) Μεγαίρω

δὲ, τὸ μέμφομαι. ἐπεὶ καὶ φθονεῖν, τὸ μέμφεσθαι ὡς ἐν τῇ ˉα ῥαψῳδίᾳ ἐφάνη. (ῃερς.

236.) Κακοῤῥαφία δὲ λογισμοῦ, ἡ κακοσυνθεσία καὶ ἀναρμοστία, πρὸς διαστολὴν τοῦ

φρενήρους ὃς ἀραρυίας ἔχει τὰς φρένας. ἔτι δὲ, καὶ ἡ κακοβουλία. ὅπερ ἀλλαχοῦ

διαλύσας ὁ ποιητὴς, κακὰ ῥάπτειν φησὶν ἐπὶ ἑτέρας ἐννοίας. (ῃερς. 237.) Τὸ δὲ

παρθέμενοι κεφαλὰς, ἀντὶ τοῦ προτείναντες. ἢ ὡς ἐν ἐπιξήνῳ ἤτουν ἐπικόπῳ, ἤτοι

ἐπικορμίῳ θέντες ὥστε κοπῆναι. οἱ δὲ παλαιοὶ, οὕτω φασίν. ὡς μὴ ἐπικείμενοι τὰς

ἑαυτῶν φασὶ κεφαλὰς ἀλλὰ παρατεθειμένοι. προϊὼν δέ που ὁ ποιητὴς, καὶ

ἐπιθαλαττίων λῃστῶν τοῦτο ἐρεῖ. (ῃερς. 239.) Τὸ δὲ οἷον ἅπαντες, θαυμαστικῶς

εἴρηται, ὡς καὶ πρὸ τούτου τὸ, οἷον ἀναΐξας ἄφαρ οἴχεται, καὶ, οἷον δή νυ θεοὺς

βροτοὶ αἰτιόωνται. (ῃερς. 240.) Ἄνεῳ δὲ, οἱ ἄφωνοι, ὡς καὶ ἀλλαχοῦ κεῖται. ἀπὸ τοῦ

ἄνω ἄναυος, ἄναος. καὶ Ἀττικῶς, ἄνεως ὡς Μενέλεως. καὶ πληθυντικὸν, ἄνεῳ.

εὕρηται δέ που, καὶ ἀντὶ ἐπιῤῥήματος. Τὸ δὲ καθαπτόμενοι ἐπέεσσιν, αἰσχύνει τοὺς

Ἰθακησίους εἰ μὴ δὲ λόγοις ἅπτονται τῶν βιαίων μνηστήρων. τοῦτο δὲ διέσταλται

τοῦ, χερσὶν ἅπτεσθαι, ὡς δυσχερεστέρου ὄντος. ὁμοίως ἐντρέπει καὶ τὸ, πολλοὶ

ἐόντες. ῥᾷον γὰρ δοκεῖ τοὺς πλείους τῶν ἡττόνων περιγενέσθαι. (ῃερς. 241. σθθ.)

Ὅτι ἀκμάζων ὁ ποιητὴς ἐν ταῖς τῶν μνηστήρων δημηγορίαις, τὸν μὲν Ἀντίνοον,

ἁπλούστερον δημηγοροῦντα πεποίηκε καὶ ἀφελέστερον. τὸν δὲ Εὐρύμαχον,

ἐμβριθέστερον ἐκείνου καὶ ἁδρότερον. ἐνταῦθα δὲ Λειώκριτόν τινα μνηστῆρα

βραχύλογον μὲν πλάττει, θρασύτερον δὲ ἐκείνων. ὃς οὐ μόνον τὸν Ὀδυσσέα

ἐξευτελίσει, ἀλλὰ καὶ τὴν ἀγορὰν ταχὺ λύσει ἣν οὐκ ἐκάθισεν αὐτός. ὥστε εἶναι

εἰπεῖν, ὡς εἰ καὶ τὰς τῶν ἄλλων ἀνδρῶν ἀγορὰς κατὰ τὸν ποιητὴν Θέμις λύει καὶ

καθίζει, ἀλλὰ τὴν σήμερον ἐν Ἰθάκῃ ταύτην, Θέμις μὲν ἐκάθισεν, ἀθεμίστου δὲ

ἀνδρὸς ὕβρις ἔλυσε. δημηγορεῖ δὲ ὁ Λειώκριτος, οὕτω. Μέντορ ἀταρτηρέ. φρένας

ἠλεέ. ποῖον ἔειπες, Ἡμέας ὀτρύνων καταπαυέμεν; ἀργαλέον δὲ ἀνδράσι καὶ 1.95

πλεόνεσσι μαχήσασθαι περὶ δαιτί. Εἴ περ γάρ κ' Ὀδυσσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν

∆αινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς Ἐξελάσαι μεγάροιο μενοινήσει ἐνὶ

θυμῷ, Οὔ κέν οἱ κεχάροιτο γυνὴ, μάλα περ χατέουσα, ἐλθόντι, ἀλλά κεν αὐτοῦ

ἀεικέα πότμον ἐπίσποι, Εἰ πλεόνεσσι μάχοιτο. σύ δ' οὐ κατὰ μοῖραν ἔειπες. Ἀλλ' ἄγε

λαοὶ μὲν σκίδνασθ' ἐπὶ ἔργα ἕκαστος, Τούτῳ δ' ὀτρυνέει Μέντωρ ὁδὸν ἠδ'

Ἁλιθέρσης. Οἱ ἐξ ἀρχῆς αὐτῷ πατρώϊοι ἑταῖροι. ἐφ' οἷς εἰπὼν ὡς δηθὰ καθήμενος ἐν

Ἰθάκῃ, ἀγγελιῶν πεύσεται, τελέει δ' ὁδὸν οὔποτε ταύτην, λῦσεν ἀγορὴν αἰψηρήν.

καὶ οἱ μὲν ἄλλοι, ἕκαστος εἰς τὰ ἑαυτοῦ ἐσκίδναντο. Μνηστῆρες δ' ἐς δώματ' ἴσαν

θείου Ὀδυσσῆος. (ῃερς. 246.) Καὶ ὅρα τὸ θείου, ὡς Ὅμηρος μὲν, οὕτω τὸν Ὀδυσσέα

ἠξίωσεν εἰπεῖν. ὁ δὲ ἀλαζὼν Λειώκριτος, ὡς ἕνα τῶν τυχόντων, Ἰθακήσιον αὐτὸν

ἐκάλεσεν. Ἔτι ὅρα καὶ ὡς ἀντεπιχειρῶν τοῖς τοῦ Μέντορος ὁ Λειώκριτος, ἀργαλέον

τε λέγει τοὺς Ἰθακησίους ἀντικαταστῆναι καὶ πλέονας ὄντας, δαινυμένοις τοῖς

μνηστῆρσιν, ὅπερ ἐστι κεφάλαιον τοῦ ἀδυνάτου, καὶ εἰς τὸν Ὀδυσσέα περιτρέπει

αὐτὸς τὸ τοῦ Μέντορος νόημα, εἰπὼν τοὺς μνηστῆρας μᾶλλον περιγενήσεσθαι τοῦ

Ὀδυσσέως ὡς αὐτοῦ πλείονας. τὰ δ' ἄλλα ἡ δημηγορία τῷ Λειωκρίτῳ, πάντῃ

ὑπόκενος. οὔτε γὰρ δίκαιον οὐδὲ μὴν πιθανὸν ἢ εὐφυὲς λέγει οὐδέν. θρασὺς ὢν

μόνον καὶ λύσαι τὴν ἀγορὰν ἀναγκαίως προθέμενος. ἀγερωχίαν μέντοι ἔχει τινὰ ὁ

λόγος αὐτοῦ, ἐν τῷ, ἀργαλέον ἀνδράσι καὶ πλεόνεσσι μαχέσσασθαι. (ῃερς. 245.)

Νοουμένων ἀνδρῶν, τῶν ἀνδρείων. καὶ ἀντιτιθεμένης ποιότητος ἀνδρικῆς, πρὸς τὸ

ἁπλῶς πλῆθος. ἵνα λέγῃ, ὅτι ἀργαλέον καὶ τοῖς πλεόνεσσι, μαχέσσασθαι πρὸς

ἀνδρείους ἡμᾶς. (ῃερς. 242.) Ἰστέον δὲ ὅτι ὁ μὲν Λειώκριτος εἴη ἂν τοῦ λεὼ ἔκκριτος

κατὰ ἐτυμολογικὴν ἀνάπτυξιν. καὶ ἦν μὲν γράφεσθαι τὴν ἄρχουσαν διὰ τοῦ ˉη καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

108

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!