18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἵππου κενότητα. ἕτερος δέ τις οὐκ ἂν εἰπεῖν φείσαιτο τὴν λέξιν ὡς ἐπὶ δῆθεν οἷον

ἐγκυμονοῦντος τοῦ τοιούτου ἵππου τεθῆναι. κατὰ τὸ, πλήσας δὲ νηδὺν, ὅπερ

Εὐριπίδης ἐν Κερκυόνι φησὶν, ἀντὶ τοῦ ἐγκύμονα ποιήσας. (ῃερς. 496.) Τὸ δὲ κατὰ

μοῖραν, ταυτόν ἐστι τῷ, κατὰ κόσμον ὅπερ ἀνωτέρω αὐτοῦ εἴρηται. (ῃερς. 497.) Τὸ δὲ

1.312 πᾶσι μυθήσομαι, ὑπερβολικῶς εἴρηται. οὐ γὰρ δήπου δύναται πᾶσι ἀνθρώποις

ὁ Ὀδυσσεὺς δηλῶσαι τὰ κατὰ τὸν ∆ημόδοκον. ὥσπερ οὐδὲ οἱ κατὰ τὴν μῆνιν τοῦ

Ἀχιλλέως ἐν Τροίᾳ πεσόντες ἑλώρια οἰωνοῖς ἅπασι γένοιντ' ἄν. ἄλλως δὲ μαντικῶς

εἴρηται τῷ ποιητῇ τὸ, πᾶσι μυθήσομαι, ὡς τῆς αὐτοῦ ποιήσεως παγκοίνου ἐσομένης

διὰ τὴν κατ' αὐτὸν ἔμμουσον ᾠδικήν. πολλαχόθεν δὲ δῆλον, ὡς ἐχρῆν καὶ

μαντικοὺς εἶναι τοὺς ποιητάς. (ῃερς. 499.) Τὸ δὲ ὁρμηθεὶς θεοῦ, ἀντὶ τοῦ, κινηθεὶς

ὑπὸ Μούσης. κάτοχοι γὰρ Μούσαις ἐδόκουν οἱ ἀοιδοί. καθὰ καὶ οἱ μαχόμενοι Ἄρει

κάτοχοι. καὶ οἱ μάντεις, Ἀπόλλωνι. ἀμέλει κἄν τις τὸν μάντιν παυσάμενον τοῦ

λέγειν ἤρετο τί ἐλάλει, ὁ δὲ, οὐδέν τι εἶχεν εἰπεῖν. διὸ καὶ οἱ ταχυγραφοῦντες καὶ τὰ

μαντικὰ ἔπη μεταλαμβάνοντες, εἴ που ἐνελείφθη τι τοῦ ἔπους εἶτα ἑαυτοῦ γεγονότα

τὸν μάντιν ἀνηρώτων ἐθέλοντες ἀποδοῦναι τὸ τοῦ στίχου πλῆρες, οὐκ εἶχεν ἐκεῖνος

ἄρτιον ποιῆσαι τὸ ἔπος, οἷα μὴ μεμνημένος τῶν τοῦ θεοῦ. Τὸ δὲ θεοῦ ἄρχεσθαι καὶ

ἐφερμηνευτικὸν ἔστι πως τοῦ, θέσπιν ἀοιδήν. ἣν δηλαδὴ ἐκ θεοῦ τις ἔπει ὅ ἐστι

λαλεῖ. ἢ, ἣν θεὸς ὀπάζει. κατὰ τὸ, θεὸς ὤπασε θέσπιν ἀοιδήν. ἵνα εἴη καὶ τοῦτο

ἐτυμολογικὸς τρόπος. (ῃερς. 499.) Τὸ δὲ φαῖνε δ' ἀοιδὴν, ἀντὶ τοῦ, ἐξ ἐνδιαθέτου καὶ

κρυπτοῦ εἰς προφορὰν ἐξέφαινε. σκεψάμενος πρῶτα εἶτα ἐκφῄνας. ἢ καὶ ἄλλως,

ἔφαινεν ἀοιδὴν, ἀντὶ τοῦ σαφῶς ᾖδεν, ἀπὸ τοῦ φαίνω τὸ λάμπω. φῶς γὰρ λόγου ἡ

σαφήνεια. ὅτι δὲ οἱ ὕστερον Ἀττικοὶ οὐκ ἀγαθὴν λέξιν εἶχον τὸ φαίνειν, δηλοῖ καὶ ὁ

συκοφάντης. καὶ ὁ παρὰ τῷ κωμικῷ Φανὸς ὑπογραφεὺς δικῶν. ἐν τοῖς τοιούτοις δὲ

χωρίοις κεῖται καὶ τὸ ἥρῳ κατὰ δοτικήν. φησὶ γάρ. ἐν χερσὶν ἔθηκεν ἥρῳ ∆ημοδόκῳ.

ὅπερ ἢ ἀποκοπὴν ἔπαθεν ἐκ τοῦ ἥρωϊ, ἢ ἀπὸ κλίσεως ἰσοσυλλάβου ἐστὶν, ὁ ἥρως τοῦ

ἥρω. τοιούτου λόγου καὶ τὸ, γέλω ἔθανον. καὶ μετ' ὀλίγα δὲ ἐν τῷ, οἷος δόμος

Ἀλκινόοιο ἥρως, δοκεῖ τισὶ τὸ ἥρως μὴ κλητικὴν ἀλλὰ γενικὴν εἶναι, συγκοπεῖσαν

ἐκ τοῦ ἥρωος. (ῃερς. 499.) Ὅτι ∆ημόδοκος θεοῦ ἀρξάμενος ἔφαινεν ὡς ἐῤῥέθη

ἀοιδήν. ἔνθεν ἑλὼν, ὡς οἱ μὲν ἐϋσσέλμων ἐπὶ νηῶν βάντες ἀπέπλειον πῦρ ἐν

κλισίῃσι βαλόντες Ἀργεῖοι. τοὶ δ' ἤδη ἀγακλυτὸν ἀμφ' Ὀδυσσῆα εἵατ' ἐνὶ Τρώων

ἀγορῇ κεκαλυμμένοι ἵππῳ. αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο, ὣς ὁ μὲν

εἱστήκει. τοὶ δ' ἄκριτα πόλλ' ἀγόρευον, ἥμενοι ἀμφ' αὐτόν. τρίχα δέ σφισιν ἥνδανε

βουλή. ἠὲ διατμῆξαι κοῖλον δόρυ νηλέϊ χαλκῷ. ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας

ἐπ' ἄκρας. ἠὲ ἐᾶν μέγ' ἄγαλμα θεῶν θελκτήριον εἶναι. τῇ περ δὴ καὶ ἔπειτα

τελευτήσεσθαι ἔμελλεν. αἶσα γὰρ ἦν, ἀπολέσθαι ἐπὴν πόλις ἀμφικαλύψῃ δουράτεον

μέγαν ἵππον ὅθι εἵατο πάντες ἄριστοι Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες.

ἤειδεν δ' ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον

ἐκπρολιπόντες. ἄλλον δ' ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν. αὐτὰρ Ὀδυσσῆα ποτὶ

δώματα ∆ηϊφόβοιο βήμεναι ἠΰ τ' Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ. κεῖθι δὴ αἰνότατον

πόλεμον φάτο (ῃερς. 5.) τολμήσαντα νικῆσαι δι' Ἀθήνην. ἔοικε γὰρ φρονήσει

κατορθῶσαι καὶ τὴν τοιαύτην σὺν Μενελάῳ μάχην ὁ Ὀδυσσεύς. Καὶ ὅρα ὡς οὐδὲ ἡ

κατὰ δόλον ἅλωσις αὕτη ἔξω ἀγῶνος ἦν τοῖς Ἀχαιοῖς εἰς τὸ παράπαν, εἴγε πόλεμος

αἰνότατος (ῃερς. 517.) ἐν τοῖς τοῦ ∆ηϊφόβου γέγονε δώμασιν, ἀνδρείου τε ὡς εἰκὸς

ὄντος, καὶ κινδυνεύοντος διὰ τὴν Ἑλένην. ἣν αὐτῷ φασὶν ἔχεσθαι θανόντος τοῦ

Πάριδος. Σημείωσαι δὲ καὶ ὅτι τὸ συνοπτικὸν τῆς γραφῆς εἶδος καὶ τὸ ὡς εἰπεῖν

παρεκβολικὸν πρῶτος Ὅμηρος ἐνταῦθα ὑπέδειξε. ∆ημόδοκος μὲν γὰρ πλατεῖαν

ἐκθέσθαι δοκεῖ ἀοιδήν, Ὅμηρος δὲ, ὡς ἐν τύπῳ παρεκβολῆς τὴν μακρὰν ῥῆσιν εἰς

βραχυτέραν συνελεῖν, ὡς δῆλον ἐκ τοῦ, (ῃερς. 514.) ἤειδεν ὡς ἄστυ διέπραθον.

ἤγουν τὸν τρόπον τῆς Τρωϊκῆς ἁλώσεως ὅπερ ἐνταῦθα οὐκ ἐκπεφώνηται. καὶ ἐκ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

355

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!