18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τῷ κατὰ τὸν Ὀδυσσέα εἰκάσαι τὸν ἐλπίδας κενάς τισιν ὑποτείνοντα, καὶ ἐπὶ

ψευδέσιν ὄντα φυσίγναθον. ἐφ' οὗ οἰκεῖον εἰπεῖν τοὺς ἠπατημένους καὶ τὸ, ἀσκὸν

μὲν ἔλυσαν, ἄνεμοι δ' ἐκ πάντες ὄρουσαν. αὐτὸ δὲ καλὸν εἰπεῖν καὶ περί τινος ἢ

ἄλλως ἀπαίδευτα πνέοντος, ἢ πρὸς ἀπεραντολόγον καὶ οἷον ἐρυγγάνοντα τὸ

παραπεσὸν ἀλαζονικῶς ἢ ἑτεροίως ὁπωσοῦν. Ὅτι δὲ ἀσκοὶ οὐ μόνον οἱ συνήθως ἐξ

αἰγῶν καὶ βοῶν ἀλλὰ καὶ ἐξ ἑτέρων, δῆλόν ἐστι. δελφῖνός τε γὰρ ὁ ῥηθεὶς ἀσκὸς

τετελεσμένος εἴτουν γεγοητευμένος καὶ ἀνθρώπου δέ. οὗ τὸ δέρμα εἴπου καινῶς

ἀποδαρείη, ἀνθρωπείη τε λέγεται καθ' Ἡρόδοτον καὶ ἀσκὸς δὲ, ὡς ἔστι γνῶναι ἐκ

τοῦ ἱστοροῦντος ἀποδαρῆναι τὸν Μαρσύαν εἰς ἀσκόν. καὶ κυνὸς δὲ καὶ λύκου ἀσκοὶ

παραδέδονται. πεπείραται δὲ καὶ καμήλου ἀσκὸς διὰ συῤῥαφῆς, καὶ μὴν καὶ

παρδάλεων. ἐν γοῦν τοῖς τοῦ Ἀθηναίου πομπή τις λαμπροτάτη κατ' Ἀλεξάνδρειαν

ἱστόρηται, τετράκυκλον ἔχουσα πολυμήκη ἅμαξαν. ἐφ' ἧς ἦν ἀσκὸς τρισχιλίους

ἔχων μετρητὰς ἐκ τῶν παρδάλεων δερμάτων ἐῤῥαμμένος, γέμων οἴνου, καὶ ῥέων

κατὰ μικρὸν ἐν τῷ ἀνίεσθαι κατὰ πᾶσαν τὴν ὁδόν. ὅτι δὲ καὶ πάχους τοῦ κατὰ σῶμα

γίνεται σκῶμμα ὁ ἀσκὸς, δηλοῖ Ἀθήναιος, εἰπὼν ὅτι παχύν τινα ἐξ οἰνοφλυγίας

γενόμενον ἀσκὸν ἐκάλουν οἱ ἐπιχώριοι. ὁ δ' αὐτὸς καὶ περί τινος ἰσχνοῦ κατὰ σῶμα

ἱστορῶν λέγει ὅτι Φιλιππίδης ἰσχνότατος ἐκωμῳδεῖτο καὶ εἶναι ὡς οἷα καὶ νεκρὸς

ἐλέγετο. διό τινος εἰπόντος ὡς ἐν ἡμέραις τρισὶ τὸν δεῖνα ἰσχνότερον Φιλιππίδου

ἀποφανῶ, ἔφη τις οὕτως. ἐν ἡμέραις ὀλίγαις νεκροὺς ποιεῖς. ὅθεν Ἄλεξις τὸν

Φιλιππίδην συγκόψας ἤγουν συγκοπὴν ποιήσας τοῦ τοιούτου ὀνόματος

πεφιλιππῶσθαι εἶπε τὸ λελεπτύνθαι, οὐ κατά τινα Φίλιππον δηλαδὴ ἀλλὰ κατὰ τὸν

συγκοπέντα Φιλιππίδην. ἐνταῦθα δὲ μνηστέον καὶ παροιμίας εἰπούσης τὸ, ἀεί ποτε

εὖ μὲν ἀσκὸς εὖ δὲ θύλακος ἀνθρώποις ἐστί. δι' ἧς ἔοικε δηλοῦσθαι τὸ τοῦ βίου

ἐπαμφοτερίζον. ἀσκοῦ δὲ παράγωγα σὺν ἄλλοις καὶ ὁ ἀσκίτης ὕδερος. ἴσως δὲ καὶ τὸ

ἐθνικὸν οἱ Ἀσκίται. καὶ τὸ ἄσκωμα οὗ μέμνηται ὁ κωμικὸς ἐν τῷ, ἀσκώματα καὶ λίνα

καὶ πίτταν. καὶ τὸ ἀσκωλιάζειν. ὅ πέρ ἐστι κατὰ κυριολεξίαν μὲν ἐν ἀσκῷ λιάζειν. ᾧ

πεφυσημένῳ ἐμπηδῶντες οἱ βουλόμενοι ἔν τινι ἑορτῇ οὐκ ἀμφοῖν ποδοῖν ἀλλὰ ἑνὶ

καὶ ὡς εἰκὸς οὐκ εὐστοχοῦντες ἀλλά που καὶ καταπίπτοντες, ὑπεκίνουν γέλωτα τοῖς

θεωμένοις. ἄλλως μέντοι παρὰ τοῖς ὕστερον ἀσκωλιάζειν ἑρμηνεύεται, τὸ ἑνὶ ποδὶ

ἅλλεσθαι. ὅτι δέ τινες πειρῶνται καὶ τὸ ἀσκεῖν ἀθλητικῶς ἐκ τοῦ ἀσκοῦ παράγειν ἐς

τοσοῦτον μόνον εἰρήσθω. (ῃερς. .) Βύκται δὲ ἄνεμοι, ἢ κατὰ ὀνοματοποιΐαν οἱ

ἠχητικοί. ἢ οἱ σφοδροὶ καὶ κατὰ βυθοῦ ἀϊκτοί. ἢ καὶ ὡς ἀπὸ ἀῤῥήτου ῥήματος τοῦ

βύσσω ἤγουν εἰς βυθὸν κατάγω. Τὸ δὲ κατέδησε κέλευθα, καιριώτερον ἐνταῦθα

ἐγράφη ἤπερ πρὸ τούτων ἐν τῷ, ἀνέμων κατέδησε κελεύθους. νῦν γὰρ καὶ αἰσθητὸς

δεσμὸς τῶν ἀνέμων μυθεύεται καταδεσμουμένων μέρμιθι φαεινῇ, ὅ ἐστι μίτῳ

λαμπρᾷ διὰ τὸ ἀργύρεον. ἢ λεπτῇ. ἔτι δὲ μέρμις μέρμιθος ὡς ὄρνις ὄρνιθος, μήρινθος

ἢ μίτος λεπτή, γινομένη παρὰ τῷ εἴρω ἔρμις καὶ μέρμις ἡ δυναμένη διείρεσθαι διὰ

λεπτότητα. τῶν ἅπαξ δὲ εἰρημένων παρὰ τῷ ποιητῇ καὶ ἡ λέξις αὕτη ἐστίν. (ῃερς.

28.) Ὅτι ἐννῆμαρ πλέουσιν ἐξ Αἰόλου τοῖς περὶ τὸν Ὀδυσσέα νύκτας καὶ ἦμαρ ὃ καὶ

ἀλλαχοῦ κεῖται τῇ δεκάτῃ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα. καὶ δή φησι

πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντας. ἔνθα ἐμὲ μὲν γλυκὺς ὕπνος ὑπήλυθε 1.366

κεκμηῶτα. (ῃερς. 32.) αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων. ὡς δηλαδὴ τεχνικώτερος καὶ

φερεπονώτερος. οὐδέ τῳ ἄλλῳ δῶκα ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν. οἱ

δ' ἕταροι ἔφασαν χρυσόν με καὶ ἄργυρον οἴκαδ' ἄγεσθαι δῶρα παρ' Αἰόλου. ὧδε δέ

τις ἂν εἶπεν. ὢ πόποι. ὡς ὅδε πᾶσι φίλος καὶ (ῃερς. 38.) τίμιός ἐστιν ἀνθρώποις,

ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται, ὃ δὴ περιοδευτοῦ δηλοῖ τιμιότητα. εἶτα εἰπόντες

καὶ ὡς πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ ληΐδος, ἡμεῖς δὲ ὁμὴν ὁδὸν

ἐκτελέσαντες οἴκαδε ἄπιμεν κενεὰς σὺν χεῖρας ἔχοντες. καὶ νῦν οἱ τάγε δῶκε

χαριζόμενος φιλότητι Αἴολος, (ῃερς. 44.) βουλεύονται τὸ ἐπικίνδυνον. εἰπόντες.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

416

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!