18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

βασιλείαν οὐ πρέπω πατρικὴν καὶ δι' αὐτὸ ἐκπίπτω τῆς κοινῆς ἀρχῆς, ἀλλὰ τῆς

πατρικῆς κληρονομίας πάντως οὐκ ἐκβληθήσομαι. Σημείωσαι δὲ ὅτι οὐ μόνον

Ὅμηρος βασιλεῖς λέγει τοὺς ἐνδόξους καὶ βασιλικοὺς, ἀλλὰ καὶ οἱ μετ' αὐτόν. παρὰ

Σοφοκλεῖ γοῦν ἡ Ἰοκάστη τοὺς ἐν Θήβαις εὐγενεῖς, χώρας ἄνακτας λέγει. καὶ

Ἡσίοδος δὲ τοὺς δικαστὰς, βασιλεῖς λέγει ἐν τῷ, αἶνον βασιλεῦσιν ἐρέω. Ὅρα δὲ καὶ

ὅτι ὡς καὶ ἐν Ἰλιάδι, οὕτω καὶ ὧδε ἄνακτα, τὸν οἰκοδεσπότην λέγει σεμνῶς, διὰ τὸ

δοκεῖν τὸν οἶκον, πόλιν εἶναι μικράν. ὥσπερ αὖ πάλιν τὴν πόλιν, οἶκον μέγαν. (ῃερς.

399.) Τὸ δὲ αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομαι ἡμετέρου καὶ δμώων, ἐρεῖ ἂν ὁ

κωλυόμενος ποιεῖν τὰ οἰκεῖα, πρὸς τῶν ἀμετόχων. Τοῦ δὲ δμώων ἡ κλίσις, ὡς

Τρώων. λέγει δὲ Ἡρῳδιανὸς ὅτι ὡς δμὼς δμωὸς, τρὼς τρωὸς, θὼς θωὸς, οὕτω καὶ

πλὼς πλωὸς εἶδος ἰχθύος. ὁ δὲ καθ' Ὅμηρον ἐπιπλὼς, μετοχή ἐστιν ἀντὶ τοῦ

ἐπιπλεύσας. Τὸ δὲ οὕς μοι ἐληΐσατο Ὀδυσσεὺς, οὐ μόνον φόβον τινὰ λεληθότως

ἐπισείει τῷ Ἀντινόῳ διὰ τὸ τὸν Τηλέμαχον οἷα εἰκὸς ἄλκιμον εἶναι ὡς ἐκ πατρὸς

πολεμικοῦ, ἀλλὰ καὶ κληρονομιαίους εἶναι τοὺς δμῶας δηλοῖ. καὶ τὴν λῃστείαν

σεμνολογεῖ ὡς οὐκ ἀνεπιτήδευτον οὖσαν τοῖς ἥρωσι καθὰ καὶ ἐν τοῖς ἐφεξῆς

ῥηθήσεται. Πόθεν δὲ 1.71 γίνεται τὸ ἄναξ, δηλοῦται μὲν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα.

ῥητέον δὲ καὶ ἐνταῦθα, ὅτι παρὰ τὸ ἀνακὲς ὅ ἐστιν ἐπιμελὲς γίνεται. ἔστι γὰρ ἐν

χρήσει τὸ ἀνακῶς, ἀντὶ τοῦ φροντιστικῶς. ἐπιμελῶς. πεφυλαγμένως. Ἡρόδοτος. καί

τις οἰκίην τε ἀναπλασσάσθω καὶ σπορᾶς ἀνακῶς ἐχέτω. ἔστι δὲ καὶ θεία λέξις τὸ

ἄναξ, ὡς ἀπὸ τῶν διοσκούρων. Αἴλιος γοῦν ∆ιονύσιος, ἀνακοὺς τοὺς διοσκούρους

φησὶ λέγεσθαι, ὡς αἰακούς. καὶ κατεύχονταί φησιν ἀνακοῖν διοσκούροιν. Παυσανίας

δὲ λέγων καὶ αὐτὸς τὸ ἀνακῶς ἀντὶ τοῦ φυλακτῶς καὶ προνοητικῶς παρά τε

Ἡροδότῳ καὶ Θουκυδίδῃ, φησὶ καὶ ὅτι ἀνάκεια, ἑορτὴ διοσκούροιν ἀνακοῖν. ὡς

σοφοῖν. τριττυίαν δέ φησι τὴν θυσίαν ταύτην εἶναι συμβαίνει, διοσκούροις καὶ

Ἑλένῃ δι' ἣν εἰς τὴν Ἀττικὴν ἐμβαλόντες ἐκεῖνοι, οὐκ ἠδίκησαν οὐδένα τῶν

ἐγχωρίων. Ἰστέον δὲὅτι καθὰ οἴκου τις ἄναξ ἐστὶν ὡς οἰκοδεσποτῶν, οὕτω καὶ

χειρὸς ὡς εἰκός. ὅθεν σύνθετον, ὁ χειροάναξ. καὶ συνελόντα φάναι, χειρώναξ. εἶεν δ'

ἂν χειρώνακτες οἳ καὶ χειρομάχα πληθὺς λέγονται παρὰ τοῖς παλαιοῖς. εἰ δὲ μὴ

ὥσπερ ἐκ τοῦ ἀνδρῶν ἄναξ συνετέθη Ἀνδρώναξ τὸ κύριον, οὕτως ἔδοξέ τισιν εἰπεῖν

καὶ ἐκ τοῦ, οἴκου ἄναξ οἰκώναξ πρὸς ἀναλογίαν τοῦ Ἱππώναξ Πλειστώναξ καὶ τῶν

τοιούτων, λογοπραγείσθω ἡ χρῆσις. Σημείωσαι δὲ καὶ ὅτι τὸ ἄναξ ἄνακτος

προσλαβὸν ἐν τῇ κλίσει τὸ ˉτ, διεσάφησεν ἑαυτὸ καθ' ὑπεξαίρεσιν ἀμφιβόλου

ἐννοίας. εἰ γὰρ ἦν ἄνακος ὡς θώρακος, ὑπωπτεύετο ἂν στέρησιν ἄκους δηλοῦν.

οὐκοῦν ἐπὶ ∆ιοσκούρων ἡ τοῦ ˉτ ἐξαίρεσις, τὸ ἄκος παρεισκρίνει. ἐκεῖθεν γὰρ οἱ

ἀνακοὶ καὶ τὸ αὐτῶν ἐπίῤῥημα τὸ ἀνακῶς. ὠξυτόνυνται δὲ οἱ ἀνακοὶ, ἀναγκαίως.

ἵνα μὴ διδοῖεν ἔμφασιν ὡς ἐκ τοῦ ἀνάσσειν καὶ ἐκ τοῦ ἄναξ παρήχθησαν, εἴη δὲ ἂν ὁ

τόνος αὐτῶν, κατὰ τὸ φαρμακοί. (ῃερς. 401.) Ὅτι Ἀντίνοος μὲν καθὰ καὶ προείρηται,

σκληρότερος τὸ ἦθος ἐστὶ δι' ὅλης τῆς ποιήσεως. Εὐρύμαχος δὲ, κολακικωτέρου

ἤθους εἶναι πέπλασται καὶ ἁπαλωτέρου. ὅθεν καὶ τοῖς πολλοῖς μάλιστα ἐπίδοξος ἦν

ἀγαγέσθαι τὴν Πηνελόπην, λόγῳ τοιούτῳ. ἱστορεῖ ὁ δειπνοσοφιστὴς Ἀθήναιος ὅτι

Ἀπίων ὁ Ἀλεξανδρεὺς ἀκηκοέναι λέγει πρὸς τοῦ Ἰθακησίου Κτήσωνος, τὴν τῶν

μνηστήρων πεττείαν,οἷα ἦν. ἦν δὲ τοιάδε. ὀκτώ φησι καὶ ἑκατὸν ὄντες, διετίθεσαν

ψήφους ἐναντίας ἀλλήλαις ἴσας πρὸς ἴσας τὸν ἀριθμὸν ὅσοι περ ἦσαν αὐτοί. εἶναι

οὖν ἑκατέρωθεν τέσσαρας καὶ πεντήκοντα ψήφους. ἀνὰ μέσον δὲ τούτων, διαλείπειν

τι κενόν. καὶ ἐν τῷ μεταιχμίῳ τούτῳ, μίαν τιθέναι ψῆφον. καλουμένην μὲν

Πηνελόπην. σκοπὸν δὲ οὖσαν, τῷ βαλόντι ψήφῳ ἑτέρᾳ. καὶ κληρουμένων ἐκείνων,

στοχάζεσθαι ταύτης, τὸν λαχόντα. καὶ εἴτις τύχοι καὶ ἐκκρούσειε πρόσω τὴν ψῆφον

Πηνελόπην, ἀποτίθεσθαι τὴν ἑαυτοῦ εἰς τὴν χώραν τῆς βληθείσης καὶ ἐξωσμένης

ψήφου. καὶ στάντα ἐκεῖ, πάλιν βάλλειν. καὶ εἴπερ ἐπιτύχοι μηδεμιᾶς τῶν ἄλλων

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

81

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!