18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τοιαύτῃ λύσει ὡςαἰτία οὕτω γενέσεως. διὸ καὶ ὁ παραβάτης φησὶν ὅτι σύγκρασις τῶν

οὐρανίων ἡ Ἀφροδίτη καὶ τῆς ἁρμονίας αὐτῶν φιλία καὶ ἕνωσις. Ἡλίου γάρ φησιν

ἐγγὺς οὖσα καὶ συμπεριθέουσα πληροῖ μὲν τὸν οὐρανὸν εὐκρασίας, ἐνδίδωσι δὲ τὸ

γόνιμον τῇ γῇ, καὶ πολλὰ δὲ ἕτερα πληροῦνται εἰς τὴν τοιαύτην ὑπόθεσιν. καὶ οὕτω

μέν τινες. ἕτεροι δὲ μαθηματικώτερον ἐπέβαλον τοῖς ῥηθεῖσιν ὡς καὶ ἡ ∆ημώ.

σχέσεις τινὰς φιλοσοφοῦντες τῶν τοῖς θεοῖς ὁμωνύμων ἀστέρων Ἄρεός τε καὶ

Ἀφροδίτης καὶ Ἡλίου. οἱκαὶ κλιμακτῆρας τινὰς ἐξ Ἄρεος ἐπικειμένους ἀπρακτεῖν

πλανῶνται, Ἀφροδίτης ἀπαγούσης αὐτοὺς ὡς ἐκεῖνοι τερθρεύονται, διὰ φιλίαν τὴν

πρὸς τὸν Ἄρην. ἄλλοι δὲ, ἁπλούστερον ἐπιβάλλοντες, Ἀφροδίτην νοοῦσι τὴν χάριν

ἥτις ἕπεται οὐ μόνον τῷ κατ' Αἰσχύλον ἄνθει τοῦ πυρὸς, ἀλλὰ καὶ τοῖς δι' αὐτοῦ

ἀποτελουμένοις, εἴγε χαρίεντα ἔργα τελοῦνται διὰ πυρός. μετέχει δὲ δή τινος

τοιαύτης χάριτος 1.299 καὶ σίδηρος ἐκ τοῦ ὁμιλεῖν πυρὶ, εἰ καὶ ἐπ' ὀλίγον καὶ

ἀμυδρᾶς. διὸ καὶ λάθρα καὶ ὡς εἰπεῖν, μοιχικῶς τῇ τοῦ Ἡφαίστου Ἀφροδίτῃ Ἄρης ὅ

ἐστι σίδηρος σύνεστιν, ὑποκλέπτων τὴν ἐκεῖθεν χάριν. καὶοὕτω μὲν καὶ ταῦτα ὡς ἐν

βραχεῖ φάναι. πλατύναι γάρ τις ταῦτα προθέμενος, οὔτε ἂν εὐροήσῃ διόλου, καὶ οὐδ'

ἂν ἐκφευξεῖται ψυχρολογίαις περιπεσεῖν. Ὅτι δὲ Ἀφροδίτη οὐ μόνον αἰδοῦς ἀξίας

λέξεις προάγει ἀλλὰ καὶ σεμνὰς, οὐκ ἄδηλόν ἐστιν. ἡ γοῦν ἀφροδισιὰς πόλις οὐκ

ἐντρέπει τοὺς λέγοντας. οὐδὲ τὸ κύριον ὁ Ἐπαφρόδιτος. οὐδ' εἴ τις ῥόδον ἐρεῖ

ἐπαφρόδιτον. οὐ μὴν οὐδὲ ἡ ἐπαφροδισία. ἧς χρῆσις ἐν τῷ, ὅ, τι ἂν καλήσειεν ἢ

πικρανθείη Φιλόξενος πρός τινα τῶν συζώντων, πανεπαφροδισίας καὶ χάριτος ἦν

μεστόν. Σημείωσαι δ' ἐνταῦθα καὶ ὅτι ἀστείως ὥς φησιν ὁ Ἀθήναιος, παρὰ Φαίαξι,

τοῖς ἄγαν ἐμπιπλαμένοις ἐκτρυφῆς, Ὅμηρος ποιεῖ ᾀδόμενα τὰ κατὰ τὴν Ἀφροδίτην

γελοῖα. κατὰ γὰρ τὸν εἰπόντα, ἐν πλησμονῇ τοι Κύπρις, ἐν δὲ τοῖς κακῶς πράσσουσιν

οὐκ ἔνεστιν Ἀφροδίτη βροτοῖς. καὶ τοιαῦτα μὲν ταῦτα. Τὰ δὲ κατὰ μέρος τοῦ

ῥηθέντος χωρίου, τοιαῦτα. Τὸ μὲν ἀμφ' Ἄρεος φιλότητος ληφθὲν ἀντὶ τῆς περˉι,

γενικῇ συνετάχθη κατὰ δύναμιν τῆς περˉι προθέσεος. Ὅτι δὲ καὶ δοτικῇ συντάσσεται

ἡ ἀμφὶ καὶ αἰτιατικῇ δὲ, πολλαχοῦ δηλοῦται. Ὁ δὲ Ἄρης νῦν μὲν συστέλλει τὴν

ἄρχουσαν, ὡς καὶ ἐν τῷ, ἀΐδηλον Ἄρηα. καὶ, εἷλεν Ἄρηα. καὶ ἐν ἄλλοις. ἐν δὲ τῷ,

κεχολωμένος Ἄρης καὶ χρησήνιος Ἄρης, ἐκτείνεται τὸ αὐτὸ δίχρονον. τὸ δὲ

τοιοῦτον ἐδήλωσε καὶ ἡ Ἰλιὰς ἔν τε ἄλλοις καὶ μάλιστα ἐν τῷ, Ἆρες Ἄρες

βροτολοιγέ. Ἐϋστέφανος δὲ, ἀπὸ κόσμου γυναικίου. ἀθλητικὸν μέντοι στέφανονοὐκ

οἶδε φασὶν ὁ ποιητής. (ῃερς. 268.) Τὸ δὲ ἐμίγησαν, οὐκέτι τὴν ἁπλῶς ὡς ἐν ἄλλοις

ἀλλὰ τὴν κατ' ἔρωτα συνουσίαν δηλοῖ. τὸ δὲ μιγῆναι τοῦτο, καὶ μιγάζεσθαι φιλότητι

ἔφη σαφέστερον. (ῃερς. 269.) Τὸ δὲ πολλὰ δ' ἔδωκε δῶρα δηλαδή. νοηθέντα ἐκ τοῦ

παράγοντος αὐτὰ ῥήματος τοῦ ἔδωκε. Λέχος δὲ καὶ εὐνὴ καὶ δέμνια ταυτὰ κατὰ

πολυωνυμίαν εἰσίν. ὥσπερ καὶ δεσμοὶ καὶ δέσματα καὶ δεσμὰ καὶ ἐπίδεσμα. περὶ ὧν

οἱ Ἀττικοί φασι, δεσμὰ οὐχὶ δεσμούς. καὶ ἐπίδεσμα οὐχὶ ἐπιδέσμους. ἔτι ὅμοια κατὰ

πολυωνυμίαν καὶ ὁ δόλος καὶ ἡ τέχνη. ὡς τὸ, εἷλε τέχνῃσιν. ὃ σαφέστερον ἐν τοῖς

περὶ Πρωτέως δολίην τέχνην ἔφη. ὅθεν καὶ δεσμοὶ τεχνήεντες, οἱ κατὰ δόλον.

ἐκεῖθεν δὲ καὶ τὸ ἀτεχνῶς ἀντὶ τοῦ δίχα δόλου καὶ φανερῶς. οὕτω δὲ ὅμοιον καὶ τὸ

πολύφρων καὶ κλυτοτέχνης καὶ κλυτοεργὸς Ἥφαιστος. καὶ τὸ, οὐδ' ἀλαοσκοπιὴν

εἶχεν Ἄρης. καὶ τὸ, Ἠέλιος σκοπιὴν ἔχε.(ῃερς. 270.) Τὸ δὲ λέχος δ' ᾔσχυνεν, αἰσχρὸν

εἶναι τὸ ἔργον δηλοῖ. Ἐν δὲ τῷ, Ἡφαίστοιο ἄνακτος, θεία λέξις κατὰ κυριολεξίαν τὸ

ἄναξ. ὡς καὶ ἐν τῷ, ἄναξ Ἀπόλλων. (ῃερς. 272.) Τὸ δὲ θυμαλγέα μῦθον ἄκουσεν,

ὅμοιόν ἐστι τῷ, θυμοδακὴς γὰρ μῦθος. καὶ ἡ ἐκεῖ δοκοῦσα εἶναι παρήχησις καὶ

ἐνταῦθα ἐμφαίνεται. (ῃερς. 273.) Χαλκεὼν δὲ, τὸ ἐργαστήριον τοῦ χαλκέως

Ἡφαίστου. πέφρασται καθ' ὁμοιότητα τοῦ, ἀκανθεών. χαραδρεών. καὶ τῶν

τοιούτων. (ῃερς. 274.) Περὶ δὲ ἀκμοθέτου καὶ ἄκμονος καὶ τοῦ κόπτειν δεσμοὺς ἐν τῇ

Ἰλιάδι ἐῤῥέθη. (ῃερς. 273.) Ἄῤῥηκτοι δὲ δεσμοὶ καὶ ἄλυτοι, οἱ πάνυ στερεοί, οὔτε οὓς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

340

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!