18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἡ δὲ χρῆσις τοῦ τοιούτου παῖσαι καὶ παρὰ τῷ κωμικῷ, λέγει δὲ καὶ Ἡρόδοτος. οὗτος

μὲν ὁ λόγος ἄλλως πέπαισται ὑπὸ Ἑλλήνων. τινὲς δὲ τὸ παίσατε, ἀντὶ τοῦ τύψατε. ὅ

ἐστιν, ὀρχηστικῶς κρούσατε τὴν γῆν. ὡς ἀπὸ τοῦ παίω παίσω. καὶ συμβάλλεταί τι

πρὸς τοῦτο μετ' ὀλίγα ῥηθὲν τὸ, πέπληγον δὲ χορὸν ποσίν. ἵνα καὶ τὸ παίσατε δηλοῖ

ἐλλειπτικῶς τὸ, τύψατε ποσὶ τὴν γῆν. καὶ ἄλλως δὲ, ἀπὸ τοῦ παρακολουθοῦντος ἡ

λέξις εἴρηται, ἐπεὶ παίουσι γῆν οἱ ὀρχούμενοι. (ῃερς. 254.) Ὅτι κἀνταῦθα καὶ ἐν τοῖς

ἑξῆς δὲ λίγειαν προπαροξυτόνως ὡς καὶ πρὸ τούτων τὴν τοῦ ∆ημοδόκου φόρμιγγα

λέγει. τὴν δ' αὐτὴν καὶ γλαφυρὴν κατά τι κοινὸν ἐπίθετον. (ῃερς. 255.) κεῖται δ'

ἐνταῦθα καὶ τὸ κεῖσθαι γενικῶς ἀντὶ τοῦ κρέμασθαι. φησὶ γάρ. φόρμιγγα ἥ που

κεῖται ἐν ἡμετέροισι δόμοισιν. ἡ γὰρ τοιαύτη φόρμιγξ ἐκ πασσαλόφιν ἐκρέματο ὡς

προείρηται. (ῃερς. 258.) Ὅτι ἀγωνοθέται ἦσαν καὶ τοῖς Φαίαξι τὰ κατὰ τοὺς ἀέθλους

βραβεύοντες. φησὶ γοῦν ὁ ποιητής. αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν,

δήμιοι. οἳ κατ' ἀγῶνας ἐϋπρήσσεσκον ἕκαστα. Καὶ ὅρα ὁρισμὸν ἐνταῦθα τῶν

αἰσημνητῶν, τοιοῦτον. αἰσυμνήτης ἐστὶν ἀνὴρ κριτὸς ὑπὸ δήμου εὖ πράσσων τὰ

κατὰ τοὺς ἀγῶνας. (ῃερς. 259.) τί δέ ἐστιν ὃ πράσσοντες εὖ οὗτοι διατίθενται;

λείηναν δὲ χορόν. καλόν δ' εὔρυναν ἀγῶνα. Εἰσὶ δὲ (ῃερς. 258.) αἰσυμνῆται κατὰ

τοὺς παλαιοὺς, βραβευταί. ἀγωνοθέται. ἀγῶνος ἐπίσκοποι. οἷς κατὰ τὸ τοῦ λόγου

ἔτυμον, τὸ αἴσιον νέμεται. καὶ ἄλλως δὲ εἰπεῖν, οἱ τὸ αἴσιον ἀπονέμοντες τοῖς

ἀγωνιζομένοις, ὅ ἐστι τὸ κατὰ μοῖραν καὶ τὸ καθῆκον. ἢ οἱ τὸ αἴσιον ὑμνοῦντες.

ἐννέα δὲ καὶ οὗτοι, κατὰ μέτρον ἀριθμητικὸν φίλον τῷ μουσολήπτῳ ποιητῇ. ∆ῆλον

δ' ὅτι τῷ προσεχῶς εἰρημένῳ αἰσίῳ συστοιχεῖ καὶ τὸ αἴσιμον. ἐξ οὗ καὶ τὸ ἐναίσιμον.

τοῦ δὲ αἰσίμου ῥῆμα αἰσιμῶ καὶ ἀναισιμῶ. τούτων δὲ αἰσιμοῦν μὲν ἐξάπαντος τὸ εἰς

δέον ἀναλίσκειν καὶ δαπανᾶν, ἀναισιμοῦν δὲ, ἴσως τὸ ἀνάπαλιν. ὡς δῆλον ἐκ τοῦ,

τὰς γυναῖκας ἀπέπνιξαν ἐν πολιορκίᾳ δηλαδὴ, ἵνα μὴ ἀναισιμῶσι τὸν σῖτον. εἰ δ'

ἴσως καὶ τὸ ἀναισιμοῦν δέουσαν δαπάνην δηλοῖ, ἐκ περισσοῦ κεῖται ἡ ἀνˉα πρόθεσις.

Σημείωσαι δὲ ἐν τῇ εἰρημένῃ τῶν γυναικῶν ἀποπνίξει τῇ διὰ φόβον λιμοῦ τὸν

παλαίτατον ἐν Τροίᾳ πλοῦτον. ἔνθα δέκα ἔτη τρυχόμενος ὁ λαὸς δώροις καὶ ἐδωδαῖς

οὐδέν τι τοιοῦτον εἰς τὴν ἄχρηστον ἐπέταξεν ἡλικίαν γενέσθαι. (ῃερς. 259.) ∆ήμιοι

δὲ οἱ μὲν μεθ' Ὅμηρον κολασταὶ σωμάτων. οἱ δὲ παλαιοὶ, ἐκλογὴ δήμου ἦσαν

ἐπαινετέα καὶ ἔνδοξος. ἢ γοῦν, ἀλλ' οὐκ ἄτιμος. ὡς ἐν τοῖς ἑξῆς οἱ δημιοεργοὶ

δηλώσουσι. Τὸ δὲ ἐϋπρήσσεσκον ὅ ἐστιν εὖ ἔπρασσον, τοὺς ὕστερον ἀγωνοθέτας

παρήγαγεν, ὡς ἀπὸ τοῦ πράσσειν. ὃ ταυτόν ἐστι τῷ ποιεῖν καὶ τίθεσθαι. Ὁμήρου γοῦν

διαλελυμένως εἰπόντος ὡς οἱ τῶν ἀέθλων προστάται τὰ κατὰ τοὺς ἀγῶνας εὖ

ἔπρασσον ἤτοι διετίθεντο, ἐντεῦθεν οἱ ἀγωνοθέται συνθέτως ἐῤῥέθησαν. Τὸ δὲ

χορὸν ἐνταῦθα ἀντὶ τοῦ τὸν τόπον τῆς χορείας καὶ τῆς ὀρχήσεως. ἵνα καθ'

ὁμοιότητα τῆς βουλῆς σημαίνῃ καὶ ὁ χορὸς μὴ μόνον τὸ χορεύειν καὶ τὸ χορευτικὸν

πλῆθος, ἀλλὰ καὶ τὸν τόπον ἔνθα ταῦτα. τὸ δὲ ὅμοιον καὶ ἐπὶ ἀγῶνος καὶ ἀγορᾶς, διὸ

ἀγῶνα κἀνταῦθα τὸν τόπον λέγει περὶ ὃν οἱ ἄεθλοι. οὐ πάνυ δὲ ἀλλότριον τοῦ

εὐρύνεσθαι ἀγῶνα, καὶ τὸ εὐρυάγυια. (ῃερς. 258.) Σημείωσαι δὲ ὡς οὐ 1.296 μόνον

ἐνταῦθα μετρητοὶ οὗτοι ἄρχοντες ὡς καὶ ἐν τῇ νήσῳ οἱ τρισκαίδεκα βασιλεῖς καθὰ

καὶ μετ' ὀλίγα ῥηθήσεται, ἀλλὰ καὶ ἑτέρωθι πολλαχοῦ. ὡς καὶ οἱ ἔφοροι παρὰ

Λάκωσι. καὶ οἱ ἐννέα ἄρχοντες Ἀθήνῃσι. καὶ νόμων δὲ ἐπιμεληταὶ ἦσαν ἐν Ἀθήναις,

ἓξ τὸν ἀριθμόν, οἱ καὶ θεσμοθέται. κυριεύοντές φασι τοῦ δικάζειν καὶ χειροτονεῖν.

ἐκεῖ δὲ καὶ ἄρχοντες ἕτεροι ἕνδεκα ἐπιμελούμενοι τοῖς ἐν δεσμωτηρίῳ καὶ ἐνήγοντό

φασιν ἐπὶ τὴν ἀρχὴν ταύτην κλέπται τε καὶ ἀνδραποδισταί. τῶν δὲ ῥηθέντων

Ἀθήνῃσιν ἐννέα ἀρχόντων, κατὰ Παυσανίαν, τρεῖς μὲν ἦσαν, ἄρχων. πολέμαρχος.

καὶ βασιλεύς. οἱ δὲ ἓξ, θεσμοθέται. (ῃερς. 263.) Ὅτι τοὺς παρὰ Φαίαξιν ὀρχηστὰς

πρωθήβας εἶναι πλάττει, ὡς τοῦ ἔργου τοιούτοις προσήκοντος. φησὶ γοῦν. πρωθῆβαι

ἵσταντο δαήμονες ὀρχηθμοῖο. πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

336

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!