18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

περιμάχητον. (ῃερς. 162.) καὶ ἔστιν ἡ μεταφορὰ, ἐκ τῶν σταθμιζομένων ῥοπῶν. Εἰς

δὲ τὴν ∆ῆλον ὅτι παρέβαλον οἱ Ἕλληνες εἰς Τροῖαν πλέοντες, καὶ ὁ Λυκόφρων

ἱστορεῖ. ὡς δὲ ἱερὰ ἡ ∆ῆλος Ἀπόλλωνος ὅ ἐστιν Ἡλίου δι' οὗ δῆλα γίνεται τὰ περὶ

γῆν, ἐν ἄλλοις ἐγράφη. ὡς δὲ καὶ πρῶτον ἐκεῖ φοῖνιξ ἐκ γῆς ἀνῆλθεν, ἐῤῥέθη παρ'

Εὐριπίδῃ τε καὶ ἑτέροις. ὡς δὲ καὶ δάφνη πρωτογόνος ἔφυ ἐκεῖ διὰ τὴν Λητὼ καὶ ὡς

ἀμφοτέρων ἁψαμένη δάφνης τε ταύτης καὶ φοίνικος τοῦ ῥηθέντος ὅτε ὤδινε, μαῖα

γάρ φασιν οὐκ ἦν, ἐγέννησεν Ἄρτεμιν καὶ Ἀπόλλωνα, παλαιὸς καὶ τοῦτο μῦθος

φησί. Τὸν δὲ ῥηθέντα βωμὸν, οὐκ ἐν ναῷ ἀλλ' αἴθριον ὑπονοητέον. οὐ γὰρ εἰκὸς

περιῳκοδομῆσθαι τὸν λεχθέντα φοίνικα. τοιοῦτος δὲ ἦν καὶ ἐν Ἰλιάδι βωμὸς περὶ ὃν

ἡ καλὴ πλατάνιστος καὶ τὸ ἀγλαὸν ὕδωρ. (ῃερς. 163.) Τὸ δὲ φοίνικος, βραχὺ ἐν τῇ

εὐθείᾳ ἔχον τὸ δίχρονον ἢ γοῦν ἀλλὰ 1.247 θέσει μακρὸν, ἐνταῦθα φύσει μακρὸν

αὐτὸ ἔχει. Ἐνταῦθα δὲ ἰστέον ὅτι τε καθὰ ἐλαία ἔτι δὲ καὶ λωτὸς, λέγεται αὐτὰ τὲ τὰ

φυτὰ καὶ ὁ καρπὸς δὲ αὐτῶν, οὕτω καὶ φοῖνιξ, τὸ φυτὸν καὶ τὸ αὐτοῦ τρόφιμον. καὶ

ὅτι σημασίαι φοίνικος, οὐ μόνον τὰ εἰρημένα δύο, καὶ κύριον ὄνομα, καὶ ὁ πυῤῥοῦ

μετίσχων χρώματος ὡς ἐν Ἰλιάδι φοῖνιξ ἵππος δηλοῖ, ἀλλὰ καὶ ἕτερα ὡς μετ' ὀλίγα

εἰρήσεται. Ἔρνος δὲ, οὐ μόνον τὸ εὐθαλὲς φυτὸν ὡς ἐῤῥέθη, ἀλλά ποτε καὶ τὸ ἄνθος

κατὰ τοὺς παλαιούς. Τὸ δὲ ἀνερχόμενον, γλυκέως καὶ αὐτὸ ἐπὶ ἔρνους κεῖται καθὰ

καὶ τὸ ἀναδέδρομεν ἐπὶ πέτρας, δηλοῖ δὲ, ταχεῖαν φυτοῦ αὔξησιν. Ἰστέον δὲ ὡς

Ὅμηρος μὲν, ἠρέμα Ἡλίου ἀνῆκε τὴν εὐγενῆ βασιλικὴν κορίσκην διὰμέσου τοῦ κατὰ

τὸν ∆ήλιον φοίνικα ἔρνους. ὅπερ Ἀπόλλωνι ἀνεῖται Ἡλίῳ κατὰ τὸν μῦθον, ὁ δὲ

πανηγυρικὸς χορὸς ὃς ᾄδων ποιήματα εἰς τὸν Φαληρέα ∆ημήτρηον, ἡλιόμορφον

ἐκεῖνον ἐξόχως τε εὐγενέταν προσηγόρευσε, θρασύτερον εἰς τὸν ἄνδρα ἐλάλησε τὸ

ἡλιόμορφος. Ἰστέον δὲ ὅτι περὶ Ἀπόλλωνος ∆ηλίου ἤγουν γεννηθέντος ἐν ∆ήλῳ τῇ

νήσῳ, αἴνιγμα φέρεται ἐοικὸς τοῖς τοῦ Θεοκρίτου σκληροῖς, τοιοῦτον. ἐν φανερᾷ

γενόμην. πάτρην δέ μου, ἁλμυρὸν ὕδωρ ἀμφὶς ἔχει. μήτηρ δ' ἔστ' ἀριθμοῖο πάϊς.

ἤγουν ἐν τῇ ∆ήλῳ ἐγεννήθην. μητέρα δ' ἔχω, Λητὼ τὴν παῖδα τοῦ Κοίου. ὃς

ὁμώνυμός ἐστι τῷ παρὰ Μακεδόσι κοίῳ τουτέστι τῷ ἀριθμῷ. Ἔτι ἰστέον καὶ ὅτι

Φοῖνιξ οὐ μόνον κύριον, καὶ ὀρνέου δὲ ὄνομα, καὶ δένδρου, καὶ καρποῦ τοῦ ἐξ αὐτοῦ

πρὸς ὁμοιότητα ἐλαίας καὶ ῥοιᾶς, ἀλλὰ καί τις βαφὴ, καὶ ἵππου δὲ ὡς ἐῤῥέθη

ἐπίθετον. πρὸς δὲ τούτοις, καὶ ἔθνος. καὶ μουσικόν τι ὄργανον. οἷον. φοίνικες.

πηκτίδες. μαγαδίδες. σαμβύκαι. καὶ ἑξῆς παρὰ τῷ Ἀθηναίῳ. ἐν οἷς καὶ σκινδαψοί.

Ὅτι δὲ (ῃερς. 162.) μία τῶν Κυκλάδων ἡ ∆ῆλος, ἡ ἱστορία διασαφεῖ. λέγουσα καὶ ὡς

Ὀρτυγία ἐκλήθη κατά τινας ἐξ ὀρτύγων. ὧν τὰς ἀγέλας φερομένας, ἐκ τοῦ πελάγους,

ἱζάνειν εἰς τὴν νῆσον διὰ τὸ αὐτῆς εὔορμον ὡς ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται. ὁ δέ γε

μῦθος, ἄλλα περί τε ∆ήλου καὶ Ὀρτυγίας, βούλεται. κείμενα καὶ ἐν τοῖς τοῦ

Λυκόφρονος. (ῃερς. 164.) Τὸ δὲ πολὺς δέ μοι ἕσπετο λαὸς, τίμιον τὸν Ὀδυσσέα

παριστᾷ. ἵνα μὴ φορτηγός τις εἶναι φασὶν ἢ κωπηλάτης δοκοίη. Ἐν δὲ τῷ, (ῃερς.

167.) οὔπω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης, τὸ μὲν ἀνῆλθεν, ἀφελῆ γλυκύτητα ἔχει

ἐκφύσεως λεχθὲν φυτοῦ. δόρυ δὲ, ἢ ξύλον ἁπλῶς λέγει, ἢ μάλιστα, ξυλῶδες φυτόν.

δύναται δὲ τὸ ῥηθὲν, σκωπτικῶς προσαρμόσαι καὶ ἀνδρὶ ἀνοήτῳ καὶ ἀφυεῖ. Εἰς τοὺς

δὲ ἐνταῦθα γυναικείους Ὁμηρικοὺς ἐπαίνους, σημείωσαι παλαιὸν ὕστερον οὐδέν τι

ἐοικὸς τοῖς Ὁμήρου, τὸ κάλλει καλῆς. μεγέθει μεγάλης. τέχνῃ σοφῆς. καλὸν δὲ ὅμως

καὶ αὐτό. ἔτι δὲ, καὶ Φιλοξένου τοῦ Κυθηρίου τὸ, ὦ καλλιπρόσωπε χρυσεοβόστρυχε

χαριτόφωνε κάλλος ἐρώτων. ἅπερ ἐκεῖνος εἶπεν ἐπὶ Γαλατείᾳ τῇ Νηρηΐδι, ἐπαινῶν

αὐτὴν ὡς ἐρωμένην. ἐφ' οἷς παίζων τις ὅτι μὴ καὶ ὀφθαλμοὺς ἐκείνης ἐπῄνησε,

φησί. τυφλὸς ὁ ἔπαινος, καὶ κατ' οὐδὲν ὅμοιος Ἰβυκείῳ ἐκείνῳ τῷ, γλαυκέων

χαρίτων θάλαμος καλλικόμων μελέδημα. σὲ μὲν, Κύπρις ἅτ' ἀγανοβλέφαρος Πειθὼ,

ῥοδέοισιν ἄνθεσι θρέψαν. οὐ δὲ τῷ, λάμπεις ἐπὶ πορφυραῖς παρειῇσι φῶς ἔρωτος.

Σημείωσαι δ' ἐν τούτοις καὶ ὅτι ὅμοια νοούντων ἀλλήλοις τοῦ ἀνελθεῖν τοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

281

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!