18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

καθιζάνειν. καθ' ὁμοιότητα τοῦ, οὐδέ ποθ' ἡμετέρη ἀγορὴ γένετο οὐδὲ θόωκος.

(ῃερς. 13.) Ὅτι ὡς ἐν Ἰλιάδι τὸν Ἀχιλλέα μηνίοντα καὶ ἀπρακτοῦντα κεῖσθαι εἶπεν

ὡς τοῦ ἀπρακτεῖν μικρόν τι ἀπεοικότος τοῦ κεῖσθαι, οὕτω καὶ τὸν Ὀδυσσέα ἡ Ἀθηνᾶ

κεῖσθαι φησὶν ἐν τῇ τῆς Καλυψοῦς νήσῳ. φησὶ γάρ. ἀλλ' ὁ μὲν, ἐν νήσῳ κεῖται

κρατέρ' ἄλγεα πάσχων, καὶ ἑξῆς στίχους ἑπτά. διττολογοῦντας διὰ τὸ ἐκ τῶν

φθασάντων ἐνταῦθα παρειλκύσθαι. (ῃερς. 23.) Ὅτι πρός τινα ἀξιοῦντα περί τινος

ἅπερ αὐτὸς δύναται ποιῆσαι, 1.196 ῥηθήσεται ἐρωτηματικῶς τὸ, οὐ γὰρ δὴ τοῦτον

μὲν ἐβούλευσας νόον αὐτὸς ὡς ἤτοι κεῖνος ἐλθὼν ποιήσει τό δέ τι; (ῃερς. 24.) πρὸς

δέ τινα δυνάμενον σῶσαι, ῥηθήσεται τὸ, τὸν δεῖνα δὲ σὺ πέμψον ἐπισταμένως.

δύνασαι γὰρ, ὥς κε μάλ' ἀσκηθὴς ἵκεται. Πόθεν δὲ γίνεται ὁ ἀσκηθὴς, πολλαχοῦ

ἐδηλώθη. (ῃερς. 27.) Ὅτι ὥσπερ ἐρέτας που ἔφη ἐπιτηδὲς ἀντὶ τοῦ ἐπιτηδεῖς ἀποβολῇ

τοῦ ἰῶτα ἢ καὶ συγκοπῇ ἀπὸ τοῦ ἐπιτηδέας. ὁμοίως δὲ καὶ ἀκλεὲς ἀντὶ τοῦ ἀκλεεῖς,

οὕτω καὶ νῦν τὸ, μνηστῆρες ἐν νηῒ παλιμπετὲς ἀπονέωνται, ἀντὶ τοῦ παλιμπετεῖς.

ἤγουν πεσόντες ἀνάπαλιν τοῦ σκοποῦ. καὶ ἔστιν ἐκ πεσσῶν ἡ μεταφορὰ πιπτόντων

ὅπως ἂν τύχῃ. δύναται δὲ καὶ ἐπίῤῥημα τοῦτο εἶναι, καλῶς ὀξυνόμενον. τὰ μὲν γὰρ

ἐκ τοῦ πέτεσθαι γινόμενα, βαρύνονται. οἷον ἀετὸς ὑψιπέτης. καὶ τὰ τοιαῦτα. τὰ δὲ

ἀπὸ τοῦ πεσεῖν, ὀξύνονται. οἷον, παλλάδιον ὑψιπετές. (ῃερς. 29.) Ὅτι πρὸς ἄγγελον

ἔργον αὐτὸ τοῦτο ἔχοντα, ῥηθήσεται τὸ, ὦ δεῖνα σὺ γὰρ αὖτε τάτ' ἄλλα περ ἄγγελός

ἐσσι εἰπεῖν τῷ δεῖνι ὅ ἐστιν εἰπὲ νημερτέα βουλήν. οἷον, νόστον ὥσκε νέηται. Ἵνα ᾖ

ἑρμηνεία βουλῆς μὲν, ὁ νόστος. νόστου δὲ, τὸ ὥς κε νέηται. (ῃερς. 29.) Ὅτι Ἑρμῆς

ἄγγελος νύμφῃ εὐπλοκάμῳ τῇ Καλυψοῖ στέλλεται διὰ τὴν Ὀδυσσέως ἐπάνοδον. ἧς ἡ

ἀλληγορία ἱκανῶς ἐν τῇ ˉα ῥαψῳδίᾳ προεκτέθειται. Ἰστέον δὲ ὅτι Ἑρμῆς μὲν, ἅπαξ

ἐνταῦθα ὁμοίως δὲ καὶ ἐν Ἰλιάδι, διακονεῖ. ἡ δὲ Ἶρις, ἐν Ὀδυσσείᾳ μὲν οὐδόλως. ἐν

δὲ τῇ Ἰλιάδιπολλάκις. εἰ δὲ ψυχὰς Ἑρμῆς ἐν τοῖς ἑξῆς ἐκκαλεῖται, ἀλλ' ἐκεῖνο, οὐ

στελλόμενος ποιεῖ. ἀλλ' ὡς οἰκεῖον ἔργον αὐτόνομος ἀποτελεῖ. Ἔτι ἰστέον καὶ ὡς

δοκεῖ πλάσαι οὐ τὴν Ἶριν ἀλλὰ τὸν Ἑρμῆνἐνταῦθα σταλῆναι, διὰ τὸ τῆς ῥηθείσης

ἀλληγορίας εὐυπονόητον καὶ πιθανόν. Ἑρμῆς γὰρ λόγος, λύσει τὸν Ὀδυσσέα ἐκ τῆς

κατεχούσης Καλυψοῦς. εἰς τοῦτο δὲ, οὐκ εὐοδοῦται ἡ τῆς Ἴριδος ἀποστολή. Ἔτι

ἰστέον καὶ ὅτι σχῆμα ἐνταῦθα κεῖται προαναφωνήσεως ἤτοι προεκθέσεως τῶν μετὰ

πολλοὺς λόγους ἐκβησομένων. ἤγουν ὡς ὁ ταλασίφρων Ὀδυσσεὺς νοστήσει οὔτε

θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων ὡς ὁ Ζεὺς λέγει τουτέστι τὸ πεπρωμένον, ἀλλ'

ὅγ' ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων, ἤματι εἰκοστῷ Σχερίην ἐρίβωλον

ἵκοιτο Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν. οἵ μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσι.

πέμψουσι δ' ἐν νηῒ φίλην ἐς πατρίδα γαῖαν. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε

δόντες. πόλλ' ὅσ' ἂν οὐδέ ποτε Τροίης ἐξήρατ' Ὀδυσσεὺς, εἴπερ ἀπήμων ἦλθε λαχὼν

ἤτοι κληρωσάμενος ἀπὸ ληῖδος αἶσαν. εἶτα δεικνὺς ὁ ποιητὴς ἀλληγορικῶς τίνα ∆ία

ἐνταῦθα εἶπε, καὶ ὅτι ἀκολούθως τοῖς πεπρωμένοις ἐξετέθη καὶ ἡ ῥηθεῖσα ἔκθεσις,

ἐπάγει. ὣς γὰρ οἱ μοῖρα ἐστὶν ἐλθεῖν εἰς τὰ ἑαυτοῦ. καὶ ἔστιν ἡ ῥηθεῖσα προέκθεσις,

ὀκτὼ ῥαψῳδιῶν συγκεφαλαιωτική. ἐν αἷς τὰ ῥηθέντα συμβήσεται, ὡς ἐν τοῖς ἑξῆς

ἔσται δῆλον. (ῃερς. 32.) Ὅρα δ' ἐν τούτοις τὸ, οὔτε θεῶν πομπῇ οὐτ' ἀνθρώπων, περὶ

μόνου τοῦ πλόου λεχθέν. ἀπὸ γὰρ τῆς κατὰ τὴν Καλυψὼ νήσου ἕως καὶ εἰς Φαίακας,

οὐδεὶς τὸν Ὀδυσσέα ἔπεμψεν. εἰ καὶ ἄλλως αὐτὸν ἡ Λευκοθέα ἐν τῷ μέσῳ

περιεποιήσατο. ἐκ μέντοι τῆς τῶν Φαιάκων γῆς εἰς Ἰθάκην, πομπὴ ἀνθρώπων τὸν

Ὀδυσσέα ἤγαγε. Σχεδία δὲ κυρίως μὲν, ἡ μονόξυλος ἢ ἡ ὀλιγόξυλος οὕτω

καλουμένη, διὰ τὸ σχεδὸν ἤγουν ἐγγὺς καὶ οἷον αὐθωρὸν συμπεπῆχθαι αὐτοσχεδίως

καὶ μὴ ἀναβεβλημένως. ἡ δὲ ῥηθεῖσα τοῦ Ὀδυσσέως σχεδία ἡ πολύδεσμος, οὐκ ἦν

φασι σχεδία κυρίως. ἡ μὲν γὰρ σχεδία, πηδάλιον οὐκ ἔχει. αὐτὴ δὲ, ἕξει. πλὴν

σημειωτέον ἐνταῦθα ὡς οὐκ ἤδη διατοῦτο καὶ αἱ καθ' Ὅμηρον Φαιακικαὶ νῆες,

σχεδίαι ἂν λεχθεῖεν οἷα μὴ διοικούμεναι πηδαλίοις ὡς ἐν τοῖς ἑξῆς φανήσεται.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

223

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!