18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἴσως δὲ καὶ οἷς φοροῦσιν. ἀλλὰ τότε, οὐ μόνον αὐτὰ ἀποθήσονται, ἀλλὰ καὶ ἄλλως

ἐλαφρότεροι γενέσθαι εὔξονται ὡς ἂν ῥᾷον ἔχοιεν φεύγειν. ὅπως δὲ καὶ βαροῦνται

χρυσῷ καὶ χαίρουσι τοῦτο πάσχοντες οἱ τὸν ἀλλότριον πλοῦτον ἐπαχθιζόμενοι, ὁ

τῆς ἱστορίας Ἀλκμαίων δηλοῖ. ὃς τὸν Λυδῶν βασιλέα, γέλωτος ἔπλησεν, ἰδόντα τὸ

αὐτοῦ εἰδεχθὲς καὶ κατάπονον ὅτε τοῦ βασιλικοῦ θησαυροῦ ἐξήει γέμων χρυσοῦ.

Σημείωσαι δ' ἐνταῦθα ὅτι τὲ βάρος τι ὁ ποιητὴς εἶναι ὑπολαλεῖ ἐν τῷ ἄγαν ἀφνειόν

τινα εἶναι, καὶ τὸ ἐλαφρότεροι πόδας ὅ ἐστιν ἐλαφηροὶ καὶ ταχεῖς δίκην ἐλάφου,

κυριολεκτεῖται μᾶλλον μεταφορικῶς, ἤπερ τὸ πλέειν ἐλαφρῶς. ὡς τὸ, τά οἱ πλώοιεν

ἐλαφρῶς. καὶ μὴν ἐκεῖνο οἰκειοῦται τῇ ἐλάφῳ, οὐχ ὡς ταχυδρόμῳ μέντοι ἀλλ' ὡς

κούφῃ νήχεσθαι. (ῃερς. 167.) Ὅτι τὸ ἡμῖν καὶ ἡμῶν καὶ καὶ ἡμᾶς, ἐγκλίνονται μὲν

παρὰ τοῖς παλαιοῖς. οὐκ ἀνακλίνουσι δὲ ἑτέρᾳ λέξει τὸν τόνον, ἀλλ' ἀναπέμπουσιν

εἰς τὴν οἰκείαν παραλήγουσαν. οἷον, ἧμιν, ἥμων, ἥμας. ὥσπερ καὶ ἐνταῦθα πολλὰ

τῶν ἀντιγράφων ἔχουσιν. οὐδέ τις ἧμιν θαλπωρή. μονόχρονος μὲν οὖν ποτε λέξις,

ἐγκλιθήσεται. οἷον τὸ τίς. καὶ δίχρονος, οἷον τὸ τινές. καὶ τρίχρονος, οἷον τὸ φημί.

καὶ τὸ τινῶν. τετράχρονος δὲ λέξις, οὖκ ἂν ἀπαλλαγείη παντελῶς τοῦ οἰκείου τόνου.

ὡς διὰ τὸ βριθὺ τῆς τετραχρονίας, κωλουμένης τῆς προπαροξυτονήσεως. Ὅτι τὸ ἐν

πλάνῃ τινὰ θανεῖν, οὕτω φράζει, νῦν δ' ὁ μὲν, ἀπόλωλε κακὸν μόρον. καὶ, τοῦ δ'

ὤλετο νόστιμον ἦμαρ. Ὅτι ὁ ἀπελπίσας, εἴποι ἂν, οὐδέ τις ἡμῖν θαλπωρή, ὃ γράφεται

καὶ ἐλπωρή. (ῃερς. 168.) Ἰστέον δὲ ὅτι τὴν χαροποιὸν ἐλπίδα θαλπωρὴν λέγει, ἐπεὶ

θάλπει τοὺς πολλοὺς ἡ τῶν ἀγαθῶν ἐλπίς. ὥσπερ αὖ πάλιν ἡ τῶν ἐναντίων, οὐ

μόνον ψύχει ἁπλῶς, ἀλλὰ πολλοὺς καὶ ἀπονεκροῖ. καὶ ἡ τραγῳδία δὲ τὸν κενὴν

θαλπωρὴν ἔχοντα, κεναῖς ἐλπίσι λέγει θερμαίνεσθαι. καὶ θερμὴν ἐπὶ ψυχροῖσι

καρδίαν ἔχειν. (ῃερς. 171.) Ὅτι πρὸς τὸν ἐξ ἀλλοδαπῆς νέον ἐλθόντα καὶ

ἀγνοούμενον, οἰκεῖον τὸ, τίς πόθεν εἶς ἀνδρῶν πόθι τοι πόλις ἠδὲ τοκῆες. καὶ τὸ, καί

μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον ὄφρ' εὖ εἰδῶ, ἠὲ νέον μεθέπεις ἤγουν εἰς ἡμᾶς ἥκεις,

ἢ καὶ πατρώϊος ἐσσὶ ξεῖνος. (ῃερς. 173.) Ἰστέον δὲ ὅτι ἐν τῷ, πόθεν εἶς ἀνδρῶν, εἰ μὲν

περισπᾶται τὸ εἶς, δηλοῖ ἂν τὸ ἥκεις, ἀπὸ τοῦ εἶμι ῥήματος ὃ δηλοῖ τὸ ἔρχομαι. εἰ δὲ

δίχα τόνου ἐστὶν ὅπερ ἀρέσκει τοῖς ἀκριβεστέροις 1.45 τῶν παλαιῶν, ῥῆμά ἐστιν

ἐγκλιτικὸν ὑπαρκτικὸν ἀπὸ τοῦ εἰμὶ ῥήματος τοῦ τὸ ὑπάρχειν δηλοῦντος. Ψιλοῦται

δὲ τὸ εἶμι καὶ τὸ εἶς ἀντὶ τοῦ πορεύῃ, ἔρχῃ, διὰ τὴν ἐπένθεσιν τοῦ ἰῶτα. ἄλλως γὰρ,

δασύνεσθαι ὤφειλεν ἀπὸ τοῦ ἕω τὸ πορεύομαι ἀφ' οὗ καὶ ἡ ὁδός. (ῃερς. 173.) Ὅτι ὡς

ἐν Ἰλιάδι, οὕτω καὶ ἐν Ὀδυσσείᾳ, εὔχεσθαι οὐ μόνον τὸ θεοκλυτεῖν, ἀλλὰ καὶ τὸ

καυχᾶσθαι. ὅθεν καὶ τὸ καύχημα, εὐχωλή. καὶ τὸ λέγεσθαι δὲ καὶ φημίζεσθαι,

εὔχεσθαι λέγεται. ἀφ' οὗ καὶ τὸ, τίνες ἔμμεναι εὐχετόωνται ἤτοι ᾄδονται, λέγονται.

καὶ κατωτέρω δὲ ἐρεῖ, Ἀγχιάλοιο εὔχομαι εἶναι υἱός. ἤτοι λέγομαι. καὶ ξένοι

ἀλλήλων πατρώϊοι εὐχόμεθα εἶναι. Ἰστέον δὲ ὅτι τὸ ἔμμεναι, ὁ Ἡρακλείδης, οὐ κατὰ

τὴν δοκοῦσαν τοῖς πλείοσιν ἀκολουθίαν παράγει, ἀλλὰ τὴν προπαραλήγουσαν

αὐτοῦ ἤγουν τὴν ˉεˉμ συλλαβὴν, ἀπὸ παραλήγοντος ˉη γένεσθαι βούλεται συστολῇ

καὶ διπλασιασμῷ, ἄλλως παρὰ τὸ ἐν τοῖς εἰς τὴν Ἰλιάδα γραφέν. φησὶ γὰρ οὕτως.

μέγιστον τεκμήριον ἐν ἀμφισβητήσει τόνων θεματικῶν, τὸ τηνικαῦτα περισπᾶται τὰ

ῥήματα, ὅτε τὸ ἀπαρέμφατον διὰ προπαραλήγοντος τοῦ ˉη λέγεται. τὸ γὰρ κυῶ

περισπᾶται, ὅτι κυήμεναι τὸ ἀπαρέμφατον. εἰ δὲ ἦν κύω βαρυτόνως, κυέμεναι ἂν ἦν

κατὰ τὸ εὑρέμεναι. οὕτω καὶ φιλῶ φιλεῖν φιλήμεναι. καὶ νοήμεναι. καὶ φρονήμεναι,

καὶ τὸ ἀήμεναι δὲ, μαρτυρεῖ τῷ ἀῶ περισπωμένῳ. δῆλον οὖν φησιν ὡς καὶ τὸ

ἔμμεναι, ἀπὸ τοῦ ὦ περισπωμένου τῆς πρώτης συζυγίας οὗ καὶ μετοχὴ περισπᾶται,

Αἰολιστί φαμεν ἔμμεναι. καθότι Αἰολεῖς καὶ ἐν θέμασι τὸ προηγούμενον ˉη τοῦ ˉμ

εἰς ˉε μετατιθέντες, διπλοῦσι τὸ ˉμ. οἷον. πόθημι πόθεμμι. φίλημι φίλεμμι. οὐκοῦν ὁ

Ἡρακλείδης φαίνεται εἰδὼς καὶ τὸ ἔμμεναι ἀπὸ τοῦ ἦναι γενέσθαι τοῦ

παραληγομένου τῷ ˉη. οὗ θέμα μὲν, τὸ ὦ ἤγουν ὑπάρχω περισπωμένως.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

51

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!