18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τὸν Ζέφυρον. λέγει δὲ, καὶ τὸν Ὅμηρον ἐμφανίζειν τὴν εὐδαιμονίαν τῶν ἑσπερίων

ἀνδρῶν, πεπυσμένον ὡς εἰκὸς τὸν περὶ τοὺς τοιούτους πλοῦν. ὅπου καὶ τὸ Ἠλύσιον

πεδίον ποιεῖ. ὅπερ οὕτω καλεῖσθαι δοκεῖ, διὰ τὸ ἐν αὐτῷ τὰς ψυχὰς διάγειν κατὰ

μῦθον, ἀλυούσας ὅ ἐστι χαιρούσας. ἢ λελυμένας σωμάτων. τινὲς δὲ, ἀπό τινος

Ἠλυσίου εὐσεβεστάτου ἀνδρὸς, τοῦ, ἐν ἐλευθῆρι τόπῳ, κληθῆναι εἶπον πεδίον

Ἠλύσιον. ἄλλοι δὲ, ἀπὸ ἀλύτως ἔχειν τοὺς ἐκεῖ. ὅ ἐστιν ἀφθάρτως. ἀθανάτως.

Ἀπίων δὲ κατασκευάζει τὴν περὶ Κάνωβον καὶ Ζεφύριον πεδιάδα, οὕτω κληθῆναι

παρὰ τὴν τοῦ Νείλου ἰλύν. ἣν πολλὴν καταφέρων ἐκεῖνος προσέχωσε τὴν κάτω

χώραν κατὰ Ἡρόδοτον πᾶσαν, πάλαι ποτὲ πέλαγος οὖσαν. ὡς δῆλον φησὶν ἐκ τῶν

ἐκεῖ εὑρισκομένων κογχυλίων καὶ λεπαδίων, ὡς καὶ περὶ Μέμφιν. καὶ σκοπητέον εἰ

μὴ ὁ τοιοῦτος τοῦ Ἀπίωνος λόγος, διὰ τοῦ ˉι γράφει τὴν τοῦ Ἠλυσίου ἄρχουσαν, ὡς

ἀπὸ τῆς ἰλύος. ὁ δ' αὐτὸς, λέγει καὶ ὅτι πείρατα γαίης ὁ ποιητὴς ἐνταῦθα φησὶν, οὐ

τὰ πρὸς Ὠκεανὸν, ἀλλὰ τὰ ἐκεῖ πρὸς τῇ κατὰ Νεῖλον θαλάσσῃ. καθὰ καὶ Αἰσχύλος.

εἰπών. ἔστι πόλις Κάνωβος ἐσχάτη χθονός. πᾶσα γὰρ ἀγχίαλος, ἐσχάτη χθονός. διὸ

καὶ Μενελαΐτης νομὸς ἐκεῖ, ὡς τῆς τοιαύτης γῆς ὑπὸ Μενελάῳ ποτὲ γενομένης.

Ἡρόδοτος δέ φησιν ὅτι οἱ περὶ Ὄασιν πόλιν Σάμιοι, ἀπέχουσιν ἑπτὰ ἡμερῶν ὁδὸν

ἀπὸ Θηβῶν διὰ ψάμμου. ὀνομάζεται δέ φησιν ὁ χῶρος οὗτος κατὰ Ἑλλήνων

γλῶσσαν, μακάρων νῆσοι. οὐκ ἄρα οὖν καινὸν εἰ Σάμιοι Κυδωνίαν τὴν ἐν Κρήτῃ

ἔκτισαν, οἱ καὶ εἰς βαθὺ τῆς Λιβύης οἰκήσαντες. Ὅτι δὲ καὶ περὶ Θήβας τὰς

ἑπταπύλους ἐφιλοτιμήσαντό τινες νήσους μακάρων εἰπεῖν διὰ τὸ κατὰ χώραν

εὔδαιμον, οἱ τοῦ Λυκόφρονος δηλοῦσιν ὑπομνηματισταί. (ῃερς. 564.) Τὸ δὲ ξανθὸς

Ῥαδάμανθυς, πρὸς ἡδονὴν Μενελάῳ πέφρασται. ξανθὸς γὰρ καὶ αὐτός. Περὶ δὲ

Ῥαδαμάνθυος ὃς ἀδελφὸς ἦν Μίνωος, εἴρηται καὶ ἀλλαχοῦ. (ῃερς. 565.) Τὸ δὲ ῥηΐστη

βιοτὴ, τὴν ἔμφρονα καὶ αὐτὸ ῥᾳστώνην ἐμφαίνει τῶν ἐν ταῖς μακάρων νήσοις.

γίνεται δὲ ἀπὸ τοῦ ῥᾷον, οὐ μόνον τὸ ῥήϊον καὶ ῥηΐδιον καὶ τὸ ῥᾴδιον, ἀλλὰ καὶ τὸ

ῥήϊστον ὑπερθετικῶς. ἐκ μέντοι τοῦ ῥᾴδιον ῥᾳδιουργὸς κατὰ Αἴλιον ∆ιονύσιον, ὁ

κακοῦργος. καὶ ῥᾳδιουργία φησὶν, ἡ περὶ πᾶν ὀλιγωρία καὶ θρασύτης. Ξενοφῶν δὲ,

καὶ ἐπὶ εὐκολίας ἐχρήσατο τῇ λέξει. λέγεται δὲ καὶ ῥᾴων, ὁ ἐκ νόσου ὑγιής. καὶ

ῥᾳΐζειν, τὸ ἀπὸ νόσου ἀνασφάλλειν. Τὸ δὲ ὅπου ῥηΐστη βιοτὴ καὶ οἱ ἐφεξῆς τρεῖς

στίχοι, ἀγαθοῦ εἰσι τόπου ἐγκώμια. (ῃερς. 566.) Τὸ δὲ οὐ χειμὼν πολὺς,

παρατετηρημένως ἔφη. πολὺς μὲν γὰρ χειμὼν οὐκ ἄν που ἴσως γένοιτο. οὐ μὴν οὐδὲ

χειμὼν ἁπλῶς. οὐ γὰρ εἰκὸς ὑπεξαιρεθῆναι τὴν τοῦ χειμῶνος ὥραν, τοῦ ἐνιαυτοῦ.

(ῃερς. 567.) Τὸ δὲ 1.183 Ζεφύροιο ἀήτας, καθ' ὁμοιότητα εἴρηται τοῦ, Νότοιό τε

δεινὰς ἀήτας καὶ τῶν ὁμοίων. ἀρσενικὸν μέντοι τὸ ἀήτας ἐνταῦθα. ὡς δηλοῖ τὸ,

πνείοντας ἀήτας. τὸ δέ γε Νότοιό τε δεινὰς ἀήτας παρ' Ἡσιόδῳ, κατὰ θῆλυ γένος

προῆκται ∆ωρικώτερον. Ἐν δὲ τῷ ἀναψύχειν, σημείωσαι ὅτι οὐ μόνον γόνιμον

οἴεταί που τὸν Ζέφυρον ὁ ποιητὴς καὶ πολύκαρπον, εἰπὼν, Ζεφυρίη πνείουσα τὰ μὲν,

φύει ἄλλα δὲ πέσσει, ἀλλὰ καὶ πρὸς ἐπίπνοιαν ζωτικὴν συντελεῖ. οὕτω δὲ καὶ

Βοῤῥᾶς, ἐζώγρει που τὸν Ἕκτορα λειποθυμοῦντα, ἐπανάγων αὐτῷ τὴν ψυχήν. ὅπέρ

ἐστιν, ἀναψύχων. ταυτὸν δέ πως εἰπεῖν, ψυχαγωγῶν. (ῃερς. 570.) Ὅτι κολυμβητοῦ

τὸ, ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσατο κυμαίνοντα. περὶ δὲ Πρωτέως ὁ λόγος οὗτος τῷ

ποιητῇ. (ῃερς. 574.) Ὅτι δηλῶν ἑσπερινὸν ἔμβρωμα εἶναι τὸν δόρπον, φησί. δόρπον

ὁπλισάμεθα, ἐπί τ' ἤλυθεν ἀμβροσίη νύξ. (ῃερς. 577.) Ὅτι καὶ ἐνταῦθα διασκευὴ

πλόου σύντομος παρὰ Μενελάου ῥηθεῖσα, ἐν τῷ, νῆας μὲν πάμπρωτον ἐρύσαμεν εἰς

ἅλα δῖαν. ἐν δ' ἱστοὺς τιθέμεθα καὶ ἱστία. (ῃερς. 580.) Καὶ ἑξῆς ἕως τοῦ, ἑξῆς δ'

ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. Καὶ ὅρα τὸ τύπτον οὐ μόνον ὅτι ἐπὶ ἀψύχου

ἐλέχθη, ἀλλὰ καὶ ὅτι ἐκ πρώτου πληθυντικοῦ προσώπου τοῦ, ἱστοὺς τιθέμεθα, εἰς

τρίτον μετεκλίθη. ὅτι μὴ δὲ ἦν, τὸν βασιλέα Μενέλαον κοινωνὸν γενέσθαι καὶ τοῦ

κωπηλατεῖν. οὐ μόνη δὲ ἡ πλευστικὴ διασκευὴ ἐνταῦθα ἐστενοχώρηται, ἀλλὰ καὶ τὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

208

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!