18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἱκετεύω δηλαδή. (ῃερς. 94.) Τὸ δὲ ἐὰν εἶδες ἢ ἤκουσας περιφραστικῶς προάγων,

λέγει, εἴπου ὄπωπας ὀφθαλμοῖσι τεοῖσιν ἤγουν σοῖς, ἢ ἄλλου μῦθον ἄκουσας. Καὶ

ὅρα τὸ τεοῖσι, ῥηθὲν πρὸς ἀκρίβειαν, ἐπεὶ ἔστι βλέπειν καὶ ἑτέρων ὀφθαλμοῖς. ὁποῖοι

καὶ οἱ κατὰ τοὺς ἱστορικοὺς ὀφθαλμοὶ τῶν βασιλέων. Ἐκ δὲ τοῦ ὄπωπα, κεῖται μετ'

ὀλίγα ὄνομα ῥηματικὸν ἡ ὀπωπὴ μετὰ τῆς τοῦ οἰκείου παρακειμένου αὐξήσεως. ἣν

ἔχει καὶ ἡ ἀντιπεπόνθησις. καὶ ἡ ἐγρήγορσις. καὶ 1.115 ἡ πεποίθησις. (ῃερς. 92.) Ἐκ δὲ

τοῦ ῥηθέντος ἵκω, εὕρηται καὶ ἀφίκτωρ παρὰ τοῖς παλαιοῖς ὁ ἱκέσιος. (ῃερς. 96.) Ὅτι

ὁ τὰ ἐπὶ λύπην μαθεῖν ἀξιῶν ἔκ τινος, εἴποι ἂν, μὴ δέ τι μ' αἰδόμενος μειλίσσεο μὴ δ'

ἐλεαίρων. ἀλλ' εὖ μοι κατάλεξον. Καὶ ὅρα τὸ κατάλεξον. οὗ τὸ παράγωγον ὁ λόγος

οὐκ ἔγνωσταί φασι τῷ ποιητῇ ὡς πολλαχοῦ ἐσημειώθη. (ῃερς. 96.) Τὸ δὲ μειλίσσεο,

οὐ δηλοῖ συνήθως τὸ καταπράϋνε, ἀλλ' ἐπὶ τοῦ λέγειν τὰ μείλιχα εἴληπται. (ῃερς.

94.) Ὅτι στοχαζόμενος ὁ Τηλέμαχος τοῦ εἰκότος, φησὶ πρὸς Νέστορα, εἴ ποτέ τοι

πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς, ἢ ἔπος, ἢ ἔτι ἔργον ὑποστὰς ἐξετέλεσσε δήμῳ ἐνὶ

Τρώων, ὅθι πάσχετε πήματ' Ἀχαιοί. τούτων ἄρτι μνησθεὶς, νημερτές μοι εἰπέ. χάριν

ταύτην ἀντιδιδοὺς ἀνεπαχθῆ. καὶ νῦν μὲν, οὕτω δεξιῶς ἔφη. φθάσας δὲ, καὶ ἄλλως

προεθώπευσε τὸν γέροντα, εἰπών. ὃν ποτέ φασι σὺν σοὶ μαρνάμενον Τρώων πόλιν

ἐξαλαπάξαι, ὑπασπιστὴν αὐτοῦ τρόπον τινὰ τὸν πτολίπορθον Ὀδυσσέα ποιῶν. ὡς εἴ

τις καὶ τὸν Μηριόνην σὺν τῷ Ἰδομενεῖ μάχεσθαι εἴπῃ. ἢ σὺν τῷ Ἀχιλλεῖ τὸν

Πάτροκλον. (ῃερς. 98.) Τὸ δὲ ἐσθλὸς Ὀδυσσεὺς, οὐ παρέῤῥιπται εἰκῇ, ἀλλ' ἐν ἔργῳ. εἰ

γὰρ ἐσθλὸς ὡμολόγηται, πάντως καὶ ἔπραξεν ἄντι πρὸς χάριν τῷ Νέστορι. Ὅτι δὲ

ὑφίστασθαι τὸ ὑπισχνεῖσθαι ὁ ποιητὴς οἶδε καὶ διὰ τί, ἐν τῇ Ἰλιάδι ἐῤῥέθη. Ἰστέον δὲ

ὅτι τὸ,δήμῳ ἐνὶ Τρώων ὅθι πάσχετε πήματ' Ἀχαιοὶ, παραφράζων αὐτίκα ὁ Νέστωρ,

φησίν. ὀϊζύος ἣν ἐν ἐκείνῳ δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν. τοὺς μὲν

Ἀχαιοὺς, καὶ ἐπαίνῳ σεμνύνας. τὸ δὲ πάσχειν, ἀνατλῆναι εἰπών. τὰ δὲ πήματα,

ὀϊζύν. (ῃερς. 103.) Ὅτι τὸ ἐπεὶ, ὡς πολλαχοῦ, οὕτω καὶ ἐνταῦθα ἢ ἀναπόδοτον

τέθειται κατὰ ἔλλειψιν ἐν τῷ, ὦ φίλ', ἐπεί μ' ἔμνησας ὀϊζύος, καὶ τὰ ἑξῆς, ἢ μετὰ

δέκα στίχους ἀποδίδοται ἐν τῷ, τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο ἢ καὶ κατωτέρω

αὐτοῦ, ἐν τῷ, οὐδ' εἰ πεντάετες καὶ ἑξάετες. Ἔνθα καὶ ὅρα τὸ πεντάετες καὶ ἑξάετες,

καθ' ὁμοιότητα παραχθέντα τοῦ τρίετες περὶ οὗ προγέγραπται. καὶ τοῦ αὐτόετες ὃ ἐν

τοῖς ἑξῆς που λεχθήσεται. καὶ τοῦ εἰνάετες ὃ μετ' ὀλίγα κεῖται παρὰ τῷ ποιητῇ. Ὅρα

δὲ τὸ ἔμνησας γενικῇ συνταχθέν. τοιοῦτον δὲ καὶ τὸ ἀνέμνησας, ἤγουν εἰς μνήμην

ἤγαγες. δῆλον δὲ ὅτι ἐκ τοῦ ἔμνησα γίνεται αὐτοπαθῶς τὸ ἐμνησάμην. ὡς τὸ,

μνήσατο Αἰγίσθοιο. καὶ μετοχή, μνησάμενος. τοῦ δὲ ἀμνήσας ὁ μέλλων, ἐν τῷ,

μνήσει δέ σε καὶ θεὸς αὐτός. Ὅτι ἀνεπιφθόνως ὁ γέρων Νέστωρ ἐνταῦθα

περιαυτολογεῖ, οὐ καταμόνας ἑαυτὸν σεμνύνων, ἀλλ' ἐν τῷ κοινῷ, εἰπὼν οὕτω πως.

ὦ φίλε, ἐπεί μ' ἔμνησας ὧν ἐν Τροίᾳ ὑπέστημεν μένος ἄσχετοι Ἀχαιοὶ, καὶ τὰ ἑξῆς.

(ῃερς. 105.) Ἐν οἷς διαιρῶν τὰ τοῦ πολέμου, φησίν. ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπ'

ἠεροειδέα πόντον πλαζόμενοι κατὰ ληΐδ' ὅπῃ ἄρξειεν Ἀχιλλεὺς, ἠδ' ὅσα καὶ περὶ

ἄστυ μέγα Πριάμοιο ἄνακτος μαρνάμεθα. περὶ γῆν καὶ περὶ θάλασσαν ἱστορῶν εἶναι

τὸν Τρωϊκὸν πόλεμον ὡς καὶ ἐν Ἰλιάδι δεδήλωται. ὅτι δὲ καὶ τῆς κατὰ χέρσον μάχης

ἦρχεν ὁ Ἀχιλλεὺς ὡς πολέμαρχος καὶ τῆς λοιπῆς, ἱστόρηται καὶ αὐτὸ ἐν πολλοῖς. καὶ

ὅτι ἄστυ μέγα ἦν ἡ Τροία, καὶ ὅτι δὲ τὸ τῶν ληϊζομένων ἔργον, πλάνῃ ἔοικεν ὡς

δηλοῖ καὶ τὸ, ληϊστῆρες ὑπὲρ ἅλα ἀλόωνται, καὶ τὸ, πλαζόμενοι κατὰ ληΐδα, οὐκ

ἄδηλόν ἐστιν. ὥσπερ οὐδὲ τὸ, τοὺς μὲν τῶν Ἀχαιῶν παραμένειν τότε τῇ Τροίᾳ, τοὺς

δὲ πλάζεσθαι περὶ ληΐδα σὺν τῷ Ἀχιλλεῖ. (ῃερς. 108.) Ὅτι Νέστωρ ἐξαριθμούμενος ἐν

ἐπιτομῇ ἄνδρας ἐν τῷ Τρωϊκῷ πολέμῳ τρωθέντας ἀρίστους, καὶ οὕτω

καταποικίλλων τὴν Ὀδύσσειαν τοῖς ἐξ Ἰλιάδος ἐλλείμμασι, χρῆται σχήματι

ἐπιμονῆς. εἰπών. Ἔνθα δὲ κατέκταθεν ὅσσοι ἄριστοι. ἔνθα μὲν Αἴας κεῖται Ἀρήϊος.

ἔνθα δ' Ἀχιλλεύς. ἔνθα δὲ Πάτροκλος. ἔνθα δὲ Ἀντίλοχος. πεντάκις εἰπὼντὸ ἔνθα.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

131

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!