18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐνταῦθα. προϊὼν δὲ ἐρεῖ καὶ ὅτι ἐκ νομῆς ἐλθὼν ἔφερεν ὄβριμον ἄχθος ὕλης τὸ ἐν

τοῖς ἑξῆς ῥηθησόμενον. καὶ ὅτι λίθον προσετίθει τῇ θύρᾳ τοῦ σπηλαίου, ὃν οὐκ ἂν

πολλαὶ ἅμαξαι ἀνοχλίσωσιν. (ῃερς. 243.) ὃν καὶ πέτρην ἠλίβατον λέγει. ὅπερ ἐγγύς

ἐστιν ἤδη τοῦ καὶ ὄρος καὶ κορυφὴν τὸν τοιοῦτον θυρεὸν εἰπεῖν ὄρεος. καὶ τὴν

τροφὴν δὲ αὐτοῦ λέοντος εἰκάζει βορότητι. καὶ οὐχ' ἁπλῶς, ἀλλὰ καὶ εἰς

πολλαπλάσιον, δύο γὰρ ἄνδρας ἐθοινᾶτο ὁμοῦ. καὶ ῥόπαλον δὲ εἶχε φησὶν ἐοικὸς

ἱστῷ ἐεικοσόρου νηός. ὁ τοίνυν τοιοῦτος ὃς καὶ τὴν ῥηθεῖσαν ἠλίβατον πέτραν

ἐπετίθει τῷ σπηλαίῳ οὕτω ἀπόνως καθὰ καὶ εἴ τις φαρέτρᾳ πῶμα ἐπιθείη, οὐκ ἂν

λίαν ἀπιθάνως ῥηθείη κορυφὴν ὄρεος ἀφεῖναι κατὰ Ὀδυσσέως. Ὅτι δὲ οὐδὲ συριγμῷ

ἐχρῆτο νέμων ὁ Κύκλωψ ἀλλὰ ῥοίζῳ πολλῷ, καὶ ὡς οὐδὲ κύνας ἐπήγετο, ἐν τοῖς

ἑξῆς φανεῖται. καὶ ὡς ἐκ μόνης φθογγῆς τὸ αὐτοῦ προὐφαίνετο ἄγριον, ὥσπερ καὶ ἐκ

τοῦ καταμόνας ποιμαίνειν. ὃ καὶ μάλιστα τοὺς ἀμφὶ τὸν Ὀδυσσέα περιεσώσατο. εἰ

γὰρ μὴ ἐρημάζων ἦν ὁ Κύκλωψ ἀλλὰ τοῖς ἄλλοις συνανεστρέφετο, ἀπέλαυσεν ἄν τι

ἐκείνων εἰς ἐπικουρίαν ὅτε κακῶς ἔπασχε. καὶ μάλιστα, εἰ καὶ γυναῖκα εἶχε καὶ

παῖδας. ὅπερ οὐκ ἦν. διόπερ ὁ μῦθος Γαλατείας αὐτὸν ἐραστὴν τῆς Νηρηΐδος εἶναι

πλάττει πιθανῶς διὰ τὴν ῥηθησομένην ἐν γάλατι περιουσίαν. (ῃερς. 189.) οὐκοῦν ὡς

μηδὲ παίδων θεμιστεύων κατὰ τοὺς ἄλλους Κύκλωπας μηδὲ γυναικὸς, εἰκότως καὶ

ἀθέμιστα καὶ ἄδικα εἰδὼς λεχθήσεται. καὶ εἴη ἂν, ἀθεμίστων ἀθεμιστότερος. εἰ

τοίνυν μὴ μόνου ἑαυτοῦ ἐθεμίστευε πάντῃ ἔρημος ὢν ὡς εἴρηται, γέγονεν ἂν ἴσως

τοῦτο αὐτῷ, καθὰ εἴρηται, πρὸς καλοῦ. νῦν δὲ εὖ πέπλασται καὶ τὸ αὐτοῦ μονῆρες

ὥσπερ καὶ τὸ πάνυ ἄγριον, οὗ ἕνεκα καὶ ἐμισεῖτο, ὅτε γοῦν σύριγγι χρᾶσθαι

πλάττεται, ἡμέρου γὰρ τοῦτό γε καὶ ἱλαροῦ ποιμένος, ἀλλ' οὐδὲ κύνας ἐπάγεσθαι.

τοῦτο δὲ, καὶ διὰ τὸ τοῦ τόπου ἄθηρον, καὶ διὰ τὸ φείδεσθαι δὲ σίτου ὅπερ οὐκ ἐχρῆν

καθ' Ἡσίοδον εἰ καὶ μάλιστα δὲ (ῃερς. 183.) πρὸς ἱστορίας πιθανότητα. οὐ γὰρ ἦν

σωθῆναι τὸν Ὀδυσσέα κυνῶν ὄντων καὶ ὑλακτούντων, ὥσπερ οὐδὲ γειτόνων τινῶν

ὄντων αὐτῷ. διὸ πενταχῶς ἐνταῦθα ὁ ποιητὴς τὴν αὐτοῦ παρεσημῄνατο μόνωσιν.

διὰ τοῦ, ἐνθάδ' ἐπ' ἐσχατιῇ σπέος. καὶ, οἶος ποιμαίνεσκε. καὶ, ἀπόπροθεν. καὶ, οὐδὲ

μετ' ἄλλους πωλεῖτο. καὶ, ἀπάνευθεν ἐών. Σημείωσαι δὲ καὶ ὅτι τῶν τοιούτων

ἀνδρῶν, διὰ τὸ θηριῶδες καὶ ἀλόγιστον οὐδὲ ὀρθὰ φρονεῖν εἰδότων, εἰκότως καὶ

Ὅμηρος ἀγροικότερον καὶ ἀνόητον ὑποβάλλει νοεῖν καὶ τὸν Κύκλωπα. ὃς δέον ὂν

ἀφελέσθαι τὸν θυρεὸν ὁπηνίκα ἐτυφλώθη, καὶ τοὺς Κύκλωπας ἕωθεν

συγκαλέσασθαι, καὶ συλλαβέσθαι τοῦ σπηλαίου ἐντὸς τοὺς τυφλώσαντας, τοῦτο μὲν

οὐκ ἐποίησε. καθεζόμενος δὲ ἐν ταῖς θύραις ἐψηλάφε εἴ που λάβοι τινὰ στείχοντα

θύραθεν, νήπιός γε κἀνταῦθα ὢν ὥσπερ καὶ ὅτε οὐκ ἀπεγύμνωσεν αὐτοὺς τῶν

ξιφῶν ἐντὸς τοῦ σπηλαίου. καὶ ὅτε δὲ τῷ οἴνῳ ἑαυτὸν ἀσκέπτως ἐκδίδωσι, καὶ

ὑπνώττει ἀδεῶς, καὶ οὐδὲ τῷ σοφίσματι ἐφιστᾷ τῷ, οὖ τις ἔμοιγ' ὄνομα. τοιοῦτος ὁ

Κύκλωψ ὁ πελώριος ἢ καὶ ὄρειος τὸ μέγεθος. πολὺς τὴν ἀλκήν. φάραγξ τὰ εἰς

τροφήν. βαρὺς τὴν φωνήν. καὶ ὅλως τέρας ποιήσεως. ὃς ὅτι μὴ φρονεῖν εἶχε,

πάρεργον τοῦ πολυμηχάνου γέγονεν, εὐεπιβούλευτος μὲν ὢν διὰ τὸ μόνος ὡς

ἐῤῥέθη ἀπόπροθεν ποιμαίνειν ἐν ταῖς ἐσχατιαῖς, νυκτὸς δὲ πρὸς τοῦ συνετοῦ

Ὀδυσσέως ἐπιβουλευθεὶς ὅτε οὐκ ἦν βοηθείας τυχεῖν. οὗ καὶ τὸ μονόφθαλμον λίαν

ἔχει 1.332 πιθανῶς. εἰ γὰρ δύο εἶχεν ὁ πελώριος οὗτος θὴρ ὀφθαλμοὺς, ἀμήχανον ἦν

ἐκτυφλῶσαι αὐτόν. ἓξ γὰρ τῷ Ὀδυσσεῖ περιλειπομένων ἐν τῷ σπηλαίῳ, μόλις οἱ

τέσσαρες ἴσχυσαν σὺν αὐτῷ τὸν ἐπὶ τῷ ἑνὶ ὀφθαλμῷ ἆθλον ἀνῦσαι. Ἰστέον δὲ καὶ ὅτι

ἀστείως ἐκ Ποσειδῶνος τοῦ εἰς θάλασσαν ἀλληγορουμένου τὸν ἄγριον καὶ τερατώδη

ὁ ποιητικὸς μῦθος γεγονέναι λέγει τὸν Κύκλωπα διὰ τὸ κατὰ θάλασσαν ἄγριον, οὕτω

καὶ ὁ τὸν Ἀχιλλέα ἐν Ἰλιάδι ὀνειδίζων ἐπὶ ἀγριότητι, γλαυκή σε φησὶν ἔτικτε

θάλασσα. καὶ ὁ σκώπτων δέ τινα δυσπειθῆ πρὸς κύματα λαλεῖν φησὶ παροιμιακῶς.

ἐν δὲ λέξεσι ῥητορικαῖς εὕρηται καὶ Ἱλάων Ποσειδῶνος υἱὸς ὑπερφυὴς οὐκ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

377

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!