18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀπορία. λύσις δὲ αὐτῆς τὸ, ἢ ὅτι ἀγαθὴ ἐργάτις ἐστί. λαμβάνεται δέ ποτε καὶ ἀντὶ τοῦ

εἰ μὴ, οἷον· τί ἂν καλὸν ἐποίησα ἢ τὸν ἄνδρα τοῦτον θαυμάσας, ἤγουν εἰ μὴ

θαυμάσας. τοῦτο δὲ ἰσοδύναμόν ἐστι τῷ ἀλλˉα συνδέσμῳ. λαμβάνεται δέ ποτε τὸ ἢ

καὶ ἀντὶ τοῦ καθό, φασιν, ἢ ˉως. αὐτὸ δὲ καὶ ἧχι μετ' ἐπεκτάσεως γίνεται ἀντὶ τοῦ ὅ

που. ἔστιν ˉη καὶ ὅρκιον μετὰ τοῦ μὴν, οἷον· ἦ μὴν ποιήσω τόδε. οὕτω δὲ καὶ μετὰ

τοῦ μὲν, οἷον· ἦ μέν μοι πρόφρων ἔπεσι καὶ χερσὶν ἀρήξειν. Περὶ δὲ τοῦ ἦ ἀντὶ τοῦ

ἔφη, ῥήματος ὄντος, ἕτερος λόγος. ὅτι δὲ ὁ ˉη σύνδεσμος λαμβάνεταί ποτε μετὰ

ψιλῆς καὶ περισπωμένης ἀντὶ τοῦ ἄρα τοῦ κατ' ἐρώτησιν προπερισπωμένου, οὐκ

ἄδηλόν ἐστιν. ἐκεῖνο δ' ἐν τοῖς τοιούτοις καινὸν φέρεται, ὅτι τὸ ˉη, ἀντὶ τοῦ δή, ὅτε

φασὶ καὶ ἐγκλίνεται, οἷον· ἐπείη. καὶ μὴν περὶ τούτου ἀλλοῖόν τι ἐν τοῖς εἰς τὴν

Ἰλιάδα ἐγράφη, ὃ καὶ ζητητέον ἐκεῖ. Ἐπὶ τούτοις ἰστέον καὶ ὅτι δολιχὴ μὲν ὀξυτόνως

ἡ μακρὰ ∆ολίχη δὲ βαρυτόνως, ὄνομα πόλεως, ὥσπερ καὶ δολιχὸς μὲν ὁ μακρὸς,

δόλιχος δὲ προπαροξυτόνως ὄσπριόν τι. καὶ ὅτι οὐ μόνον Ἰώνων ἴδιον ἡ τοῦ ˉυ

ἐπένθεσις ἐν τῷ, νόσος νοῦσος, ὄρος οὖρος, ὅλος οὖλος. οἷον· οὖλος ἄρτος καὶ τοῖς

ὁμοίοις, ἀλλὰ καὶ Αἰολεῖς ποιοῦσι τοιοῦτόν τι ἐν οἷς τὸ ἀτὰρ αὐτὰρ λέγουσι, καὶ τὸ

θέω χέω πλέω ῥέω, οὐ διὰ μόνου τοῦ ˉε κλίνουσι κατὰ τὸ τελέω τελέσω, ἀλλὰ σὺν

τῷ ˉυ, θεύσω χεύσω πλεύσω ῥεύσω. Καὶ ὅτι ἡ δολιχὴ νόσος ἀντιδιαστέλλεται πρὸς

τὸν ἐκ βολῆς Ἀρτέμιδος, ἀλλαχοῦ δὲ καὶ Ἀπόλλωνος,γινόμενον θάνατον, ὡς τοῦ

τοιούτου αἴφνης ἐπισυμβαίνοντος, καθὰ πολλαχοῦ ἐδηλώθη, καὶ μὴ διὰ νόσου

δολιχῆς γινομένου, ἣ μάλιστα διὰ τηκεδόνος θανατοῖ. Ἰοχέαιραν δὲ ὅτι τὴν

ἰοτρόφον ἀσπίδα δριμέως οἱ μεθ' Ὅμηρον ἐκάλεσαν, καὶ ἀλλαχοῦ δηλοῦται. Ἰστέον

δὲ καὶ ὅτι ∆ίφιλος ἐν τῷ, Λητοῦς ∆ιός τε τοξόδαμνε παρθένε, τὴν ἰοχέαιραν

παρέφρασεν εἰς τοξόδαμνον. (ῃερς. 173.) Σημείωσαι δὲ καὶ ὅτι τριῶν οὐσῶν

ἐρωτήσεων ἐφεξῆς τῷ Ὀδυσσεῖ πρὸς τὴν μητέρα, ἤγουν, τίς νόσος αὐτὴν ἐδάμασε,

καὶ εἴπερ τὸ αὐτοῦ γέρας παρὰ τῷ Λαέρτῃ καὶ τῷ Τηλεμάχῳ ἐστὶ, καὶ πῶς ἔχει τὰ

κατὰ τὴν γυναῖκα. διὸ καὶ τρὶς ἐν τούτοις κεῖται τὸ, εἰπέ μοι τόδε, καὶ πάλιν, εἰπὲ δέ

μοι πατρὸς καὶ υἱέος, καὶ, εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν. (ῃερς. 180.) ἡ μήτηρ

ἐν τῷ ἀποκρίνεσθαι ἀναποδίζει. καὶ ἀπὸ τοῦ τέλους ἀρξαμένη ἄνεισιν εἰς τὸ πρῶτον

κατὰ βαθμίδα τινά. καὶ πρῶτα μὲν φησὶ περὶ τῆς γυναικὸς ὡς λίαν μένει παρὰ τῷ

υἱῷ τετληότι θυμῷ, εἶτα περὶ τοῦ υἱοῦ, καὶ μετ' αὐτὸν περὶ τοῦ πατρός. ἐφ' οἷς

ἐπαναβᾶσα εἰς τὸ πρῶτον λέγει περὶ τῆς νόσου. ὅθεν δῆλον ὡς οὐ πάντῃ ἀναγκαῖον

ἐν ταῖς πεύσεσι πρῶτον ἀπαντᾶν πρὸς τὸ πρῶτον καὶ ἑξῆς πρὸς τὰ καθ' εἱρμὸν, ἀλλ'

ὅπῃ τύχῃ γίνεσθαι τὰ τῆς ἀποκρίσεως καὶ ὅπως ἂν συμφέρῃ τῷ ἀποκρινομένῳ.

(ῃερς. 171.) Ὅτι δὲ Ἄρτεμις καὶ Ἀπόλλων τοῖς 1.407 αἰφνιδίοις ἐπιστατεῖν θανάτοις

λέγονται οἷς ἐναντίαι αἱ δολιχαὶ νόσοι, δῆλόν ἐστι, (ῃερς. 172.) καὶ ὅπως ἀγανὰ βέλη

τὰ τῶν αἴφνης θνησκόντων. (ῃερς. 180.) Τὸ δὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα

φυλάσσει, παρηχεῖται κατὰ τὸ παιδὶ καὶ ἔμπεδα. καθὰ καὶ πρὸ τούτου τὸ, εἴδωλον

ἑτέρωθεν ἑταίρου πόλλ' ἀγόρευε. (ῃερς. 178.) Τὸ δὲ ἔγημεν ὅτι διαφέρει τοῦ

ἐγήματο, οὐκ ἄδηλον οὐδ' αὐτὸ, καθὰ δηλοῖ καὶ τὸ, θάλαμον ἐν ᾧ οὐκ ἔγημεν ἀλλ'

ἐγήματο. ἀφ' οὗ δοκεῖ παραξέσας Αἰθέριος εἰπεῖν τὸ βαινόμενος βαίνων ὅ τε

νυμφίος ἄλλο τε νύμφη. (ῃερς. 180.) Τὸ δὲ τετληότι θυμῷ, τλήμονα καὶ τὴν

Πηνελόπην εἶναι δηλοῖ πρεπόντως τῷ τλήμονι ἀνδρὶ Ὀδυσσεῖ. (ῃερς. 185.) Τὸ δὲ

δαῖτας δαίνυται τρόπος ἐτυμολογίας ἐστίν. (ῃερς. 186.) Ὅρα δὲ καὶ τὸ, πάντες

καλέουσι, κοινότερον ῥηθὲν ἐπὶ τῆς εἰς δεῖπνον κλήσεως. δοκεῖ δὲ ἀρχαῖον ἔθος

εἶναι εἰς δαῖτας δημοσίας προκαλεῖσθαι τοὺς βασιλεῖς τε καὶ τοὺς δικαστὰς ὡς δηλοῖ

καὶ τὸ, δαῖτας ἃς ἐπέοικε δικασπόλον ἄνδρα ἀλεγύνειν, ὅ ἐστιν ἀλέγειν, ἐν λόγῳ

ποιεῖσθαι, φροντίζειν. ἐνταῦθα δὲ καὶ εἰς ταυτὸν ἄγει τῷ βασιλεῖ τὸν δικασπόλον,

διὰ τὸ πρέπειν τοιοῦτον εἶναι τὸν βασιλέα. (ῃερς. 190.) Τὸ δὲ ἐν κόνι γράφεται μὲν

καὶ διὰ διφθόγγου Ἀττικῶς, μάλιστα δὲ διὰ τοῦ ˉι ἐκ τοῦ κόνις κόνιος κόνιϊ καὶ κατὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

463

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!