18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

κρατὸς ἀλάλκησι κακὸν ἦμαρ. πάντα δέ τοι ἐρέω ὀλοφώϊα δήνεα Κίρκης. τεύξει τοι

κυνεῶ, βαλέει δ' ἐν φάρμακα σίτῳ. ἀλλ' οὐδ' ὣς θέλξαι 1.381 σε δυνήσεται. οὐ γὰρ

ἐάσει φάρμακον ἐσθλὸν ὅ τοι δώσω. ἐρέω δὲ ἕκαστα. ὁππότε κεν Κίρκη σ' ἐλάσῃ

περιμήκεϊ ῥᾴβδῳ, δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ, Κίρκῃ ἐπαΐξαι

ὥστε κτάμεναι μενεαίνων. ἡ δέ σ' ὑποδδείσασα κελήσεται εὐνηθῆναι. ἔνθα σὺ μηκέτ'

ἔπειτ' ἀπανῄνασθαι θεοῦ εὐνὴν, ὄφρα κέ τοι λύσηθ' ἑταίρους αὐτόν τε κομίσῃ, ἀλλὰ

κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι, μή τι τοι αὐτῷ πῆμα κακὸν

βουλευσέμεν ἄλλο, μή σ' ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θείη. ὣς ἄρα φωνήσας

πόρε φάρμακον ἀργειφόντης ἐκ γαίης ἐρύσας. καί μοι φύσιν αὐτοῦ ἔδειξε. ῥίζῃ μὲν

μέλαν ἔσκε, γάλακτι δὲ ἴκελον ἄνθος. μῶλυ δέ μιν καλέουσι θεοί. χαλεπὸν δέ τ'

ὀρύσσειν ἀνδράσι γε θνητοῖσι. θεοὶ δέ τε πάντα δύνανται. ὅπερ ἑνικῶς λεχθὲν ὀρθῶς

εὐσεβεῖται, ἵνα τις εἴπῃ, (ῃερς. 306.) θεὸς δέ τε πάντα δύναται. (ῃερς. 277.) Ἡ δὲ

ἀλληγορία ἐν τούτοις Ἑρμῆν μὲν οἶδε συνήθως τὸν λόγον, μῶλυ δὲ τὴν παιδείαν, ὡς

ἐκ μώλου ὅ ἐστι κακοπαθείας περιγινομένην. οὗ μώλυος ἡ μὲν ῥίζα, μέλαινα διὰ τὸ

οἷον σκοτεινὸν καὶ δυσόρατον τοῦ τέλους τῶν ἐναρχομένων τῆς παιδείας, καὶ διὰ

τοῦτο δυσέντευκτον καὶ οὐδὲ ἡδύ. διὸ καὶ Ἰσοκράτης πικρὰν ἔφη τὴν ῥίζαν αὐτῆς. τὸ

δέ γε μώλυος ἄνθος λευκὸν κατὰ γάλα διὰ τὴν τοῦ τέλους φαιδρότητα καὶ

λαμπρότητα, ἤδη δὲ καὶ τὸ ἡδὺ καὶ τρόφιμον. ὅθεν ὁ αὐτὸς Ἰσοκράτης τοὺς καρποὺς

τῆς παιδείας εἰ καὶ μὴ γάλακτι ἰκέλους, ἀλλὰ γλυκεῖς ἔφη διὰ τὸ καὶ τὴν ῥίζαν

προϋποθέσθαι πικράν. τοῦτο τὸ μῶλυ ὅ περ Ἑρμῆς ἐκφαίνει λογικαῖς μεθόδοις οὐκ

ἔγνωσται μὲν ἁπλῶς ἀνθρώποις, ἔστι γὰρ θεόσδοτον ἀγαθόν. λαβὼν δὲ αὐτὸ ἐξ

Ἑρμοῦ ὁ λόγιος Ὀδυσσεὺς συγγίνεται τῇ ἡδονῇ, ταχὺ περὶ αὐτὸν ἐλθούσῃ κατὰ τὸ

ἑαυτῆς ἔθος διὰ τὸ τῆς κακίας εὔληπτον. οὐ περιγίνεται δὲ αὐτοῦ ἐκείνη καθὰ καὶ

τῶν ἑταίρων, οὐ γὰρ ἀϊδρείῃσι κατ' ἐκείνους ἕπεται. συνὼν δὲ καὶ χρώμενος

ἐπιστημόνως αὐτῇ κατὰ λόγον ὀρθὸν αὐτός τε ἄνθρωπος μένει, καὶ ἐκείνους λύεται

σώζων. οὐ μόνον γὰρ ἐν χορείαις οὖσα ἥγε σώφρων οὐδὲν αἰσχρὸν πείσεται, ἀλλὰ

καὶ ὁ φιλοσοφῶν ἐν ἡδοναῖς ὢν ἄχραντος διαμενεῖ. ἐπισείσει γὰρ τῇ καθ' ἡδονὴν

Κίρκῃ ξίφος τὸν ἐμβριθῆ καὶ τμητικὸν τῆς κακίας λόγον. ἡ δὲ ὑποπτήξει, καὶ ὀμεῖται

μηδὲν πῆμα κακὸν βουλεύσειν αὐτῷ, πεπυκασμένῳ καὶ καταφράκτῳ ἄλλως ὄντι.

καὶ οὐκ ἀφελῶς ἀπογυμνωθέντα τοῦ ἀλληγορηθέντος ξίφους, κακὸν καὶ ἀνήνορα

θήσει. ἀνιόντι δὲ τῷ Ὀδυσσεῖ ὁ Ἑρμῆς συναντᾷ, τουτέστιν ἀρθέντι πρὸς ἀκρώρειαν.

ὅ ἐστιν ἄνω γενομένῳ τῶν περὶ γῆν, ὃν τρόπον καὶ ὁ Μίνως περὶ ὄρος ἐν Κρήτῃ

ὀαριστὴς γίνεται τοῦ ∆ιός. καὶ Ἡσίοδος δὲ ἐπὶ ὄρους τελεῖται τὰ τῶν Μουσῶν. Παρὰ

πόδας δὲ τὸ μῶλυ εὑρίσκει Ἑρμῆς, καὶ ἐπικύψας αὐτόθεν λαμβάνει ὁποῖά τι

εὐπόριστον φάρμακον, ἐπεὶ οὐχ' ἑνί τινι τόπῳ τὰ τῆς παιδείας περιγράφεται, ἀλλ'

ὅποι περ ἂν γένοιτό τις, ἔστιν εὑρεῖν τὸ καλὸν τοῦτο φυτόν. ὥς που καὶ ὁ σοφὸς

Θεμίστιος ἐπέστησε. χαλεπὸν δὲ ὀρύσσειν τὸ μῶλυ καὶ ἐκσπᾶν μέχρι πέρατος ῥίζης,

ἐπεὶ παιδείας ἄκρος ὥσπερ καὶ ἀρετῆς, δυσχερὲς ἐξευρεῖν. μυθικῶς μέντοι, χαλεπόν

ἐστιν ἡ τούτου ὀρυγὴ, ἐπειδὴ λόγος φέρεται, ἑλκόμενον αὐτὸ, θάνατον πρὸς τῷ

τέλει τῆς ῥίζης ἐπιφέρειν τῷ ἀνασπῶντι, ὁποῖόν τι καὶ περὶ μανδραγόρου λέγεται.

δῆλον δὲ καὶ ὅτι ἔγνωσται τοῖς Ἀσκληπιάδαις βοτάνη τὸ μῶλυ. εἰ δὲ καὶ

ἀντικαθίσταται αὐτὸ Κιρκαίοις φαρμάκοις εἰδεῖεν ἂν ἐκεῖνοι. φασὶ δὲ οἱ παλαιοὶ καὶ

μῶλυ λέγεσθαι παρὰ τὸ μωλύειν ὅ ἐστιν ἀφανίζειν τὰ φάρμακα. Ἀλέξανδρος δὲ ὁ

Πάφιος μυθολογεῖ, Πικόλοον ἕνα τῶν Γιγάντων φυγόντα τὸν κατὰ ∆ιὸς πόλεμον

τὴν τῆς Κίρκης νῆσον καταλαβεῖν, καὶ πειρᾶσθαι ἐκβαλεῖν αὐτήν. τὸν πατέρα δὲ

Ἥλιον ὑπερασπίζοντα τῆς θυγατρὸς ἀνελεῖν αὐτὸν, καὶ τοῦ αἵματος ῥυέντος εἰς γῆν

φῦναι βοτάνην, καὶ κληθῆναι αὐτὴν μῶλυ διὰ τὸν μῶλον ἤτοι πόλεμον ἐν ᾧ ἔπεσεν

ὁ ῥηθεὶς Γίγας. εἶναι δὲ αὐτῷ ἄνθος ἴκελον γάλακτι διὰ τὸν ἀνελόντα λευκὸν

Ἥλιον, ῥίζαν δὲ μέλαιναν διὰ τὸ τοῦ Γίγαντος μέλαν αἷμα, ἢ καὶ διὰ τὸ τὴν Κίρκην

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

434

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!