18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

γένηται. (ῃερς. 395.) Ὅτι ἄλλο νοήσασα ἡ Ἀθηνᾶ, μνηστήρεσιν ἐπὶ γλυκὺν ὕπνον

ἔχευε. πλάζε δὲ πίνοντας. χειρῶν δ' ἔκβαλλε κύπελλα. Οἵ δ' εὕδειν ὤρνυντο κατὰ

πτόλιν. οὐκέτι ἐπὶ πλεῖον καθῆσθαι ἔχοντες, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν

ἔπιπτεν. μέθης δὲ ἔργον διασκευάζει ὁ ποιητὴς ἐν τούτοις ἣν ἡ Ἀθηνᾶ τεχνᾶται. ἴσως

γὰρ, ἐπίτηδες λόγῳ φρονήσεως ἐνεδαψιλεύετο οἶνος τῷ πότῳ ὑπὲρ τὸ σύνηθες ὡς

ἂν οἱ μνηστῆρες μεθύσκωνται πίνοντες. ὡς εἰ μὴ τοῦτο ἦν, τάχα ἂν καὶ

διενυκτέρευσαν ἐν τῷ πότῳ. ἵνα καὶ ἑωλοκρασίαν ἔθεντο. ἣν κατεσκεδάννυσαν

1.106 φασὶ τῶν κατακοιμηθέντων οἱ διαπαννυχίσαντες ἐν τῷ πίνειν, χθιζὴν κράσιν

οὖσαν, ἤτοι λείψανον τοῦ χθὲς κρατῆρος. ὁ τῇ ὑστεραίᾳ τῶν μὴ κρατερῶν τοῦ πίνειν

κατεχέετο. Τὸ δὲ ἔχευε, τὸ ὑγρὸν τοῦ ὕπνου κἀνταῦθα δηλοῖ. (ῃερς. 396.) Τὸ δὲ

πλάζειν, ἐλλειπτικῶς κεῖται, ἀντὶ τοῦ, παρεπλάνα τοῦ ἐγρηγορέναι ἢ τοῦ φρονεῖν ἢ

τῆς κατὰ φύσιν ἐνεργείας. ὡς δηλοῖ τὸ, χειρῶν δ' ἔκβαλλε κύπελλα. δῆλον γὰρ ὡς

ἀπεπλανᾶτο τοῦ συμποτικοῦ σκοποῦ ἡ τὸ κύπελλον ἀποβάλλουσα χείρ. Τὸ δὲ ἔπιπτε,

βάρος ὕπνου δηλοῖ, ταχὺ τὰ βλέφαρα κλείοντος. (ῃερς. 398.) Ἰστέον δὲ ὅτι οὐκ

ὀκνήσας ταυτολογῆσαι ὁ ποιητὴς, δὶς ἐνταῦθα εἶπε τὸ, ἥ δ' αὖτ' ἄλλ' ἐνόησε θεὰ

γλαυκῶπις Ἀθήνη. πολλαχοῦ δὲ ἐπαινετὸν ἡ καίριος ταυτολογία. Τὸ δὲ ἄλλο νοεῖν

ποριμότητα νοημάτων δηλοῖ. Ὅτι δὲ ἀπὸ τοῦ γλαυκῶπις, γλαυκώπιον ἡ Ἀττικὴ

ἐλέχθη ἀκρόπολις ἢ καὶ ἡ ἁπλῶς, δηλοῦσιν οἱ παλαιοί. παρ' οἷς καὶ ἡ γλαῦξ

περισπᾶται. οἳ καὶ ὀξύνεσθαι μὲν λέγουσι τὸ γλαὺξ, πλὴν ∆ωρικῶς. ἐνταῦθα δὲ

παρασημαντέον εὐκρινείας χάριν, ὡς τὸ λεγόμενον γλαυκίον, οὐκ αὐτόχρημα γλαύξ

ἐστιν, ἀλλ' ἑτεροῖον. νησσοειδὲς γάρ φησιν ἐκεῖνο. νήσσης μικρότερον. καλούμενον

ἀπὸ τῆς τῶν ὀμμάτων γλαυκότητος. (ῃερς. 404.) Ὅτι ἐπισπευστικὸν εἰς ὁδὸν τὸ, ἀλλ'

ἴομεν μὴ δηθὰ διατρίβωμεν ὁδοῖο. εὐσεβῆ δὲ ἄνθρωπον σεμνυνεῖ τὸ, ὅ δ' ἔπειτα μετ'

ἴχνια βαῖνε θεοῖο. (ῃερς. 410.) Ὅτι δημαγωγικῶς ὁ Τηλέμαχος φίλους τοὺς

συμπλόους Ἰθακησίους καλεῖ, κολακεύων εὐκαίρως ἐν τῷ, δεῦτε φίλοι ἤϊα

φερώμεθα. καὶ ὁ μὲν, ἐπιτάσσει. οἱ δὲ, πάντα φέροντες κατατιθέασιν ἐπὶ νηῒ ὡς

αὐτὸς ἐκέλευσεν. εἶεν δ' ἂν οἱ τοιοῦτοι, οὐχ' ἁπλῶς φίλοι, ἀλλὰ καὶ συνθέτως,

ἑταῖροι φίλοι. ὧν τὸ μὲν, Ὅμηρος αὐτοὺς ἐκάλεσεν ἐν τῷ, ἐσθλοὶ ἑταῖροι. (ῃερς.

409.) Τὸ δὲ, νῦν ὁ Τηλέμαχος. ὃν περιφράζων, φησίν. ἱερὴ ἲς Τηλεμάχοιο.

σεμνότερον τοῦτο εἰπὼν ἤπερ τὸ, βίη Ἡρακλῆος, ἀντὶ τοῦ Ἡρακλῆς. Ὅρα δὲ καὶ τὸ

φέρειν, ἐνταῦθα κυριολεκτούμενον. ἐξ οὗ καὶ τὸ φορεῖον. καὶ ὁ φόρτος. καὶ τὸ

φοράδην ἐπίῤῥημα. καὶ φορμὸς ὁ κόφινος. καὶ φορμίσκος κατὰ Παυσανίαν, λεπτόν

τι ἀγγεῖον. ἕτεροι δέ φασιν οὕτω. ἐκ τοῦ φέρω, φορμὸς ἤγουν πλέγμα. σπυρίς. ἐν ᾧ

καὶ σῦκα ἔφερον. ἐκεῖθεν δέ φασι καὶ φορητὸς, φρύγανα. χόρτος. κοπρία. (ῃερς. 416.)

Ὅτι ἐν τῷ, ἂν δ' ἄρα Τηλέμαχος νηὸς βαῖνε, γενικῇ συντέτακται τὸ ἀναβαίνειν δι'

ἔλλειψιν προθέσεως. τὸ δὲ πλῆρες καὶ ὀρθὸν, ἀνέβαινεν ἐπὶ νηός. καὶ ἄλλως δὲ τὸ

ῥηθὲν, ἀντὶ τοῦ ἄνω τῆς νηὸς ἔβαινεν εἴρηται. Λέγει δὲ καὶ ἐνταῦθα ὡς καὶ ἀλλαχοῦ

ἐν πολλοῖς, ἄρχειν τὸ προηγεῖσθαι ὁδοῦ ἢ ἔργου. ὃ πρὸ βραχέων, ἡγήσατο Παλλὰς

Ἀθήνη ἔφη. (ῃερς. 418.) Ὅτι πρυμνήσια, τὰ πρὸς τῇ γῇ δεσμοῦντα σχοινία τὴν ναῦν.

ἃ καὶ πείσματα λέγονται, ὡς τῆς νηὸς πειθομένης αὐτοῖς. (ῃερς. 4.) Ὅτι τὸν ἐξ

Ἰθάκης πλοῦν τοῦ Τηλεμάχου διασκευάζων Ὅμηρος, φησίν. τοὶ δὲ πρυμνήσι'

ἔλυσαν. ἂν δὲ καὶ αὐτοὶ βάντες, ἐπὶ κληῖσι κάθιζον. τοῖσιν δ' ἴκμενον οὖρον ἵει

γλαυκῶπις Ἀθήνη, τουτέστιν ἡ κατὰ τοὺς ναυτίλους ἐμπειρία καὶ φρόνησις. οἳ

στοχασάμενοι καιροῦ ἔπλευσαν. ἴκμενον οὖρον ἵει, ἀκραῆ ζέφυρον, κελάδοντ' ἐπὶ

οἴνοπα πόντον. Τηλεμάχου δὲ κελεύσαντος ὅπλων ἅπτεσθαι, αὐτοὶ ὀτρύνοντος

ἄκουσαν. ἱστόν δ' εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης στῆσαν ἀείραντες, κατὰ δὲ

προτόνοισιν ἔδησαν. ἕλκον δ' ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσιν. ἔπρησεν δ' ἄνεμος

μέσον ἱστίον. ἀμφὶ δὲ κῦμα στείρῃ πορφύρεον μεγάλ' ἴαχε νηὸς ἰούσης. ἥ δ' ἔθεεν

κατὰ κῦμα διαπρήσουσα κέλευθον. δησάμενοι δ' ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

121

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!