18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

παρατατικὸς δὲ, ἦν. κατὰ τὸ, φιλῶ ἐφίλην. νοῶ ἐνόην. καὶ τὰ ὅμοια Αἰολικά. καὶ

τοῦτο μὲν, τοιοῦτον καθ' Ἡρακλείδην. Τὸ δὲ πατρώϊος ὅτι ἐκ τοῦ πατρὸς γίνεται,

μετ' ὀλίγα ῥηθήσεται. (ῃερς. 174.) Ὅτι πεζὸς, ἐκ τοῦ πέδον γίνεται κατὰ συγγένειαν

τῶν συμφώνων ὡς ἀλλαχοῦ ἐῤῥέθη πλατύτερον. ἔστι γὰρ πεζὸς, ὁ ἐν τῷ πέδῳ

βαίνων. διὸ οὐ πεζὸς ὁ ἔφιππος, ἀλλ' οὐδὲ ὁ πλέων. καὶ γὰρ καὶ αἱ νῆες, ἵπποι ἁλὸς

κατὰ τὸν ποιητήν. Ἰστέον δὲ ὅτι ἀφελὴς ἐνταῦθα καὶ ἀστεῖος ὁ τοῦ Τηλεμάχου λόγος

ἐν τῷ, οὐ γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδε ἱκέσθαι. ἤγουν ἐν τῇ καθ' ἡμᾶς νήσῳ.

σπουδαῖον δὲ ὁ λόγος ἔχει οὐδὲν, ὁποῖα τὰ τοῦ σχεδιασμοῦ. καὶ μάλιστα, ἐν τοῖς

νέοις καὶ μήπω πεπαιδευμένοις λέγειν. (ῃερς. 175.) Ὅτι τὸ ἐτήτυμον ὤφειλε μὲν ὡς

ἀναδιπλασιασμὸς τοῦ ἔτυμος, συστέλλειν τὴν προπαραλήγουσαν. ἀλλὰ διὰ τὸ

ἐπάλληλον τῶν βραχειῶν, οὐ γέγονε τοῦτο. καθάπερ καὶ ἐν τῷ κηκάζω. καὶ ἐν τῷ

ἐκήκιεν. οἷον. μέλαν δ' ἀνεκήκιεν αἷμα. καὶ ἐν τῷ, σῖτον παρενήνεον ἤτοι ἐσώρευον.

καὶ ἐν ἄλλοις. Τοῦ δὲ ἔτυμος ἡ παραγωγὸς γραμματικὴ σκευωρία, τοιαύτη ἐστίν. ὡς

δίδωμι δοτὸς, τίθημι θετός, οὕτω φασὶν εἰμὶ ἐτός. καὶ ὡς ἔλος ἔλυμος εἶδος

σπέρματος ἕλεσι χαίροντος, οὕτως ἐτὸς ἔτυμος ὁ ὢν εἴτουν ἀληθής. ὅθεν καὶ

ἐτυμολογία, λόγος ἐπαληθιζομένην δεικνύς φασι τὴν λέξιν τῇ φύσει τοῦ πράγματος.

εἶτα ὥσπερ ἀητρὸς ἀταρτηρὸς ἐπενθέσει πλεοναστικῇ, οὕτω καὶ ἔτυμος ἐτήτυμος.

Ὅτι τὸ ἐσσὶ ἀντὶ τοῦ ὑπάρχεις, πλεονασμὸν ἔχει τοῦ ˉι, καὶ ἀλλόκοτόν ἐστι ῥῆμα.

οὐδὲν γὰρ εὕρηται λῆγον εἰς ˉσˉι ῥῆμα δευτέρου προσώπου, δίχα τούτου. διὸ οὐδὲ

ἐφελκυστικόν ποτε γίνεται τοῦ νῦ. περὶ δὲ τῆς γενέσεως αὐτοῦ, ἐν τῇ Ἰλιάδι εἴρηται.

(ῃερς. 176.) Ὅτι φιλόξενος ἀνὴρ, εἴποι ἂν τὸ, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ.

ἤτοι πολλοὶ ἔγνων. ἔμαθον. (ῃερς. 178.) Τὸ δὲ ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν

ἀνθρώπων, ἁρμόττει ἀνθρώπῳ φιλοξένῳ ἢ ἄλλως ἐνδόξῳ. ἔστι δὲ τὸ ἐπίστροφος,

μέση λέξις. πάθος τὲ γὰρ δηλοῖ καὶ ἐνέργειαν. τὸ γοῦν ἐπεὶ καὶ ἐκεῖνος ἐπίστροφος

ἦν ἀνθρώπων, ἢ δράσιν δηλοῖ. ὡς ἂν εἴη ἐπίστροφος ἀνθρώπων, ὁ ἐνεργῶν καὶ

ποιούμενος τὴν εἰς ἄλλους ἐπιστροφήν. ὅ ἐστι φιλόξενος καὶ πολλοὺς ξενοδοχῶν. ἢ

παθητικὴν ἔννοιαν ἔχει ὡς πάσχων ἐκ τῶν ἄλλων ἐπιστροφὴν καὶ ἀγαπώμενος.

ὅπερ καὶ κρεῖττον. ἐν ἄλλοις γοῦν ἐρεῖ ὅτι πολλοῖς ἔσκε φίλος. παῦροι γὰρ Ἀχαιῶν

ἦσαν ὁμοῖοι. καὶ Ὀδυσσεὺς δέ που λέγει ὅτι εἰμὶ Ὀδυσσεὺς ὃς πᾶσιν ἀνθρώποις

μέλομαι. ὅ ἐστιν ἐν ἐπιστροφῇ καὶ μελήσει γίνομαι ἀγαπώμενος. οὕτω καί τις

ποιητὴς λιμένα ἐπίστροφον λέγει, οὐ μόνον τὸν στρογγύλον καὶ περιφερῆ κατά

τινας, ἀλλὰ καὶ τὸν ὑπὸ τῶν καταίρειν θελόντων, ζητούμενον. Ὅρα δὲ ὅτι δὶς ἐν τῷ

τόπῳ κεῖται τὸ ἐπεˉι συναπτῶς ἐν δυσὶ στίχοις. ἐπεὶ πολλοὶ ἴσαν ἡμέτερον δῶ. ἐπεὶ

καὶ κεῖνος ἐπίστροφος ἦν. (ῃερς. 177.) Τὸ δὲ δῶ, ἀποκέκοπται ἐκ τοῦ δῶμα καθὰ καὶ

ἐκ τοῦ ἧλος τὸ ἧλ κατὰ τὸν γεωγράφον. καὶ ἄλλα ὅμοια. καὶ ὡς τὸ παῦσαι, παῦ

ἔλεγον μονοσυλλάβως κατὰ Αἴλιον ∆ιονύσιον. 1.46 (ῃερς. 183.) Ὅτι κατελθεῖν, οὐ

μόνον τὸ ἁπλῶς κάτω που ἐλθεῖν, ἀλλὰ καὶ τὸ εἰς λιμένα ἐλθεῖν. ὥσπερ καὶ

καταβῆναι καὶ καταπλεῦσαι καὶ καταχθῆναι καὶ κατᾶραι, τὸ ἐλλιμενίσαι λέγεται. τὸ

μέντοι ἀπᾶραι τοῦ λιμένος ἀνελθεῖν καὶ ἀναβῆναι καὶ ἀναπλεῦσαι καὶ ἀναχθῆναι

λέγεται. κατάπλους μὲν γὰρ, ἡ εἰς τὸν λιμένα ἔλευσις. ἀνάπλους δὲ, τὸ ἀνάπαλιν, ὡς

τοῦ θαλαττίου ὕδατος ὑπερκειμένου γῆς. διὸ καὶ ὁ ποιητὴς μετ' ὀλίγα φησί. πρὶν ἐς

Τροίαν ἀναβήμεναι, ἤγουν διὰ θαλάσσης ἐκεῖ ἀνελθεῖν. ὅτι δὲ καὶ τὸ τὸν φυγάδα εἰς

τὴν πατρίδα ἐλθεῖν, κατελθεῖν λέγεται, δῆλον παρὰ τοῖς μεθ' Ὅμηρον ἀττικίζουσι.

λέγεται δὲ καὶ αὐτὸ, κατά τινα κυριολεξίαν. ἐπεί περ οἷα λιμὴν καὶ ἐκείνοις ἡ πατρὶς

ὑπόκειται κινδυνεῦσαι φθάσασιν. ἔχει δὲ παρ' Ὁμήρῳ ἡ λέξις οὕτω. νῦν δ' ὧδε ξὺν

νηῒ κατήλυθον ἤγουν κατέπλευσα. ἔστι δὲ τὸ ὧδε, ἀντὶ τοῦ οὕτως. ἁπλῶς δηλαδή.

καὶ ὡς εἰπεῖν, αὕτως. οὐδέποτε γάρ φασιν ὁ ποιητὴς τοπικὸν οἶδε τὸ ὧδε. καθὰ καὶ

ἐν Ἰλιάδι σεσημείωται. Ἰστέον δὲ ὅτι κατὰ τὴν ὕστερον παρατήρησιν, ἡ τοῦ Μέντου

πλαστὴ ναῦς, πλοῖον οὐκ ἂν λέγοιτο καθά τις οἰήσεται. ∆ίδυμος γάρ φασι διαφορὰν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

52

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!