18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

(ῃερς. 472.) Τὸ δὲ ῥῖγος, πρωτότυπόν ἐστι τοῦ ῥίγιστος. ὡς καὶ τὸ κάλλος καὶ τὸ

κράτος, τοῦ κάλλιστος καὶ τοῦ κράτιστος. (ῃερς. 476.) Ὅτι δὲ ἡ δάσκιος ὕλη

ἐχρησίμευσε τῷ Ὀδυσσεῖ, δηλοῖ ὁ ποιητὴς γράψας οὕτω δοίους δ' ἂρ ὑπήλυθε

θάμνους ἐξομόθεν πεφυῶτας. ὁ μὲν, φυλίης. (ῃερς. 477.) ὅ δ' ἐλαίης. ἀγρίας δηλαδή.

τοὺς μὲν ἂρ, οὔτ' ὄμβρος περάασκε διαμπερές. ὣς ἄρα πυκνοὶ ἀλλήλοισιν ἔφυν

ἐπαμοιβαδύς. καὶ οὐκ ἐψεύδοντο οὔτε τὸ δάσκιον εἴγε ἀνήλιοι ἦσαν, οὔτε τὸ θάμνοι

εἶναι διὰ τὸ θαμὰ πεφυκέναι. (ῃερς. 481.) οὓς ὑπ' Ὀδυσσεὺς δύσετο. ὃ ταυτόν ἐστι τῷ,

ὑπήλυθεν. ἄφαρ δὲ, ὕλην ἢ μάλιστα εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν. εὐρεῖαν.

φύλλων γὰρ (ῃερς. 483.) ἔην χύσις ἤλυθα πολλή. εἶτα ἑρμηνεύων τὸ πολλὴ, φησίν.

ὅσσοντ' ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι ὥρη χειμερίη εἰ καὶ μάλαπερ χαλεπαίνει.

τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς. ἐν δ' ἄρα μέσσῃ λέκτο. χύσιν δ'

ἐπεχεύατο φύλλων. στιβάδα ταύτην ἁπαλὴν εὐτυ 1.232 χῶς εὑρηκὼς καὶ

τεχνησάμενος ἑαυτῷ. ἣν στιβάδα, ἡ μὲν κοινὴ χρῆσις καὶ εἴδησις, ἄλλως

παραδίδωσιν. ὁ δὲ γράψας ὅτι κατέκειτο ἐν σπηλαίῳ στιβάδας ἐντετμημένας ἔχοντι

κατὰ τὴν πέτραν, ἢ τὰ κοινότερον λεγόμενα πεσσούλια, στιβάδας εἶπεν. ἢ

συνεκδοχικῶς, καὶ τὰς ἐπ' αὐτῶν στιβάδας. αἵτινες ἢ φύλλων χύσις πολλὴ, ἢ ῥῶπες

δασεῖαι εἰσὶν ἀπὸ λύγων ἤ τινων τοιούτων. (ῃερς. 476.) Ὅρα δὲ καινὸν σχῆμα ἐν τῷ,

δύο ὑπῆλθε θάμνους. ὁ μέν, φυλίης. ὃς δ' ἐλαίης. ἐχρῆν μὲν γὰρ εἰπεῖν, τὸν μὲν,

φυλίης. τόν δ' ἐλαίης. ὁ δὲ στίξας τελείαν ἐν τῷ, (ῃερς. 477.) ἐξομόθεν πεφυῶτας.

εἶτα ὡς ἐξ ὑπαρχῆς, ἐπάγει κατὰ ἔλλειψιν ὑπαρκτικοῦ ῥήματος τὸ, ὁ μέν. ὁ δέ. ἵνα

λέγῃ ὡς ὁ μὲν ἦν φυλίης, ὁ δὲ ἦν ἐλαίης. τοιοῦτον καὶ ἐν Ἰλιάδι ἐφάνη τὸ, φημὶ

κατανεῦσαι ∆ία, ἀστράπτων ἐπιδέξια, καὶ ἕτερα δὲ πολλά. Τὸ δὲ ὑπήλυθε, νῦν μὲν

ἀντὶ τοῦ ὑπέδυ ὡς ἀνωτέρω ἐδηλώθη. παρὰ δὲ τοῖς ὕστερον, καὶ ἐπὶ ἀπάτης καὶ

δόλου ἡ λέξις τίθεται. οἷον. ὑπῆλθεν ὁ δεῖνα τὸν δεῖνα. τουτέστιν, ἠπάτησεν. Ἐν δὲ

τῷ ἐξομόθεν, ἢ πλεονάζει ἡ πρόθεσις καθ' ὁμοιότητα τοῦ, ἀπουρανόθεν καὶ τῶν

τοιούτων. ἢ καὶ προσνέμεται τῷ πεφυῶτας, ἵνα ᾖ, ὁμόθεν ἐκπεφυῶτας. ἤγουν

φυέντας ἐκ γῆς. Ἡ δὲ φυλία, εἶδος καὶ αὐτὴ ἀγρίας ἐλαίας ἐχούσης φύλλα ὅμοια

μυῤῥίνῃ. φυλάττουσα μέχρι καὶ νῦν παρὰ πολλοῖς τοὔνομα. (ῃερς. 478.) Τὸ δὲ μήτε

ἀνέμους διαπνέειν τοὺς τοιούτους θάμνους μήτε ἡλίου αὐτοὺς ἀκτῖσι βάλλεσθαι μή

τε ὄμβρῳ διαπερᾶσθαι, τὸ λίαν πυκνὸν τῆς ἐκεῖσε ὕλης δηλοῖ, ἔτι καὶ τὴν πολλὴν

χύσιν τῶν φύλλων. εἰ μὲν γὰρ οὐκ ἀνέμων διάει μένος αὐτοὺς, ἄρα τὰ φύλλα ἔσω

ἔμενε πίπτοντα. εἰ δὲ καὶ ὄμβρῳ ἦσαν ἀνεπιβούλευτοι, οὐκ ἄρα ἐσήποντο. εἰ δὲ καὶ

ἡλίῳ ἄβλητοι, οὐκ ἄρα ἐφρύττοντο. δαψιλῶς ἄρα εἶχε τοῦ στρώματος τῆς εὐνῆς ὁ

Ὀδυσσεύς. καὶ μάλιστα εἰ μὴ ἑνὶ μόνῳ ἄρκιος ἦν ἡ ὕλη ἀλλὰ καὶ δυσὶν ἀνδράσι καὶ

τρισίν. Ἰστέον δὲ ὡς κατά τινα μίμησιν Ὁμηρικὴν τὴν τῶν ἐνταῦθα, κεῖται Σοφοκλεῖ

τὸ, φυλλάδα μυριόκαρπον ἀνήλιον ἀνήνεμόν τε πάντων χειμώνων. Τὸ δὲ ἀνέμων

ὑγρὸν ἀέντων, ἐτυμολογικῶς ἐγράφη. ἐκ τοῦ ἄω γὰρ ὁ ἄνεμος ἐπενθέσει τοῦ ˉν.

καιρία δὲ αὕτη λέξις πολλὰ ποιοῦσα. ἐν οἷς καὶ Ζήτης καὶ Κάλαϊς οἱ τοῦ Βορέου

παῖδες. ὁ μὲν, οἱονεὶ ζαήτης ὅ ἐστι σφοδρὸς ἀήτης Βοῤῥᾶς. ὁ δὲ, καλὸν ἢ ἀκαλὸν

ἤγουν ἥσυχον ἄημα Βορέου δηλαδή. Ὅτι δὲ ὑγρόν εἰσιν οἱ ἄνεμοι ἀέντες ἤτοι

πνέοντες, πολλαχοῦ φαίνεται καὶ λέλεκται. Τοῦ δὲ ἀέντων πρωτότυπον, τὸ ἄημι. οὗ

παρατατικὸς μὲν, τὸ ἄην. ὡς τὸ, τίθημι ἐτίθην. καὶ τρίτον, ἄει καὶ διάζει. ὡς ἐτίθει

καὶ διετίθει. καὶ ἡ μετοχὴ, ἀεὶς ἀέντος ἀέντων ὡς τιθέντων. Τοῦ δὲ ἄημι

πρωτότυπον τὸ ἄω. ἀφ' οὗ οὐ μόνον ἀήτης ἡ πνοὴ τοῦ ἀνέμου καὶ ὁ ἄνεμος, ἀλλὰ

καὶ ἀΐτης ὁ ἐρώμενος κατὰ τοὺς παλαιοὺς, διὰ τοῦ ἰῶτα. ὁ εἰσπνέων ὡς καὶ

προεγράφη, τῷ ἔρωτι τὸν ἐραστήν. εἰσπνεῖται γάρ φασι τῆς μορφῆς τι καὶ τῆς ὥρας.

ὅθεν καὶ εἰσπνῆλαι διὰ διχρόνου ἢ ἐν τῷ ˉη, παρὰ Λάκωσιν οἱ ἐρασταί. ὅτι δὲ ἀΐτης ὁ

ἐρώμενος καὶ διὰ διφθόγγου γράφεται, οὐκ ἔστιν ἀμφιβαλεῖν. ἐκ δὲ τοῦ ῥηθέντος

ἄω, καὶ ἀήσυρον τὸ κοῦφον. ὅθεν καὶ παρ' Αἰσχύλῳ μύρμηκες ἀήσυροι. (ῃερς. 480.)

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

264

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!