18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τὸ, ὁ μήκων ἀρσενικὸν, κεῖται ἐπάνω τῆς κοιλίας, οἱονεὶ κύστις. καὶ ὅτι λέγεται ἂν

ἀπορήσῃ τροφῆς, αὐτὸν κατεσθίειν. ὅθεν εἴρηται τὸ, ἔδωδ' ἐμαυτὸν ὡς πολύπους.

καὶ ὅτι τοῦτο φασί τινες ψεῦδος εἶναι. ὑπὸ γὰρ τῶν γόγγρων διωκόμενον, ἀδικεῖσθαι

τοὺς πόδας. καὶ ὅτι λέγεται ὡς εἴ τις ταῖς θαλάμαις αὐτοῦ ἅλας σπείρῃ, εὐθέως

ἔξεισι. καὶ ὅτι φεύγων, μεταβάλλει φόβῳ τὰς χρόας, ἐξομοιούμενος τοῖς τόποις ἐν

οἷς κρύπτεται. διὸ Κλέαρχός τις ἔφη. πουλύποδός μοι τέκνον ἔχων νόον Ἀμφίλοχ'

ἥρως, τοῖσιν ἐφαρμόζου ὧν κεδῆμον ἵκηαι. ὁ δὲ τοιοῦτος νοῦς τὸν πολύτροπον

πολύποδα σκώπτει. καὶ ὅτι εἴπερ ἱστορεῖται ὁ πολύπους λίαν ἀνόητος εἶναι,

διωκόμενος τε γὰρ ἔστιν ὅτε οὐ φεύγει, καὶ πρὸς τὴν χεῖρα δὲ τῶν διωκόντων

βαδίζει. ὅθεν εἴρηται τὸ εἶναί τινα ἠλίθιον νοῦν τε πολύποδος ἔχοντα, οὐκ ἄρα τὴν

συνεξομοίωσιν τὴν πρὸς τοὺς τόπους φρονίμως αὐτὸς ποιεῖ, ἀλλ' ὁ φόβος ἀληθῶς

αὐτὸν ἀλλοιοῖ. καὶ ὅτι λέγεται μηδὲ γίνεσθαι πολύποδας περὶ Ἑλλήσποντον. κατὰ δέ

τινας, μηδὲ περὶ τὸν Εὔξεινον. ψυχρὰ γάρ φασιν ἡ θάλασσα αὕτη καὶ ἧττον ἁλμυρά.

ταῦτα δ' ἄμφω, πολέμια πολύποδι. καὶ ὅτι ὁ τραγικὸς Ἴων μεμφόμενος τὸ τοῦ

πολύποδος εὐμετάβλητον, ἀκολούθως δ' αὐτῷ καὶ τὸν παλίμβολον ἄνθρωπον,

λέγει. τὸν πετραῖον πλεκτάναις ἀναίμονα στυγῶ μεταλλακτῆρα πολύπουν, χροός.

Ὅρα δὲ τὸ, θαλάμης ἐξελκομένου, τότε γὰρ ἀντέχεται ὁ πολύπους μάλιστα. ὡς εἰ καί

τις πατρίδος βιαίως ἀπάγοιτο ἢ οἴκου. δῆλον δὲ, ὡς θάλαμος μὲν, ἐπὶ λογικῶν.

θαλάμη δὲ, ἐπὶ ἀλόγων. ὅτι δὲ θαλάμη μὲν, ἀεὶ βαρυτόνως ὡς παλάμη, τὸ δὲ

πληθυντικὸν αὐτῆς πρὸς διάφορον σημασίαν ὠξυτονήθη, δηλοῖ ὁ ἱστορήσας

θαλαμὰς ἐν ὀξείᾳ τάσει. καὶ εἰπὼν ὅτι 1.226 θαλαμὰς ὡς ἀγαθὰς, ∆ιοσκούρων ἱερὸν

σημαίνει. θαλάμας δὲ βαρυτόνως ὡς μεγάλας, καταδύσεις μηνύει. Μνηστέον δ'

ἐνταῦθα καὶ ὅτι θαλάμη οὐ τῷ πάλαι καὶ Ὁμηρικῷ ἀλλὰ τῷ παρὰ τοῖς ὕστερον

νυμφικῷ, παρωνόμασται ὁ ἐπιθαλάμιος λόγος. περὶ οὗ γράφεται ὅτι ἐπιθαλάμιον

μὲν, τὸ ἐπὶ θαλάμῳ τῆς γαμουμένης γραφέν. γαμήλιον δὲ, ὃ οὐ περιώρισται χρόνῳ.

τάττεται δὲ ἡ λέξις φασὶ, καὶ ἐπὶ δωρεᾶς ἐν γάμῳ διδομένης. ὅτι δὲ θαλάμου

παρώνυμος καὶ ὁ τριηρικὸς θαλάμαξ, οἶδεν ὁ μαθών. Κοτυληδόνες δὲ αἱ τοῦ

πολύποδος πλεκτάναι, ἀπὸ μέρους τουτέστιν ἀπὸ τῶν βραχυτάτων κοτυληδόνων αἳ

πρανεῖς ταῖς πλεκτάναις ὑπόκεινται, ὅμοιαι οὖσαι κοτυλιδίοις κοίλοις ἀφ' ὧν καὶ

παρονομάζονται. δῆλον δ' ὅτι ταύταις ὁ πολύπους ἀντέχεται τῶν πετρῶν κρατερῶς.

ὧν ἑκάστη συσπῶσα ἑαυτὴν καὶ προσφυομένη τῇ τῆς πέτρας ἐπιφανείᾳ κολλητικῶς,

ἔχεσθαι ποιεῖ τὸν πολύποδα τοῦ ὑποκειμένου, ὅσα καὶ κισσὸν δρυὸς ἤ τινος ἄλλου.

(ῃερς. 434.) Θρασείας δὲ χεῖρας νῦν τὰς τοῦ Ὀδυσσέως ἔφη, διὰ τὸ οὕτω τλῆμον καὶ

θαῤῥαλέον αὐτοῦ. (ῃερς. 438.) Τὸ δὲ κύματος ἐξαναδὺς ἃ ἐρεύγεται εἰς ἤπειρον,

καινῶς μὲν ἐσχημάτισται, ἐχρῆν γὰρ εἰπεῖν, ὃ ἐρεύγεται. πλὴν οὐκ ἦν ἄλλως εἰπεῖν.

εἰ γὰρ καὶ ἑνὸς κύματος ἐξανέδυ Ὀδυσσεὺς, ἀλλ' οὐχ' ἓν κῦμα ἔξω ἠρεύγετο. ἔχει

γοῦν τὸ σχῆμα ἐλλιπῶς. τὸ δὲ τέλειον, οὕτως. κύματος ἐξαναδὺς ἐκείνου ἑνὸς τῶν

πολλῶν ἃ ἐρεύγεται ἤπειρόν δέ. (ῃερς. 439.) Τὸ δὲ νῆχε παρὲξ, ἀντὶ τοῦ, οὔτε πάνυ

πόῤῥω τῆς γῆς, δέδιε γὰρ μήπως αὐτὸν αὖθις ἀναρπάξῃ θύελλα. οὔτε αὖθις ἐν χρῷ

τῆς γῆς, ἵνα μὴ ταῖς πέτραις προσαραχθῇ. καὶ δηλοῖ συνήθως κἀνταῦθα ἡ μὲν πˉαρα,

ἐγγύτητα τὴν πρὸς τῇ γῇ. ἡ δὲ ˉεξ ἄπωσιν τὴν ἐν θαλάσσῃ. Ὅρα δὲ ὅτι παρὲξ ἔφη, μὴ

συντάξας τὸ ἐπίῤῥημα πτώσει τινὶ ὡς ἐν ἄλλοις ἐποίει. οἷον παρὲξ ἅλα. καὶ, παρὲκ

νόον. (ῃερς. 455.) Τὸ δὲ ᾤδεε χρόα, ἀντὶ τοῦ, ἐξώγκωτο. ἐκ τοῦ οἰδέω οἰδῶ. εὕρηται

δὲ ἐν παλαιοῖς βιβλίοις καὶ ἀντὶ τοῦ ὤζεεν, ὡς ἀπὸ τοῦ ὀζῶ τροπῷ συνήθει τοῦ ˉζ εἰς

ˉδ. τοῦ δὲ ὀζῶ κοινῶς μὲν, ὁ μέλλων διὰ τοῦ ˉε, ὀζέσω γάρ. ὁ δὲ κωμικὸς ἐν ταῖς

σφηξὶν, ὀζήσω φησὶ διὰ τοῦ ˉη. Τὸ δὲ θάλασσα κήκιεν, ἀντὶ τοῦ, ὕδωρ θαλάσσιον

κατέῤῥεν. ὥσπερ καὶ ἐν Ἰλιάδι, ἱδρὼς κήκιε. (ῃερς. 457.) Τοῦ δὲ ὀλιγηπελέων, ἔστι

καὶ ὄνομα ἐν τοῖς ἑξῆς ἡ ὀλιγηπελία, ὅ ἐστιν ὀλιγοψυχία. ἔστι γὰρ ὀλιγηπελέειν, τὸ

ὀλίγον τινὰ πέλειν. ἢ ὀλιγοῦσθαι τὸ εἶναι διά τι πάθος φθοροποιόν. ὁποῖον καὶ ὁ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

257

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!