18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Καλυψώ. τουτέστι τῆς τοῦ ἄξονος ταύτης ἐννοίας καὶ περὶ αὐτοῦ θεωρίας τὲ καὶ

μαθήσεως, τέλος καὶ ἀποτέλεσμα καὶ οἷον εἰπεῖν γέννημα, τὸ τὸν οὐρανὸν τὸν τὴν

γῆν τε ἄνωθεν καλύπτοντα ἤτοι σκέποντα καὶ περιέχοντα πάντα ἔσω καὶ σφίγγοντα,

τηρεῖν διὰ τῆς τοιούτου ἄξονος μονιμότητος ἐν ταυτότητι κυκλοφορικῆς κινήσεως

καὶ κατακαλύψεως καὶ περιοχῆς τοῦ παντός. ταύτῃ δὲ τῇ Καλυψοῖ σύνεστι μὲν ὁ

ἀποτελεσματικὸς φιλόσοφος Ὀδυσσεύς. ὁ καὶ Πλειάδας τε Ὑάδας τε θεωρῶν καὶ

σθένος Ὠρίωνος κατὰ τὸν ποιητὴν καὶ τὰ ἑξῆς. ποθεῖ δὲ ὅμως μάλιστα καὶ τὴν

μεθοδικὴν καὶ κανονικὴν φιλοσοφίαν. ἀφ' ἧς ὡς οἷά τινος πατρίδος ὁρμώμενος, εἰς

ταῦτα ἦλθε καὶ εἰς ἐκείνην ἐπανακάμπτειν γλίχεται ἧς χωρὶς οὐκ ἔστι φιλοσοφεῖν.

ὅτι δὲ τοιαύτη τις ἡ Πηνελόπη, δῆλον ἔσται ὅτε τὸν ἱστὸν θεωρήσομεν τὸν ὑπ' αὐτῆς

ὑφαινόμενόν τε καὶ αὖθις ἀναλυόμενον. καὶ ταῦτα μὲν τοιαῦτα. ἐπεὶ δὲ ὁ τοιοῦτος

ἄξων τὸ τοῦ παντὸς μέσον τέμνει, διατοῦτο καὶ τὴν τῆς Καλυψοῦς οἴκησιν ὁ μῦθος

ἐν ὀμφαλῷ θαλάσσης ἱδρύει, ἀντὶ τοῦ μέσου τοῦ παντὸς ἤτοι τοῦ κοσμικοῦ λαβὼν

τὸν τῆς θαλάσσης ὀμφαλὸν, ἐπειδὴ καὶ ὁ ὀμφαλὸς μεσάζει τὰ ζῳᾶ. διότι δὲ τὸν

Ἄτλαντα ἐκεῖ που περὶ τὸν ὁμώνυμον 1.18 Λιβυκὸν τόπον ἤγουν κατὰ τὸ ὄρος τὸν

Ἄτλαντα ὁ μῦθος κιονοφοροῦντα ποιεῖ, διατοῦτο καὶ τὴν τῆς Καλυψοῦς νῆσον περὶ

τὸ Ἀτλαντικὸν ὁ αὐτὸς ἐκτοπίζει πέλαγος, συμμετακινῶν πιθανῶς τὴν θυγατέρα

Καλυψὼ, τῷ γεννησαμένῳ Ἄτλαντι. καὶ οὕτω μὲν τὸν Ἄτλαντα καὶ τοὺς

ἀχθοφορουμένους ὑπ' αὐτοῦκίονας εἰς τὸν κοσμικὸν ἔστι μεταλαμβάνειν ἄξονα. ὃν

κίονα καὶ ὁ Πλάτων καλεῖ, τὸ ὄνομα παρ' Ὁμήρου λαβών. ἡ δέ γε ἱστορία, Λίβυν

ἄνδρα σοφὸν τὰ ἀποτελεσματικὰ τὸν Ἄτλαντα παραδίδωσι, πολλὰ τῶν μελλόντων

ἐκ τῆς τῶν οὐρανίων κινήσεως προσημειούμενον καὶ προλέγοντα. ὅθεν καὶ ἀνέχειν

τὸν οὐρανὸν ἐμυθεύθη. ὡς οἷα μέχρι καὶ εἰς αὐτὸν οὐρανὸν ἀνήκων τῇ πολυδυνάμῳ

σοφίᾳ. ὁ μέντοι περιηγητὴς ∆ιονύσιος ἄλλως ἐμφαίνεται θεραπεύων τὸν μῦθον.

λέγων περὶ τὸ Λιβυκὸν ὄρος τὸν Ἄτλαντα, κίονα χάλκεον ἀνέχειν εἰς οὐρανὸν

ἀνατρέχοντα, πάνυ πολὺν τὸ ὕψος. διὸ καὶ δοκεῖν ἄχρις οὐρανοῦ ἥκειν. Ἔστι δὲ καὶ

ἄλλως, εἰς τὸ ἁπλῶς πολὺ τοῦ κατὰ τὸ Ἀτλαντικὸν ὄρος ὕψους, τὴν κιονικὴν

φαντασίαν συμβιβάσασθαι. οὕτω καὶ Πίνδαρος οὐρανίαν κίονα λέγει τὴν Αἴτνην, καὶ

ὁ ποιητὴς δὲ ἐν τοῖς ἑξῆς, τὸν τῆς Σκύλλης σκόπελον, οὐρανὸν εὑρανὸν εὐρὺν

ἱκάνειν φησί. καὶ Αἰσχύλος δὲ, ἀστρογείτονας τὰς τοῦ Καυκάσου λέγει κορυφάς. καὶ

∆ιόδωρος, ἄκραν τινὰ τῶν Ἄλπεων κορυφὴν τοῦ σύμπαντος ὄρους δοκοῦσαν,

οὐρανοῦ ῥάχιν ἱστορεῖ παρὰ τῶν ἐγχωρίων καλεῖσθαι. καὶ τοιαῦτα μὲν καὶ τὰ τῆς

ἱστορίας. Ὁ δὲ μῦθος, ἕνα τῶν Τιτάνων εἶναι τὸν Ἄτλαντα βούλεται. ὃς ἐπ' ὀλέθρῳ

ἑαυτοῦ ἐπαναστὰς τῷ ∆ιΐ, διὸ καὶ ὀλοόφρων λέγεται, τιμωρίαν κατεκρίθη τὸ τῶν

κιόνων ἄχθος. Φασὶ δὲ τὸν Ἡρακλῆ διὰ τὰ χρυσᾶ μῆλα εἰς Λιβύην ἐλθόντα, ὑπελθεῖν

τὸν φόρτον διὰ φιλίαν, καὶ διαδέξασθαι τὸν Ἄτλαντα πρὸς βραχύ. εἶτ' αὖθις ἐκείνῳ

ἐπιτρέψαι τὰ συνήθη πάσχειν. τὸ δ' ἔστιν, ὅτι τῷ σοφῷ Ἄτλαντι μαθητεύσας ὁ

Ἡρακλῆς, προέλεγέ τινα καὶ αὐτὸς τῶν μελλόντων. κἀντεῦθεν ἡ τοῦ ἄχθους

ἐμυθεύθη διαδοχή. φησὶ γοῦν Αἰλιανὸς αὐταῖς λέξεσιν οὕτω. λόγος ἔχει, Ἄτλαντι

φοιτήσαντα τὸν Ἡρακλέα, σπουδάσαι τὰ οὐρανία. ταῦτά τοι, καὶ συγγεγράφθαι

διαδέξασθαι τὸν οὐρανὸν ἐν μέρει. αἰνιξαμένων τῶν συγγραφέων τὴν παράδοσιν

τῆς σοφίας τοῦτον τὸν τρόπον. Ὅτι δὲ τὸ ὄρος ὁ Ἄτλας, καὶ πληθυντικῶς

προφέρεται Ἄτλαντες ᾧ λόγῳ καὶ ἡ Μάλεια τὸ ὄρος καὶ νῆσος ἡ Κρήτη Μάλειαι καὶ

Κρῆται λέγονται. καὶ ὅτι καὶ ὄνομα ἔθνους τῷ τοιούτῳ παροικοῦντος ὄρει οἱ

Ἄτλαντες, πολλαχοῦ διαφαίνεται. καὶ ἴσως τοιαύτης ἐννοίας παρὰ τῷ

δειπνοσοφιστῇ οἱ Ἄτλαντες ἐν τῷ, περιέτρεχον τὴν ναῦν Ἄτλαντες ἐντὸς,

ἑξαπήχεις. εἰ μὴ ἄρα ζώδια εἴτουν ἀνδριάντες ἦσαν αὐτοὶ ἐστηλωμένοι πρὸς μίμησιν

Ἄτλαντος. οὗ τῆς κλίσεως ὁ κανὼν, τοιοῦτος καθ' Ἡρῳδιανόν. τὰ παρὰ μετοχὴν εἰς

ˉαˉς δισύλλαβα, διὰ τοῦ ˉν ˉτ κλίνεται. οἷον. τλὰς, Ἄτλας Ἄτλαντος. φὰς, Περίφας

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

20

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!