18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀνέρχεσθαι τοῦ ἀναδραμεῖν, ὧν χρήσεις τοῦ μὲν ἀνήλυθε καὶ τοῦ ἀνέρχεσθαι, ἐν τῷ

προκειμένῳ χωρίῳ, τοῦ δὲ λοιποῦ, ἐν τῷ, ἀνέδραμεν ἔρνεϊ ἶσος, Ἡρόδοτος τὸ

ἀναδραμεῖν φαίνεται φιλεῖν. (ῃερς. 168.) Ὅρα δὲ καὶ τὸ, σέβασμ' ἔχει, καὶ τὸ ἄγαμαι,

καὶ τὸ τέθηπα, ἐπικεχυμένα ἀλλήλοις κατὰ σημασίαν ἰσοδύναμον. (ῃερς. 177.) Ἐν δὲ

τῷ, οἳ τήνδε πόλιν ἔχουσιν, οὐ δεικτικὸν τὸ τήνδε ἀλλ' ἀναφορικόν. οὐ γὰρ ἔχει

δεῖξαι Ὀδυσσεὺς δακτύλῳ τὴν τοιαύτην πόλιν. ὅτι δὲ ταυτὸν πόλιν εἰπεῖν καὶ ἄστυ,

δηλοῖ ἐπαγαγὼν εὐθύς. ἄστυ δέ μοι δεῖξον. (ῃερς. 178.) καὶ ῥάκος δὲ καὶ σπεῖρον

ἐνταῦθα εἰς ταυτὸν ἄγει. εἰπών. δὸς ῥάκος εἴτι που εἴλυμα σπείρων ἔχεις. ὅ ἐστι

κάλυμμα ῥάκους. (ῃερς. 181.) Ὁμοφροσύνη δὲ, τὸ τὰ αὐτὰ βουλεύεσθαι. ὁ σπάνιον ἐν

ταῖς κατ' ἀνθρώπους συζυγίαις. οἱ πλείους γὰρ ζυγομαχοῦσι κατὰ τὸν βίον. Τὸ δὲ

ἄλγεα δυσμενέεσσι. τοὺς φθονεροὺς διαζωγραφεῖ. οἳ ἀλγοῦσιν ἐπὶ τοῖς ἑτέρων

ἀγαθοῖς. ὥσπερ αὖ πάλιν οἱ εὐμενέται, χάρμα ἔχουσιν. (ῃερς. 184.) Ὅρα δὲ καὶ ὅτι

δυνάμενος εἰπεῖν εὐμενέεσι καθ' ὁμοιότητα τοῦ δυσμενέεσιν, ὅμως οὐκ ἠθέλησεν

ἐπιβούλως καλλωπίσαι. ἵνα μὴ ἀχρειώσῃ τὸ τοῦ λόγου πιθανὸν τῇ πρὸς κάλλος

ἐπιβουλῇ. πάντως δὲ οὐκ ἐξ ὀνόματος τοῦ μένος, γίνεται ὥσπερ ὁ δυσμενὴς οὕτω

καὶ ὁ εὐμενέτης, ἀλλὰ ἀπὸ ῥήματος περισπωμένου μὲν οὐκ ἐν χρήσει δὲ συνήθει

κειμένου. ὡς ἔστι νοεῖν καὶ ἐκ τοῦ ὑπομενετέον. οὗ χρῆσις παρὰ τοῖς σοφοῖς. (ῃερς.

187.) Ὅτι ἔπαινος ἀγαθοῦ ἀνδρὸς 1.248 τὸ, ξεῖν', ἐπεὶ οὔτε κακῷ οὔτ' ἄφρονι ἀνδρὶ

ἔοικας. λέγει δὲ κακὸν ἐνταῦθα, τὸν δυσγενῆ πρὸς Ὀδυσσέα δὲ ὁ τοιοῦτος λόγος ἐκ

τῆς κόρης. Ἔνθα σημείωσαι ὡς γυναικεῖον ἦθος μιμεῖται Ὅμηρος, διὸ πολλὰ ἐξ

Ὀδυσσέως τοῦ ῥήτορος ἀκούσασα εἰς εἰκασμὸν, οὐκ ἔχει αὐτὴ καλόν τι εἰπεῖν οἷα

κορίσκη ἁπαλή. ἀλλ' ἀρκεῖται, εἰποῦσα τὸν αὐτῆς ἐπαινέτην μὴ ἐοικέναι ἀνδρὶ κακῷ

ἢ ἄφρονι, ἀλλὰ φρονίμῳ δηλαδὴ καὶ δεινῶς λαλήσαντι τὰ εἰς συμφέρον αὐτῷ.

ἄλλως μέντοι (ῃερς. 188.) φιλοτιμουμένη καὶ αὐτὴ, γνωματεύει ὅτι θεὸς αἴτιος τοῦ

τε ὀλβίους τινὰς εἶναι καὶ τοῦ μὴ τοιούτους. παραμυθομένη οὕτω τὸν Ὀδυσσέα. φησὶ

γοῦν. Ζεὺς αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν ἐσθλοῖς ἠδὲ κακοῖσιν ὅπως

ἐθέλῃσιν ἑκάστῳ. καί που σοὶ τάγ' ἔδωκε. (ῃερς. 190.) σὲ δὲ χρὴ τετλάμεν ἔμπης.

παραμυθητικὸς δὲ ὁ λόγος πρὸς δυστυχῆ ἄνθρωπον. Ἰστέον δὲ ὅτι τὸ, (ῃερς. 189.)

ἐσθλοῖς ἠδὲ κακοῖς, οἱ μὲν, ἐπὶ ἀνθρώπων νοοῦσι τῶν ὀλβιζομένων. οἱ δὲ, οὐδέτερα

ταῦτα ὀνόματα ἐκδέχονται. λέγοντες ὅτι νέμει ὄλβον θεὸς ἔν τε ἐσθλοῖς πράγμασι

καὶ ἐν κακοῖς. δοκοῦσι δὲ οὐ πάνυ καλῶς λέγειν. οὐ γὰρ ἂν εἴη τις ὄλβιος ἐν κακοῖς.

ὡς τοῦ ὄλβου, ἐπὶ εὐδαιμονίας λεγομένου. εἰ μὴ ἄρα τις βαρυνόμενος ἢ

ἀστεϊζόμενος τὸ τοιοῦτον εἴπῃ. ὡς καὶ Οἰδίπους παρὰ Σοφοκλεῖ, κάλλος κακῶν

ἑαυτὸν ἀποκαλεῖ. τουτέστιν ἐν κακοῖς κάλλιστον. εἰ δὲ καὶ ὄλβον τὸν ἁπλῶς εἴπῃ τις

πλοῦτον ὡς τὸ, ὄλβῳ τε πλούτῳ τε, εἴη ἂν καὶ οὕτω τις ὄλβιος ἐν κακοῖς, τουτέστι

πλούσιος. δύναται δὲ καὶ ἄλλως κατὰ τὴν Ὁμηρικὴν δόξαν ὄλβιός τις εἶναι οὐκ ἐν

μόνοις ἐσθλοῖς ἀλλ' ἐν ἐσθλοῖς ὁμοῦ καὶ κακοῖς, ἀναμὶξ χορηγουμένοις ἐκ τῶν παρὰ

τῷ ∆ιῒ πίθων οὓς ἡ Ἰλιὰς ἐδήλωσεν. ἐξ ὧν κεράννυται τὸ ἐν ἀνθρώποις εὔδαιμον. ὡς

μὴ ἐξὸν ὂν ἄκρατον εἶναί τινι ἀγαθὸν, ἀλλὰ κατά τι κέρασμα θεόσδοτον. (ῃερς. 193.)

Ὅτι ταλαπείριον ἱκέτην λέγει, ἢ τὸν ταλαίπωρον, ἢ τὸν τῆλε περάσαντα. καὶ νῦν μὲν

ἡ κόρη οὕτω καλεῖ τὸν Ὀδυσσέα. ἐν τοῖς ἑξῆς δὲ, αὐτὸς ἐρεῖ τὸ, καὶ γὰρ ἐγὼ ξεῖνος

ταλαπείριος τηλόθεν ἐξ ἀπίης γαίης. ὅ πέρ ἐστιν ἐτυμολογία τοῦ ταλαπείριος. οἱ δὲ

παλαιοὶ, γράφουσι καὶ οὕτω. ταλαπείριον, τραγικοὶ τὸν ταλαίπωρον. Ὅμηρος δὲ, τὸν

πόῤῥωθεν ἀφιγμένον. (ῃερς. 195.) Ὅτι διήγημα ἐνταῦθα σύντομον τὸ, Φαίηκες μὲν

τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν. εἰμὶ δ' ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο. τοῦ δ'

ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε. Ὀδυσσέως δὲ ὥσπερ τὸ γνωματεύσασθαι οὕτω

καὶ τὸ γοργῶς διηγήσασθαι ἀπώνατο ἡ κόρη. καὶ ἐκεῖνος γὰρ, τὴν μακρὰν κάκωσιν

οὕτως ἐπέτεμε. χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον, τόφρα δέ μ' αἰεὶ κῦμα

φόρει κραιπναί τε θύελλαι νήσου ἀπ' Ὠγυγίης. τρισὶ γὰρ καὶ αὐτὸς ἔπεσιν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

282

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!