18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ῥηθήσεται. παλαιὸς μέν τις ἐπίγραμμα τωθαστικὸν εἴς τινα ἰατρὸν Ἄκρωνα ἔγραψεν

οὕτως. Ἄκρων' ἰατρὸν ἄκρον Ἀκραγαντίνων. ἐπίτηδες οὕτω γράψας ἐκεῖνος, καὶ

οὐκ ἐκ τοῦ παρατυχόντος. οἱ δὲ νεώτεροι ταῦτα καὶ ὅσα τοιαῦτα ζηλώσαντες, πολλὰ

δ' ἐν τοῖς παλαιοῖς εὕρηται ὅμοια ὡς πολλαχοῦ δεδήλωται, γρίφους ἐμελέτησαν

πλέκειν οὓς ὠνόμασαν σχέδη. τὴν ἀρχὴν μὲν λεπτούς τινας καὶ οἵους ῥᾷον

ἐκδιαδράσκεσθαι, τέλος δὲ ἁδροὺς καὶ δυσδιαφύκτους. καὶ οἱ μὲν παλαιοὶ τὸ ῥηθὲν

τοῦ Ἐπιχάρμου νόημα, ἔτι δὲ καὶ τὸ τοῦ ἐπιγράμματος, καὶ ὅσα δὲ ἀρχαῖα τοιαῦτα,

θαυμασίως ἐκάλουν ὡς ἐνομοθέτησεν ὁ Ἐπίχαρμος, λόγον ἐν λόγῳ αὐτὰ εἰπὼν, διὰ

τὸ, ὡς ἐν αἰνίγματι ἄλλον μὲν εἶναι τὸν λαλούμενον λόγον, ἕτερον δὲ τὸν

νοούμενον. οἱ δὲ τὰ σχεδικὰ λαλοῦντες ἀκολούθως καὶ αὐτοὶ νοήματα καλοῦσιν

ἅπερ γριφεύονται, διὰ τὸ καὶ τὸν γραμματέα παῖδα μὴ τοῦ λεγομένου ἀλλὰ τοῦ

νοουμένου γίνεσθαι. παρεσημάνθη δὲ ἀναγκαίως περί τινων τοιούτων καὶ ἐν τοῖς

εἰς τὴν Ἰλιάδα. ὧν ἓν καὶ τὸ, βῆ ῥ' Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίζων. ἔνθα οὐ Ῥῆσον

λέγει τὸν περιᾳδόμενον Θρᾷκα Ὅμηρος, ἀλλατινα, Ἶσον καλούμενον. Ἐμφανῶς δὲ

λόγος ἐπὶ λόγῳ καὶ λαβύρινθος ἐμφαίνεται ὅν οἱ ὕστερον σχεδικοὶ ἐπετηδεύσαντο

ἐν τῷ, Αἰγεῖ συνοικήσουσα τῷ Πανδίονος. ὃ γραφὲν περὶ τοῦ ἥρωος Αἰγέως ἐν δυσὶ

διφθόγγοις, ἡ σοφὴ ἑταίρα Θαῒς, διὰ τῆς αˉι διφθόγγου καὶ τοῦ ἰῶτα ἐξέδοτο. ὡς ἀπὸ

τοῦ αἲξ αἰγὸς αἰγί. Γράσωνος γάρ τινος παρωνομάσθαι δοκοῦντος ἀπὸ γράσου ὃς

δηλοῖ τὴν τῶν αἰγῶν ὀδμὴν, ἐπεὶ πρὸς αὐτὸν πορευομένη ἤρετό τις ποῦ ἄπεισιν,

ἔφη. αἰγὶ συνοικήσουσα τῷ Πανδίονος. ἤγουν τῷ οἱονεὶ αἰγιδίῳ Γράσωνι διὰ τὸν

γράσον οὗ πέρ ἐστι παρώνυμος. καὶ τοῦτο μὲν προφανῶς νενοημάτισται κατὰ

ὁμοφωνίαν παρηχητικὴν δύο πτώσεων δοτικῶν, ἤτοι τοῦ, Αἰγεῖ ἡρωϊκῶς, καὶ τοῦ,

αἰγὶ ζωϊκῶς. λέγεται δὲ καὶ Φρύνη τῷ αὐτῷ Γράσωνι συνδειπνοῦσα φορίνην ἆραι.

ἔστι δὲ κλαδῶδές τι φασὶν ἡ φορίνη. 1.349 καὶ εἰπεῖν. λάβε καὶ κατάτραγε. παίξασα

ὥσπερ ἡ Θαῒς παρὰ τὸν αἴγειον γράσον, οὕτω καὶ αὐτὴ παρὰ τὸν τράγον ὃν

ὑπελάλησεν ἐν τῷ κατάτραγε. Ἔτι ἰστέον καὶ ὅτι ὁ κιθαρῳδὸς Στρατόνικος πρός

τινα ἔμφασιν Ὁμηρικῆς διαιρέσεως τῆς ἐν τῷ, οὖ τίς με δαμᾷ δόλῳ οὐδὲ βίῃφι

φιλοτιμησάμενος καὶ αὐτὸς διελεῖν ἐν τῷ ἐρωτηθῆναι περί τινος μεγάλου μὲν

μεγέθει κιθαρῳδοῦ δὲ φαύλου, ποῖος τίς ἐστιν, ἔφη. οὐδεὶς κακὸς μέγας ἰχθύς.

αἰνιττόμενος, ὅτι τε οὐδείς ἐστιν ἐκεῖνος ὁ περὶ οὗ ἠρωτήθη, καὶ ὅτι κακός. καὶ

μέγας μὲν, ἰχθὺς δὲ δι' ἀφωνίαν. ἔπαιξε δὲ ὁ Στρατόνικος τοῦτο, παρὰ τὴν λέγουσαν

παροιμίαν, μέγας οὐδεὶς σαπρὸς ἰχθύς. παραθεὶς αὐτὴν καὶ διελὼν ὡς ἤθελε. καὶ

ταῦτα μὲν τοιαῦτα. (ῃερς. 369.) ὁ δὲ ὅλος τοῦ Κύκλωπος λόγος δι' οὗ δηλοῖ τὸ ὑπὲρ

τοῦ οἴνου ξένιον τὴν ἄχαριν χάριν, τοιοῦτός ἐστιν. Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ

οἷς ἑτάροισι. τοὺς δ' ἄλλους, πρόσθεν. τὸ δέ τοι ξεινήϊον ἔσται. ὃ καὶ παροιμιώδης

γέγονε λόγος τῶν τινι μεγάλων καὶ θείων σοφῶν, ἐπὶ τῶν καιρικῶς μὲν ἀφιέντων

ὕστερον δὲ ἀπολλύντων τινάς. Κυκλώπειον γὰρ ἐκεῖνος τὴν τοιαύτην ἔφη δωρεάν.

Καὶ ὅρα ὅπως νηλέα κατὰ τὸν ποιητὴν ἀεὶ ὁ Κύκλωψ ἔχει θυμὸν καὶ πρὸ τοῦ πότου

καὶ μετὰ τὸ κισσύβιον, εἰς τοσοῦτον καὶ μόνον φειδόμενος, ὡς ἀναβαλέσθαι εἰς

νέωτα τὸν τοῦ Ὀδυσσέως θάνατον, ἵνα τῷ φόβῳ κατεργασθεὶς μηδὲ ἔχοι θνήσκων

αἰσθάνεσθαι. καὶ ἔστιν εἰπεῖν, ὅτι καθὰ τὸν ἐν τοῖς ἑξῆς αὐτῷ πέπονα κριὸν φάγοι

μὲν ἄν ποτε φάγοι δὲ ὕστατον, οὕτω καὶ τὸν Ὀδυσσέα φιλῶν ὑστάτῃ θοίνῃ

δεξιώσεται. ἔοικεν οὖν οὐ μόνον κατὰ τὸ μέγεθος ῥίῳ, ἀλλὰ καὶ κατὰ τὸ ἄτεγκον εἰς

ἔλεον. διὸ καὶ παρὰ πέτραν ἀνήκοον δοκεῖ λαλεῖν ὁ Ὀδυσσεύς. καὶ ταῦτα καιρὸν τῇ

ἱκετείᾳ φυλαξάμενος καθ' ὃν ἄνθρωποι πρὸς ἔλεον εὔθετοι. Οὕτω δὲ θαυμαστή τις

τοῦ Οὖτις ὀνόματος, ὥστε καὶ ἐν τοῖς ἑξῆς τριβὴν τῷ λόγῳ χαρίεσσαν δίδωσιν. ὅτε οἱ

μὲν Κύκλωπες βοῆς ἀΐοντες, ἐφοίτων ἄλλοθεν ἄλλος περὶ τὸ σπήλαιον, καὶ ἠρώτων

τί τὸ βλάπτον τὸν Κύκλωπα, καὶ μήτις αὐτὸν κτείνῃ δόλῳ ἢ βίᾳ. ὁ δὲ λέγει αὐτὸ

ἐκεῖνο ξηρὸν ὅπερ ἐνόει μαθὼν ἐν παραλογισμῷ τεχνικῷ. ὡς Οὖτίς με κτείνει δόλῳ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

397

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!