18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

κινδυνεύοιεν καταπεσεῖν. τούτου δὲ τὸ διγενὲς δηλοῖ σὺν ἄλλοις καὶ ὁ Λυκόφρων,

παρ' ᾧ φέρεται τὸ, τὸν Τειρεσίαν ἀνδρῶν γυναικῶν εἰδέναι ξυνουσίας. ὁποῖόν τινα

καὶ τὸν Καινέα γενέσθαι φασί. καὶ τοιαῦτα μὲν ταῦτα. ὁ δὲ ποιητὴς οὐ μόνον

μαντικώτατον ἐνταῦθα τὸν Τειρεσίαν ἐμφαίνει ὡς τοιοῦτον ὄντα ὑπὲρ τὰς ἄλλας

ψυχὰς, ἀλλὰ καὶ στερέμνιόν τι ἔχοντα, εἴπερ αὐτῷ μὲν φρένες ἔμπεδοι νοοῦντι

(ῃερς. 495.) καὶ πεπνυμένῳ θειότερον. οἱ δὲ σκιαὶ ἀΐσσουσι. τουτέστιν οἱ περὶ τὸν

Ἅιδην. ὃ καὶ σημείωσαι. μὴ προειπὼν γάρ τινας ὅμως ἐπήγαγε τὸ, τοὶ δὲ σκιαὶ

ἀΐσσουσι. Σημείωσαι δὲ ὅτι περὶ Σειρήνων μὲν καὶ Σκύλλης καὶ Χαρίβδεως καὶ

Ἡλίου βοῶν ἐρεῖ πρὸς Ὀδυσσέα ἡ Κίρκη ὡς γειτνιῶσα φασὶ, καθὸ Τυρσηνικὴ, τοῖς

κατὰ τὸν Σικελικὸν πορθμὸν μέρεσι, περὶ ὧν οὐδὲν ὁ Τειρεσίας ἐρεῖ. περὶ δὲ τῶν

λοιπῶν ἐπιτρέπει τῷ μάντει ὡς ἂν μὴ ἀπιστηθῇ, καθὰ καὶ προεγράφη, οἷα ὑπὲρ

ἑαυτῆς τὰ τοιαῦτα εἰποῦσα. Σημείωσαι δὲ καὶ ὅτι ἡ πρὸς Ἅιδην κάθοδος τοῦ σοφοῦ

Ὀδυσσέως αἰνίττεται ὡς οὐδὲ τὰ κάτω γῆς τὸν τοιοῦτον ἄνδρα διαπέφευγεν, ἀλλὰ

τῇ κατὰ σκέψιν βαθύτητι γενόμενος ὑπὸ γῆν ἐντυγχάνοι καὶ τοῖς ἐκεῖ, τί τέ ἐστι

ψυχὴ ἐμβαθύνων, καὶ τί ποτε δρᾷ ἢ πάσχει λυθεῖσα τοῦ σώματος, καὶ οἷα τὰ ὑπὸ γῆν,

καὶ ἄλλα ὅσα τοιαῦτα διασκοπεῖσθαι εἰκός. τινὲς δὲ νεκυομαντίαν τεχνήσασθαι τὸν

Ὀδυσσέα φασὶ Κίρκης ὑπαγορευσάσης πρὸς δυσμαῖς Ἡλίου γενόμενον ὡς ἐν τοῖς

ἑξῆς φανεῖται, ἃς δὴ τόπον Ἅιδου ἡ ποίησις ὑπονοεῖ, καὶ τὴν τοιαύτην ψυχαγωγίαν

καὶ πρὸς τοὺς κατοιχουμένους ὁμιλίαν, κάθοδον εἰς Ἅιδου φασίν. ἄλλως μέντοι ὁ

ποιητὴς τὴν τοιαύτην εἰς Ἅιδου κάθοδον πλάττει πρὸς χορηγίαν γραφῆς πλείονα ὡς

καὶ προδεδήλωται. Ἡ δὲ τοῦ πεπνύσθαι τὸν Τειρεσίαν πλάσις δοκεῖ γενέσθαι παρὰ

τὸ, αὐτὸν μάλιστα ὑπὲρ τὰς ἄλλας ψυχὰς ἐν ταῖς νεκυομαντικαῖς ἀνακαλεῖσθαι

ψυχαγωγίαις διὰ τὸ ἐν τοῖς ζῶσι μαντικὸν αὐτοῦ. Ὅτι λύπης πολλῆς παραστατικὸν

τὸ, αὐτὰρ ἔμοιγε κατεκλάσθη φίλον ἦτορ. ὃ καὶ ἀλλαχοῦ κεῖται. κλαῖον δ' ἐν

λεχέεσσι καθήμενος. οὐδέ τι θυμὸς ἤθελ' ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο. (ῃερς.

499.) Παύσεως 1.391 δὲ καὶ ἀνέσεως ἔνδειξις τὸ, αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός

τε κορέσθην. (ῃερς. 501.) Ὅτι Ὀδυσσεὺς μὲν μαθὼν δεῖν αὐτὸν εἰς Ἅιδου πλεύσειν

πυνθάνεται· ὦ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει; εἰς Ἄϊδος δ' οὔπω τις

ἀφίκετο νηῒ μελαίνῃ. ἡ δὲ μή τί τοι φησὶν ἡγεμόνος γε ποθὴ μελέσθω, ἱστὸν δὲ

στήσας ἀνά θ' ἱστία λευκὰ πετάσας (ῃερς. 507.) ἧσθαι, τουτέστι κάθησο. τὴν δὲ πνοιὴ

Βορέαο φέρῃσιν, εἰς τοὺς περὶ τὸν Ἅιδην δηλαδὴ τόπους, εἰ καὶ μὴ ῥητῶς τοιοῦτον

πρόσκειται. συνάγοιτο δ' ἂν ἐντεῦθεν σοφιστικῶς καὶ ἀστείως ναυτιλίας ψόγος. δεῖ

γὰρ ἱστὸν στῆσαι καὶ ἀνέμοις ἑαυτόν τινα ἐπιτρέψαι, καὶ τοῦτό ἐστιν εἰς Ἅιδου

στέλλεσθαι. (ῃερς. 501.) Τὸ δὲ ταύτην ὁδὸν, ἔλλειψιν ἔχει καὶ νῦν προθέσεως, ἵνα ᾖ,

εἰς ταύτην ὁδὸν ἡγεμονεύσει. (ῃερς. 502.) Ἔχει δὲ καὶ τὸ, εἰς Ἄϊδος, ἔλλειψιν

Ἀττικὴν τοῦ, δόμον ἢ τόπον ἢ τοιούτου τινὸς, ὥστε τρεῖς ἐλλείψεις τὸ ῥηθὲν ἴσχει

χωρίον, ἤγουν τὰς δύο ταύτας, καὶ τὸ, πνοιὴ Βορέαο φέρῃσιν, εἰς Ἅιδην δηλαδή. Τὸ

δὲ νηῒ μελαίνῃ, πρὸς ἀσφάλειαν κεῖται λόγου. εἰ γὰρ καί τινες εἰς Ἄϊδος ἀφίκοντο

οἷον καὶ Ἡρακλῆς καὶ Θησεὺς καὶ Περίθους, ἀλλὰ νηῒ μελαίνῃ οὐδείς. ὁ γὰρ

πορθμεὺς Χάρων καὶ τὸ κατ' αὐτὸν πλοιάριον μεθ' Ὅμηρον μεμύθευται. διὸ καὶ

παρασημειοῦται τοῦτο ὁ ποιητὴς ὡς πάνυ τερατῶδες. Ἰστέον δὲ καὶ ὅτι Χάρων οὐ

μόνον ὁ ῥηθεὶς δαιμονιώδης, ἀλλὰ καὶ λέοντος ἐπίθετον ἀπὸ τῆς κατ' αὐτόν φασι

χαροπότητος. (ῃερς. 501.) Σημείωσαι δὲ ὅτι ἐν τῷ, ὦ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν

ἡγεμονεύσει, δοκεῖ πάντῃ καὶ ἐκ περισσοῦ κεῖσθαι ὁ αἰτιολογικὸς σύνδεσμος.

θεραπευθείη δ' ἂν λόγῳ ἐλλείψεως, ἵνα λέγῃ ὅτι ὦ Κίρκη ἀδύνατα φής. τίς γὰρ εἰς

Ἅιδου ἡγεμονεύσει; καὶ ἔχει πολὺ τὸ σεμνὸν ἡ τοιαύτη ἔλλειψις διὰ τὴν προσωπικὴν

ποιότητα. (ῃερς. 508.) Ὅτι οὐχ' ἁπλῶς πρὸς δύσιν τὰ τοῦ ποιητικοῦ Ἅιδου, ἀλλ'

ὑπερέκεινα τοῦ Ὠκεανοῦ. φησὶ γοῦν ἡ ποιητικὴ Κίρκῃ· ἀλλ' ὁπότ' ἂν δὴ νηῒ δι'

Ὠκεανοῖο περήσῃς, ἔνθ' ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης, μακραί τ' αἴγειροι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

445

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!