18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

χρησιμότητα μέτρου ἡρωϊκοῦ. ὁμοίως τῷ ἡνιοχεύειν καὶ ἀμφιπολεύειν καὶ τοῖς

τοιούτοις. (ῃερς. 677.) Ὅτι κήρυξ ὁ Μέδων αὐλῆς ἐκτὸς ὢν καὶ ἀκούσας τῶν

μνηστήρων βουλευομένων κατὰ Τηλεμάχου, ἤγγειλε τὸ κακὸν τῇ Πηνελόπῃ. ὅμοιον

δέ τι καὶ ἐν τοῖς ἑξῆς που ποιήσει. πάνυ γὰρ εὔνους ὁ ἀνὴρ τῷ τοῦ Ὀδυσσέως οἴκῳ.

διὸ καὶ περισωθήσεται. Καὶ ὅρα ὡς οὐκ ἀδύνατον καθὰ ἐν πολλοῖς ἀγαθοῖς

εὑρίσκεσθαι καί τινα μὴ τοιοῦτον, οὕτω καὶ ἐν ὁμίλῳ κακῶν ἀνδρῶν, παρεμεμίχθαι

καὶ ἀγαθούς. ὁποῖοι καὶ ἐν Ὀδυσσείᾳ τῷ βασιλικῷ οἴκῳ, Εὐρύκλεια. Εὐρυμέδων.

Μέντωρ. καὶ ἕτεροι. οὐ γὰρ μόνον κατὰ τὴν τραγῳδίαν ἐν χορείαις οὖσα σώφρων

οὐκ αἰσχύνεται, ἀλλὰ καὶ ἀνὴρ σώφρων φαύλοις συνὼν κατά τι ἀναγκαῖον, οὐκ ἂν

αἰσχρὸς εἴη. (ῃερς. 680.) Ὅτι τὸ κατ' οὐδοῦ βῆναι, ἀντὶ τοῦ, τῇ θύρᾳ ἐγγίσαι. ἢ καὶ

εἰσελθεῖν. λέγεται δὲ καὶ ὁδὸς ἀρσενικῶς, ὁ οὐδός. ὥς που καὶ ἐν Ἰλιάδι ἐῤῥέθη.

(ῃερς. 682.) Ὅτι πρόκλησις εἰς τρυφὴν τὸ, εἰπέμεναι ἔργων παύσασθαι, σφίσι δ'

αὐτοῖς δαῖτα πένεσθαι. ἔργα δὲ καὶ ἐνταῦθα, τὰ γυναικεῖα φησίν. ὡς καὶ ἐν τῷ, τὰ

σαυτῆς ἔργα κόμιζε. Καὶ ὅρα ὡς τὸ δαῖτα πένεσθαι, οὐκ εἰς λόγον ἔργου τίθεται.

(ῃερς. 684.) Ὅτι ἐνδιάθετος ἀρὰ ἡ τῆς Πηνελόπης κατὰ τῶν μνηστήρων τὸ, μὴ

μνηστεύσαντες, μὴ δ' ἄλλοθ' ὁμιλήσαντες, ὕστατα καὶ πύματα νῦν ἐνθάδε

δειπνήσειαν. τινές δ' ἐνταῦθα δύο τελείας ἐννοίας ἐνόησαν. μίαν μὲν ἐλλειπτικὴν,

ἐν τῷ πρώτῳ στοίχῳ. 1.188 ἵνα λέγῃ, μὴ μνηστεύσαντες εἶεν, καὶ ἑξῆς. ἑτέραν δὲ τὸ,

ὕστατα δειπνήσειαν. καὶ ἔστι φασὶν ἡ τοῦ πρώτου στίχου ἔλλειψις, συγκεχυμένης

καὶ ἀγωνιώσης ψυχῆς. Τὸ δὲ ὁμιλήσαντες, ἀντὶ τοῦ ὅμιλον ποιήσαντες. ὡς τὸ, τίς

δαίς. τίς ὅμιλος. (ῃερς. 685.) Τὸ δὲ ὕστατα καὶ πύματα, λέξεις εἰσὶν ἰσοδύναμοι. ἵνα

λέγῃ τῇ ἐκ παραλλήλου θέσει, ὡς πάνυ ἔσχατα δειπνήσαιεν. καὶ ὡς εἰπεῖν, ἔσχατα

ἐσχάτων. Τὸ δὲ ἐνθάδε, ἐπιεικῶς ἐῤῥέθη ὡς μὴ ἁπλῶς ἐπαρωμένης τῆς Πηνελόπης

ἔσχατον τοῦτο δεῖπνον τοῖς μνηστῆρσιν εἰ καὶ ἄλλοθι δειπνεῖν ἐθέλουσιν. ἐφεξῆς δὲ,

κεῖται ἄλλο σχῆμα ἐνδιαθέτου λόγου κατὰ ὀργὴν τὸ, οἳ θάμ' ἀγειρόμενοι, βίοτον

κατακείρετε πολύν. οὐδέτι ἀκούετε καὶ τὰ ἑξῆς. οὐκέτι γὰρ πρὸς τὸν Μέδοντα ὁ

λόγος, ἀλλ' ὡς πρὸς παρόντας καὶ ἀκούοντας καὶ αὐτοὺς δὴ τοὺς μνηστῆρας, τὰ

τοιαῦτα φησὶ σχετλιάζουσα, ἤγουν τὸ κείρετε καὶ τὸ ἀκούετε. ἐν τούτοις δὲ, καὶ τὸν

ἄνδρα ὡς ἀγαθὸν βασιλέα ἐπαινεῖ. (ῃερς. 687.) Ὅτι ὀνειδισμὸς πρὸς ἄνδρας

ἀπροσεκτοῦντας τῇ τῶν παλαιῶν πράξεων μαθήσει τὸ, οὐδέ τι πατέρων ἡμετέρων

τὸ πρόσθεν ἀκούετε παῖδες ἐόντες, οἷος ὁ δεῖνα ἦν. Ἰστέον δὲ ὅτι ὥσπερ θυγατέρων

θυγατρῶν, ὡς τὸ Πριάμοιο θυγατρῶν, οὕτω καὶ πατέρων πατρῶν. ὃ καὶ μετὰ ταῦτα

κεῖται ἐν τῷ ἐξ ἔτι πατρῶν. (ῃερς. 689.) Ὅτι ἔπαινος βασιλέως καὶ ἀγαθοῦ δὲ ἁπλῶς

ἀνδρὸς, τὸ, οἷος ὁ δεῖνα ἔσκεν, οὔτέ τινα ῥέξας ἐξαίσιον, οὔτέ τι εἰπὼν ἐν δήμῳ. ἥ τ'

ἐστὶ δίκη θείων βασιλήων. ποία δὲ ἡ τοιαύτη δίκη; ἄλλον κ' ἐχθαίρῃσι βροτῶν,

ἄλλον κε φιλοίη. κεῖνος δ' οὔποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει. περὶ Ὀδυσσέως

δὲ ταῦτα. ὃν ἄλλως φθάσας ἐπῄνησε πάνυ γοργῶς κατὰ ὁμοίαν ἔννοιαν, ἐν τῷ,

πατήρ δ' ὣς ἤπιος ἦεν. εἴη δὲ ἂν οὕτως ἤπιος ὁ μή τινα βλάψας ἢ ἔργοις ἢ λόγοις.

(ῃερς. 690.) Ἐξαίσιον δὲ, τὸ ἔξω τοῦ αἰσίου ὡς καὶ ἐν Ἰλιάδι κεῖται. οὕτω δὲ καὶ

ἔκδικον παρὰ τοῖς παλαιοῖς, τὸ ἔξω τοῦ δικαίου, τὸ μέντοι μὴ τοιοῦτον, ἔνδικον

λέγεται καὶ ἐναίσιμον. οὕτω καὶ ἔκτιμον παρὰ Σοφοκλεῖ ἐν Ἠλέκτρᾳ, τὸ ἔξω τιμῆς.

ἑτεροῖον ὂν παρὰ τὸ ἔντιμον. ὅτι δὲ τὸ ἐκ τούτου ῥῆμα τὸ ἐκτιμᾶσθαι, τιμῆς ἐπίτασιν

δηλοῖ, ὁ αὐτὸς ἐν ἄλλοις ἐκφαίνει. (ῃερς. 691.) Τὸ δὲ ἥτις ἐστὶ δίκη, ἀντὶ τοῦ ὅπέρ

ἐστι δίκαιον καὶ οἱονεὶ νόμος ἢ ἔθος. περὶ δὲ τοῦ τοιούτου σχήματος, διείληπται καὶ

ἐν τῇ Ἰλιάδι. ὡς καὶ περὶ τοῦ, ὃς νόμος τῷ δεῖνι καὶ ὃς τρόπος τοῦ δεῖνος. Τὸ δὲ

θείων βασιλήων, παιδευτικῶς ἐῤῥέθη. ὡς τῆς βασιλικῆς θειότητος μηδέν τι

ἀλλοιουμένης εἰ καί τι ῥέζουσιν ἐξαίσιον ἐχθαίροντες. ἐπεὶ καὶ κατὰ τὸν τραγικὸν

Σοφοκλέα, τὸν τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον. ὅ ἐστιν ἀεὶ δικαιοπραγεῖν ὡς πᾶσιν

ἀρέσκειν. καὶ ὡς εἰπεῖν, σεβαστὸν εἶναι. (ῃερς. 693.) Τὸ δὲ ἀτάσθαλον ἐώργει,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

214

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!