18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τὴν βορὰν ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐγράφη. τοῦτο δὲ, διχῶς. ἢ γὰρ διότι

ἁδρύνων τοὺς ἀστάχυας, τὰ πρὸς τὸ ζῆν φέρει ὅθεν καὶ ὁ Ζέφυρος παρά τισι καὶ

οὕτω βορᾶς αἴτιος γίνεται, ἢ καὶ ἄλλως διὰ τὸ εἰς βορὰν ἐρεθίζειν τῇ κατ' αὐτὸν

ψυχρότητι. ὥσπερ καὶ ὕδωρ βορὸν παρὰ Ἀσκληπιάδῃ τὸ βοροποιὸν διὰ ψυχρότητα

καὶ τὴν ἐντεῦθεν συμπίληψιν τοῦ αἵματος, καὶ τὴν ἐκεῖθεν κενεαγγίαν. καὶ οὕτω

μὲν ἄῤῥοιζον κοινότερον τὸ τρισύλλαβον ὁ βορέης. ὁ δὲ Βοῤῥᾶς, ἑτέρῳ λόγῳ

ἐδίπλασε τὸ ἀμετάβολον, σεμνότερον. τοιοῦτόν τι καὶ τὸ στερεὸς, διπλάζων τὸ ˉρ ἐν

τῷ στεῤῥός. Ἰωνικὸν δὲ τὸ Βορέης καθὰ καὶ τὸ κυματίης ποταμὸς παρὰ Ἡροδότῳ.

κοινὰ δέ γε, ὁ Βορέας καὶ ὁ κυματίας. Τὸ μέντοι ποδέας Ποδῆς σωσέας Σωσῆς, οὐκ ἂν

ἴσως εἶεν Ἰωνικὰ ὡς οὐδὲ τὸ ἑρμέας Ἑρμῆς. ἀλλὰ κρᾶσιν ἔπαθον τοῦ ˉε καὶ ˉα εἰς

ˉη. ἦν δ' ἂν τοιοῦτον καὶ τὸ βορῆς εἴπου ἐν χρήσει εὕρητο. Αἰθρηγενέτης δὲ, οὐ

μόνον ὁ αἶθρον ὅ ἐστι ψύχος ποιῶν ὡς καὶ προεῤῥέθη, ἀλλὰ καὶ ὅς ἐστιν εὐδίας

αἴτιος. ἢ καὶ ἄλλως, ὁ ἐξ αἰθέρος γινόμενος ὅ ἐστιν ὑψόθεν πνέων. διὸ καὶ κῦμα

κυλίνδειν λέγεται. ἵνα ᾖ αἰθρηγενέτης Βοῤῥᾶς, ὁ εὐδίαν ἢ ψύχος ποιῶν ἢ ἐξ ὕψους

καταπνέων. Ἰστέον δὲ ὅτι τε πασίδηλον, οἰκεῖον εἶναι ἀνέμῳ Βοῤῥᾷ τὸ κυλίειν κῦμα

καθὰ Νότῳ τὸ ὠθεῖν ὡς πολλαχοῦ φαίνεται. καὶ ὅτι πρωτότυπον τοῦ κυλίνδειν, τὸ

κυλίειν. καὶ ὅτι ἐκ τοῦ κυλίειν ἀποβολῇ τοῦ κάππα καὶ τροπῇ τοῦ ˉυ εἰς ˉα γίνεται

τὸ ἀλίω ἐξ οὗ τὸ, ἄπαγε τὸν ἵππον ἐξαλίσας, οἴκαδε. οὕτω δὲ καὶ ἐκ τοῦ κυλίνδω,

γίνεται ἀλινδῶ ὅθεν ἀλινδήθρα ἡ κονίστρα, ἀπὸ δὲ τοῦ πρωτοτύπου κυλίειν, γίνεται

καὶ ἡ κύλιξ. παρὰ τὸ κυλίεσθαι τῷ τροχῷ εἴτε τῷ κεραμεικῷ εἴτε τῷ χαλκευτικῷ. διό

φασι καὶ τὴν ἰατρικὴν πυξίδα, κυλικίδα ἐκάλουν οἱ Ἀθηναῖοι διὰ τὸ κεκυλίσθαι

τόρνῳ. ὡς δὲ ἐκ τοῦ κυλίω καὶ στέφανοί τινες ἐλέγοντο κυλιστοὶ, δηλοῖ φασὶν ὁ

κωμικὸς Εὔβουλος ἐν τῷ, κυκλούμενος ὥσπέρ τις κυλιστὸς στέφανος. Νίκανδρος δὲ,

ἐκκυλίσιοι φησὶ στέφανοι, καὶ μάλιστα οἱ ἐκ ῥόδων. εἶεν δ' ἂν ἴσως οὗτοι, οἱ διὰ

μέγεθος καὶ ἁδρότητα οἷοί τε ὄντες κυλίεσθαι στρεφόμενοι. (ῃερς. 299.) Τὸ δὲ ᾤμοι

ἐγὼ, σύνηθες Ὁμήρῳ θρηνῴδημα. πολλῶν δὲ καὶ ἄλλων τοιούτων ὄντων, οἶδεν ὁ

Σουΐδας καὶ τὸ ὄϊ, κοινότερον μὲν ὂν τοῦ ὠή. ἐπιφθεγγόμενον δὲ ὑπὸ

δυσχεραινόντων καὶ φοβουμένων καὶ ὀδυρομένων. (ῃερς. 303.) Τὸ δὲ νεφέεσσι

περιστέφει οὐρανὸν, σφαιροειδῆ αἰνίττεται εἶναι τὸν οὐρανόν. σφαῖραν γὰρ ποιεῖ

περιελιχθεὶς ὁ κατὰ στέφανον κύκλος. (ῃερς. 313.) Τὸ δὲ ἤλασε κατ' ἄκρης, ἀντὶ τοῦ

ἔπληξε κατὰ κεφαλῆς, οὕτω καὶ ἐν Ἰλιάδι τὸ, ὤλετο πᾶσα πόλις κατ' ἄκρης, ἀντὶ

τοῦ, κατὰ κεφαλῆς. κεφαλὴ δὲ πόλεως, ἡ ἀκρόπολις. Ὅτι δὲ ὁμώνυμον τὸ ἤλασε,

δηλοῖ καὶ ἡ Ἰλιάς. ἔνθα, ὡς ἐπὶ πολὺ, λέξις ἱππικὴ τὸ ἐλάσειν. ὅθεν ἀνήλατός φησι

παρὰ Ἀνακρέοντι, ὁ ἀπειθής. ἀπὸ ὑποζυγίων. ὥσπερ καὶ στόμις παρ' Αἰσχύλῳ, ὁ

ὥσπερ στόματι ἀντερείδων χαλινοῖς. εἰκὸς δὲ τοὺς τοιούτους καλεῖσθαι οὕτω, καὶ

διὰ 1.221 σκληρότητα, ὡς ἀπὸ στομάτων ἤγουν στομωμάτων δυσχερῶς

ἐλαυνομένων ἐν τῷ χαλκεύεσθαι. (ῃερς. 316.) Τὸ δὲ ἔαξεν, οὐ μόνον ἐπὶ ἱστοῦ ἐν τῷ,

μέσον ἱστὸν ἔαξεν, ἀλλὰ καὶ ἐπὶ κύματος ὡς τὸ, πρὸ δὲ κύματ' ἔαξεν. (ῃερς. 317.) Οἱ

δὲ μισγόμενοι ἄνεμοι, καὶ συμπίπτειν ἂν λέγοιντο κατὰ τὸ, σὺν δ' Εὖρος τε Νότος τ'

ἔπεσε. (ῃερς. 318.) Σπεῖρον δὲ καὶ ἐπίκριον ὅτι τὸ κατὰ τὸ ἱστίον φᾶρος καὶ τὸ κέρας

λέγει, προδεδήλωται. (ῃερς. 319.) Τὸ δὲ ὑπόβρυχα, ἢ ἐκ τοῦ ὑπόβρυξ ὑπόβρυχος

γίνεται, ἢ ἐκ τοῦ, ὁ ὑπόβρυχος. οὗ αἰτιατικὴ τὸν ὑπόβρυχον. καὶ κατὰ μεταπλασμὸν,

ὑπόβρυχα. ὡς ἐκ τοῦ οἶκον γίνεται τὸ οἴκαδε. ἴσως δὲ καὶ ἐπιῤῥηματικόν ἐστιν

ὄνομα. ἵνα λέγῃ ὅτι ἔθηκεν αὐτὸν κατὰ τὰ ὑπόβρυχα. ὠνοματοπεποίηται δὲ ἡ λέξις

ὡς δηλοῖ καὶ τὸ, ἀμφὶ δὲ κῦμα βέβρυχε. Τοῦ δὲ δυνάσθη ὁ ἐνεστὼς, δυνάζω ἄχρηστος

μὲν πάντως. ποιητικώτερος δέ. γενόμενος ἐκ τοῦ δύνω ἀφ' οὗ καὶ τὸ δύνημι. οὗ

παθητικὸν, τὸ δύναμαι. οὗ ὄνομα, δύναμις. καθὰ καὶ ἐκ τοῦ πέτω ἢ πετῶ, τὸ πετάζω

ὅθεν ὁ πέτασος, καὶ τὸ πέτημι ἐξ οὗ τὸ πέτανται. πάντως δὲ τῆς ἐκ τοῦ δυνάζειν

συστοιχίας εἰσὶ, καὶ ὁ δυνάστης καὶ τὸ δυναστεύειν καὶ ἡ δυναστεία. (ῃερς. 3.) Τὸ δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

251

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!