18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

φόνοι. ἐξ ὧν εἰκὸς λεχθῆναι καὶ ἀτασθαλίαν τὴν ἐν θαλίαις ἁμαρτίαν, τέως μὲν, οὐκ

εἶχον ὅ, τι δράσουσιν. ὡς δὲ παρεγένετο αὐτοῖς πολλὴ τροφὴ ἐκ τῆς ∆ήμητρος,

διένεμον ἑκάστῳ ἴσην. καὶ οὕτως εἰς κόσμον προῆλθε τὰ δόρπα, πάντων εἰς ἶσον

διαμεμοιραμένων. ὥς τε δαὶς ἐΐση ἡ ἀνθρωπίνη τροφὴ, παρὰ τὸ δατεῖσθαι ὅ ἐστι

διαμοιρᾶσθαι ἐπίσης. καὶ οὐ κρέα μόνον, ἀλλὰ καὶ οἶνον καὶ λοιπά. οὕτω δὲ καὶ

δαιτρὸς, ὁ ἴσην ἑκάστῳ μοῖραν δαιόμενος. ὅτι δὲ ἐπὶ μόνων ἀνθρώπων ἡ δαὶς κἂν ὁ

Ζηνόδοτος ἄλλο τι βούληται, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. σῖτον δὲ

οὐδετέρως, ἐπὶ ἄρτου. ὁ σῖτος γὰρ, ἀκατέργαστος. 1.36 (ῃερς. 139.) Ἰστέον δὲ, ὅτι

παρὰ τὰ καθ' Ὅμηρον σῖτα, ἡ σπανοσιτία σύγκειται. Ξενοφῶν. φοβούμενος τὴν

σπανοσιτίαν. Ἐν δὲ τῷ λέγειν αἰδοίη ταμία, ὑποτίθεται ὅτι καὶ τὰς ἐν τοῖς τοιούτοις

ὑπουργούσας ἀμφιπόλους, σώφρονας εἶναι χρή. οὕτω γὰρ οὐκ ἂν ὁ δεσποτικὸς

αὐταῖς οἶκος ἐξαντλοῖτο. (ῃερς. 140.) Εἴδατα δὲ, τὰ ὄψα ἔοικε λέγειν κατ' ἐξοχὴν,

διαστέλλων αὐτὰ πρὸς τὰ σῖτα, ἤτοι πρὸς τοὺς ἄρτους. Τὸ δὲ ἐπιθεῖσα, γέγονε τοῖς

παλαιοῖς ἀφορμὴ τοῦ εἰπεῖν ἐπιτραπεζώματα τὰ ἐπιτιθέμενα τραπέζαις βρώματα. εἰ

δὲ ἐχρῆν τὰ αὐτὰ καὶ ἐπιθήματα λέγειν διὰ τὸ ἐπιθεῖσα, ὅμως ἤρεσε τοῖς

ὀνοματοθέταις, σανιδίῳ τινὶ χαρίσασθαι τὸ τοιοῦτον ὄνομα. καὶ ζήτει εἰς τὸν

Ἀθήναιον. Χαριζομένη δὲ, ἡ τὰ πρὸς χάριν καὶ ἡδονὴν ποιοῦσα, οὕτω γὰρ καὶ

Ὀδυσσεὺς, ἐχαρίζετο τῷ ∆ιῒ ἱερὰ ῥέζων. Παρεόντα δὲ βρώματα λέγει, τὰ ἐν τῷ

ταμείῳ ἀπόθετα, ἤτοι ἕωλα. τὰ γὰρ πρόσφατα, ὁ δαιτρὸς παρατίθησιν. ἢ καὶ ἄλλως

παρεόντα λέγει, τὰ ἐπὶ πολὺ παραμένοντα, ὁποῖα τὰ ἁλίπαστα. Ἰστέον δὲ ὡς τὰ μὲν

καθ' Ὅμηρον παρεόντα ἤγουν τὰ ἐκ τῆς χθὲς τραπέζης ἕωλα λείψανα, μέτρια ὡς

εἰκὸς ἂν ἦσαν. καὶ οἷα δεῖσθαι καὶ τῆς ἐπαύριον ἐν ἐδέσμασιν ἐπισκευῆς. οὐ μὴν

τοιαῦτα καὶ τὰ τοῖς ὕστερον ἐκδιαιτήσεως. ∆ημητρίου γοῦν φασὶ τοῦ Φαληρέως

χαρισαμένου Μοσχίωνι λείψανα τραπέζης τῆς κατ' αὐτὸν, ὁ Μοσχίων ἐξ ἐκείνων, ἐν

ἔτεσι δύο τρεῖς συνοικίας ἐωνήσατο. (ῃερς. 141.) Πίνακες δὲ νῦν μὲν, τὰ ἐπὶ τραπέζης

ξύλινα σκεύη. ἀλλαχοῦ δὲ, καὶ αἱ σανίδες οὕτω λέγονται, ὅπου νεῶν πίνακας ὁ

ποιητὴς ἐρεῖ. λέγει δέ που καὶ ὁ κωμικὸς, πινακηδὸν ἀποσπῶν ὅ ἐστι δίκην σανίδων.

Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν, πίνακας οἶδε λέγειν καὶ κάνεα. οἱ δὲ ὕστερον, καὶ τρύβλια

ἑτεροῖά τε καὶ ὀξύβαφα. ἔτι δὲ, καὶ λεκάνας. καὶ λεκανίδια δέ. οἷον. τὰς χεῖρας πρὸς

τὰ λεκανίδια προσῆγεν ἐν οἷς τὰ μαγειρεύματα. Ὅρα δὲ ὑποκατάβασιν εἰς εὐτέλειαν,

εὔτακτον. χρυσέα μὲν γὰρ, ἡ καθαρείως ἔχουσα πρόχοος ὡς καὶ τὰ κύπελλα.

ἀργύρεος δὲ ὁ λέβης διὰ τὸ τῶν χειρονίπτρων μὴ ἄῤῥυπον. ξύλινοι δὲ οἱ πίνακες, ὡς

αὐτοὶ τοῦ συρφετοῦ ἤδη ὄντες καὶ μὴ πρέποντες ἐκ τιμίας ὕλης εἶναι. ὡς δὲ μέχρι

καὶ ἐσάρτι τῶν τινα ἐθνῶν καὶ οἱ κατ' αὐτοὺς δὲ ἄρχοντες χαίρουσι σκεύεσι ξυλίνοις

ἃ καὶ κάνεα λέγεται καὶ τραπεζώματα, δῆλον ἐστίν. (ῃερς. 142.) Ὅρα δὲ καὶ τὸ,

παντοίων, δι' ὧν εἰδέναι δηλοῖ ὁ ποιητὴς καὶ τὰς ποικίλας τροφάς. ὡς καὶ ἐν τῷ,

ἐδωδὴν παντοίην. καὶ ἐν τῷ, ὄψα οἷα ἔδουσι διοτρεφέες βασιλῆες. Σημείωσαι δὲ καὶ

ὅτι τὸ, δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας, διαγράφεσθαι ἱστορεῖ

Ἀθήναιος, ἐπειδὴ ἀπαρκεῖν δοκεῖ τὸ πρὸ αὐτοῦ δίστιχον. εἰ γάρ φησιν εἴδατα

παρέθηκεν ἡ ταμίη κρεάτων ὄντα λείψανα, τὸν δαιτρὸν οὐκ ἔδει παρεισφέρειν. καὶ

μὴν καινὸν ἄλλως οὐδὲν τῶν τριῶν στίχων φυλαττομένων, τὴν μὲν ταμίην ἕωλα

παραθέσθαι, τὸν δ' αὖ δαιτρὸν ἑτεροῖα παντοῖα πρόσφατα ποικιλίας τὲ χάριν καὶ

πρὸς φιλοφροσύνης ἔνδειξιν. Ὅτι δὲ οὐ μόνον ὁ χρυσὸς πάλαι ποτὲ ἀλλὰ καὶ ὁ

ἄργυρος σπάνιόν τι χρῆμα ἦν, δηλοῖ κατὰ τοὺς παλαιοὺς καὶ τὸ περιμάχητον

χρυσόμαλλον ἀρνίον τοῦ Ἀτρέως. ὅ φασιν ἀργυρίδα εἶναι τουτέστι φιάλην ἀργυρᾶν,

ἧς ὁ πυθμὴν ἐμπεπαισμένον εἶχεν ἀρνίον ἐπίχρυσον. Κύπελλα δὲ, ποτήρια νεύοντα

τοῖς χείλεσι καὶ ἐπικύπτοντα ἐντός. περὶ ὧν ἐν Ἰλιάδι κάλλιον εἴρηται. (ῃερς. 143.)

Τὸ δὲ θαμὰ οἰνοχοεύειν, οὐ πολυποσίαν ἐνταῦθα κατηγορεῖ, ἀλλὰ φιλοφροσύνην

ἐνδείκνυται. εἰκὸς δὲ καὶ βραχέα εἶναι τὸ κύπελλα. (ῃερς. 145.) Τὸ δὲ οἰνοχοεύειν καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

41

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!