18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ὡς σὺν ἄλλοις καὶ ὁ κωμικὸς δηλοῖ ἐν τῷ κατεκόπησαν οὑτοιΐ. δῆλον δὲ ὅτι ἐν τῷ, οἱ

δὲ, κόπτοντες, τοὺς πολεμίους δηλοῖ ἐλλειπτικῶς. οὐ γὰρ ἐξεφώνησέ που αὐτούς.

Τοῦ δὲ δούρεσσι τὸ κοινὸν δούρασιν. ἐπεὶ καὶ ἡ πληθυντικὴ εὐθεῖα, δούρατα. καὶ ἡ

γενικὴ, δοράτων. ἔσχε δὲ τροπὴν, ἵνα συνεξομοιωθῇ τῷ στομάτεσσι καὶ κτεάτεσσιν.

(ῃερς. 529.) Εἴρερος δὲ κατὰ τοὺς παλαιοὺς, αἰχμαλωσία. δουλεία. παρὰ τὸ ἐρᾶν

εἴρειν. οἱ γὰρ ἐν δουλείᾳ, καὶ τοῦ λέγειν στέρονται μὴ παῤῥησιαζόμενοι. Τὸ δὲ

ἀνάγουσι, περιττὴν ἔχει τὴν πρόθεσιν. ὡς καὶ τὸ, τὸν δ' οὐκ εἰδότ' ὄλεθρον

ἀνήγαγεν. (ῃερς. 532.) Ἰστέον δὲ ὅτι δεινῶς τῷ ποιητῇ πέπλασται τά τε κατὰ τὸν

δούρειον ἵππον, καὶ ἀκολούθως ὁ τοῦ Ὀδυσσέως πολὺς κλαυθμὸς, ἵνα ἐρωτηθεὶς τί

τὸ τοῦ κλαίειν οὕτως αἴτιον καὶ γνωσθεὶς πολυπραγμονηθῇ καὶ ἀναγκαίως ἐξείπῃ

τὰ καθ' ἑαυτόν. καὶ οὕτω σχῇ παρείσδυσιν τὰ ἐφεξῆς ἱστορηθησόμενα. διὸ καὶ νῦν

πλάττει ὁ ποιητὴς, ὡς τοὺς μὲν ἄλλους πάντας ἐλάνθανεν Ὀδυσσεὺς δάκρυα λείβων,

Ἀλκίνοος δὲ μόνος ἐπιφρασάμενος καὶ νοήσας, ἤκουσε γὰρ αὐτοῦ καὶ βαρὺ

στενάχοντος, τόν τε ∆ημόδοκον ἐπέχει τοῦ ᾄδειν, καὶ αὐτὸς μὲν λαλεῖ τὰ ἐφεξῆς

ὀλίγα. μετ' αὐτὸν δὲ Ὀδυσσεὺς τὰ πάνυ πολλά. (ῃερς. 537.) Ὅτι κατάπαυσις ἀοιδῆς

γλυκείας μὲν οὐ πᾶσι δὲ φίλης τὸ, ὁ δεῖνα ἤδη σχεθέτω φόρμιγγα λίγειαν, οὐ γάρ

πως πάντεσσι χαριζόμενος τάδ' ἀείδει. (ῃερς. 542.) τοιοῦτον δέ τι καὶ τὸ, ἀλλ' ἄγ' ὁ

μὲν σχεθέτω ἵν' ὁμῶς τερπώμεθα πάντες ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον

οὕτως. Ἀλκίνοος δὲ ταῦτα λέγει ὅτε Ὀδυσσεὺς ἔκλαιεν. (ῃερς. 544.) εἶτα καὶ

αἰτιολογῶν φησίν. εἵνεκα γὰρ ξείνοιο τάδ' αἰδοίοιο τέτυκται πομπὴ καὶ φίλα δῶρα

τά οἱ δίδομεν φυσικῶς ῥηθέν. τὸ γὰρ διδόαμεν πλεονασμὸν ἔχει τοῦ ˉα. (ῃερς. 539.)

Περὶ δέ τινος ἐπὶ δόρπια κλαίοντος ῥηθείη ἂν τὸ, ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος

ἀοιδὸς, ἐκ τοῦ δ' οὔπω παύσατ' ὀϊζυροῖο γόοιο ὁ ξεῖνος. μάλα ποί μιν ἄχος (ῃερς.

541.) φρένας ἀμφιβέβηκεν. ὅ πέρ ἐστιν ὅμοιον τῷ ἀμφεκάλυψεν, ὡς ἀπὸ νέφους ἢ

δικτύου μετενεχθέν. οὐκ ἔστι γὰρ ἐνταῦθα νοῆσαι τὸ ἀμφιβεβηκέναι ἀντὶ τοῦ 1.315

ὑπερμαχεῖν. (ῃερς. 539.) Τὸ δὲ ὤρορεν ἀοιδὸς, μετάθεσιν παθὸν κἀνταῦθα τῶν

φωνηέντων ἀσαφῶς μὲν ἔχει διὰ τὴν ἔλλειψιν, δηλοῖ δὲ τὸ, ὡρμήθη θεοῦ. ὃ πρὸ

ὀλίγων ἐγράφη ἔνθα ἐμπνέεσθαι ὑπὸ Μούσης ὁ ἀοιδὸς ἐλέγετο. οὔτε τὴν ἐρωτικὴν

ἐκείνην ᾠδὴν καὶ γελωτοποιὸν, ἄνευ Μούσης ἐπιπνεούσης ἐκθέμενος, οὔτε τὴν

στρυφνὴν καὶ ἀνδρικὴν τὴν κατὰ τὸν δούρειον ἵππον. ἐν αἷς καὶ τὴν μουσικὴν

ἐνεδείξατο δύναμιν. τέρπουσαν μὲν πανταχοῦ, ἄλλως μέντοι καὶ ἄλλως. καὶ οὐδὲ

ἀεὶ γέλωτα ὑποκινοῦσαν. ἀλλ' ἔστιν οὗ καὶ δακρύων ῥοὴν ἀμαρεύουσαν. ἐν μὲν οὖν

τοῖς κατὰ τὴν Ἀφροδίτην καὶ τὸν Ἄρην ἅπαντες διεχέοντο, ἐν δὲ τοῖς περὶ τοῦ

δουρείου ἵππου οἱ μὲν ἄλλοι τέρπονται τῷ καινῷ τῆς κατὰ τὴν ἀοιδὴν ἱστορίας,

Ὀδυσσεὺς δὲ κλαίει ἄμετρα, ὡς εἴρηται. καὶ τοῦτο μὲν τοιοῦτον. ὁ δὲ ὀϊζυρὸς γόος ὁ

αὐτός ἐστι τῷ δακρυόεντι γόῳ. (ῃερς. 547.) Ὅτι σεμνύνων ὁ ποιητὴς τήν τε ξενίαν

τήν τε ἱκετείαν φησὶ γνωμικῶς οὕτως. ἀντὶ κασιγνήτου ξεῖνός θ' ἱκέτης τε τέτυκται

ἀνέρι, ὅστ' ὀλίγον περ ἐπιψαύει πραπίδεσσιν ὅ ἐστι φρεσί. τοῦτο δὲ ἀντιπτωτικῶς

κεῖται, ἵνα λέγῃ ὅτι ἀνδρὶ ὃς ὀλίγον τι ἐπιψαύει φρενῶν, τίμιον ὁ ἱκέτης καὶ ὁ ξένος.

(ῃερς. 548.) πολλῷ δὴ πλέον τῷ βαθυγνώμονι ὁ τοιοῦτος ἀνὴρ τίμιος. περιπέφρασται

δὲ τὸ, ἀνέρι ὅστ' ὀλίγον καὶ ἑξῆς. ἔστι γὰρ ὁ ὁλὸς στίχος ἀντὶ τοῦ ἀνέρι φρονίμῳ.

(ῃερς. 549.) Ὅτι πρόκλησιν ἀληθείας ἀναγκαίας δηλοῖ τὸ, μηδὲ σὺ κεῦθε νοήμασι

κερδαλέοισιν, ὅττι κέ σ' εἴρωμαι ὅ ἔστιν ἐρωτήσω. φάσθαι δέ σε κάλλιόν ἐστιν. (ῃερς.

550.) εἰ δὲ καὶ ὄνομα οἰκεῖόν τε καὶ πατρίδος ἐρωτᾶταί τις, ἁρμόζει καὶ τὰ ἐφεξῆς.

εἰπὲ ὄνομα ὅ σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε ἄλλοι θ' οἱ κατὰ ἄστυ καὶ οἳ

περιναιετάουσιν. οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστιν ἀνθρώπων οὐ κακὸς οὐδὲ

μὲν ἐσθλὸς, ἐπὴν τὰ πρῶτα γένηται. ἀλλ' ἐπὶ πᾶσι τίθενται ἐπεί κε τέκωσι τοκῆες.

(ῃερς. 552.) καὶ ἔστιν ἀστεῖος ὁ τοιοῦτος λόγος. μονονουχὶ γάρ φησιν ὡς εἰ καὶ πάντα

τις ἀποφήσει μὴ ἔχειν, ἢ καὶ πίνεσθαι πάντων ἐρεῖ τῶν κατὰ βίον ἀλλ' οὖν οὐκ ἂν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

358

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!