18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

οὐ δώματα μόνον ἀλλ' ὁμοῦ οἶκον καὶ κτήματα ἐπῄνεσεν, ἑρμηνεύει ὁ βασιλεὺς ἐν

τῷ, τέκνα φίλα. Ζηνὶ μὲν, οὐκ ἄν τις ἐρίζοι. οὗ ἀθάνατοι δόμοι καὶ κτήματά εἰσιν. Ἐν

τούτοις δὲ τῶν τοῦ Ὁμήρου, παρασημειοῦνται οἱ παλαιοὶ ὡς καὶ τὴν περὶ τοὺς

οἴκους οἶδεν Ὅμηρος πολυτελείαν. καθὰ καὶ ἐν τῇ τῶν Φαιάκων γῇ. καὶ ἐν Ἰθάκῃ δέ.

Πολύβιος γοῦν ὁμοίαν τῇ τοῦ Μενελάου οἰκίᾳ ὑφίσταται Ἴβηρός τινος βασιλέως

λαμπρότητα οἰκήσεως. ὃν καὶ ἐζηλωκέναι λέγει τὴν τῶν Φαιάκων τρυφήν. ἐκείνῳ

μέντοι τῷ Ἴβηρι ἐπὶ κρατῆρσιν ἀργυροῖς καὶ χρυσέοις, οἶνον ἱστορεῖ κρίθινον. (ῃερς.

75.) Σέβας δὲ, συνήθως τὴν ἔκπληξιν λέγει. Τὸ ξύνετο, ἀντὶ τοῦ, ᾔσθετο. συνήθης δὲ

ἡ τοῦ ξυνιέναι σύνταξις μετὰ γενικῆς. γράφεται δὲ καὶ ξύνθετο, ἴσως δὲ τοῦτο οὐ

καλῶς. (ῃερς. 78.) Τὸ δὲ ἐρίζειν ἐνταῦθα, ἐπὶ συγκρίσεως εἴληπται. (ῃερς. 80.) Τὸ δὲ ἤ

τίς μοι ἐρίσσεται ἠὲ καὶ οὐκὶ, καθ' ὁμοιότητα ἐῤῥέθη τοῦ, ἂν κράτος ἠὲ φερείμην. ἵνα

ὥσπερ ἐκεῖ ἀμφήριστος ἡ νίκη, οὕτω καὶ ὧδε ὁ πλοῦτος. θρύπτεται δέ φησιν ἐν

τούτοις ὁ Μενέλαος, μετὰ ἤθους ἐκφέρων ὡς τὰ αὐτοῦ ἀμφήριστα τοῖς ἀνθρώποις.

(ῃερς. 81.) Τὸ δὲ κτήμασιν, ἐπιεικῶς ἐῤῥέθη. οὐ γὰρ ἐπὶ ἀνδρίᾳ φησὶν ἢ ἄλλαις

ἀρεταῖς ἀλλ' ἐπὶ πλούτῳ. (ῃερς. 82.) Τὸ δὲ ἠγαγόμην, ἐπὶ κτημάτων ἀντὶ τοῦ ἔφερον

κεῖται. προσυπακούεται δὲ καὶ ἐνταῦθα ἐκ κοινοῦ τὸ πολλά. ἵνα λέγῃ ὡς πολλὰ

παθὼν καὶ πολλὰ πλανηθεὶς, πολλὰ ἠγαγόμην κτήματα. καὶ ἔστιν ὅμοιον τῷ, οὐ

δεινὰ, πάσχειν δεινὰ τοὺς ἐργασμένους, δεινὰ δηλαδή. Ἰστέον δὲ ὅτι ἐκ τοῦ τοιούτου

ἄγεσθαι, καὶ τὸ ἀγώγιμον ἐπὶ φορτίου νηῶν λέγεται. καὶ ὁ παρὰ τῷ ∆ημοσθένει

ἀγώγιμος τῇ τῶν Ἀθηναίων πολιτείᾳ. Ὅρα δὲ ὡς ὁμολογεῖ τουτέστι συμφωνεῖ ὁ

Μενέλαος τῷ Νέστορι ἐφ' οἷς ἐκεῖνος εἶπε τοῦτον ἀλᾶσθαι, πολὺν βίοτον καὶ χρυσὸν

ἀγείροντα. οὐ μόνον γὰρ πολλὰ ἔφη ἀγαγέσθαι, ἀλλ' ὑποκατιὼν, λέγει καὶ αὐτὸς

ἐκεῖνο τὸ τοῦ γέροντος ὡς δηλωθήσεται. ἀλλὰ τί ἂν ἔσχεν ἀγεῖραι ὁ Ἑλληνικὸς

βασιλεὺς Μενέλαος; πηλίκον δ' ἂν περιεβέβλητο πλοῦτον, ἀντιπαρατιθέμενος πρὸς

τοὺς ὕστερον; ἐν οἷς τῶν ἄλλων πλούτων σιωπωμένων, βασιλικὴ περσικὴ

περιᾴδεται ἄμπελος. οὐ κατὰ τὴν Ὁμηρικὴν ἣν ἐκεῖνος τημελεῖ φυτεύσας ἐν τῇ τοῦ

φίλου Ἀχιλλέως ἀσπίδι. ἐκείνη μὲν γὰρ, σωφρόνως ἐφάνταζε τὰ κατ' αὐτήν, ἡ δὲ

τοῦ Περσῶν βασιλέως, λιθοκόλλητος χρυσῆ τὸν βασιλικὸν ἐκόσμει κοιτῶνα. ὑπὲρ

τῆς αὐτοῦ φασι κλίνης οὖσα. ἔχουσα δὲ καὶ βότρυας ἐκ τῶν πολυτελεστάτων ψήφων

συντεθειμένους, λίαν πάνυ πολὺ κατεπλούτει τὸ ὑπερήφανον. καθὰ καὶ τὸ

καλούμενον βασιλικὸν προσκεφάλαιον. οἴκημά τι ἐκεῖνο πεντάκλινον. ἐν ᾧ χρυσίου

πεντακισχίλια διὰ παντὸς ἔκειντο τάλαντα. ἔτι δὲ καὶ τὸ προσαγορευόμενον

βασιλικὸν ὑποπόδιον. ἕτερον αὐτὸ πρὸ ποδῶν οἴκημα τρίκλινον. οὗ τάλαντα 1.149

τρισχίλια ἔκειντο ἀργυρίου. ὁ δὲ ταῦτα γράψας Ἀθήναιος, ἐπέκεινα τῶν ἄλλων

παμπλουσίων, λέγει καὶ ὡς Νῖνος ὁ Ἀσσύριος κατὰ τὸν Κολοφώνιον Φοίνικα,

χρυσίου τάλαντα, εἶχε πολλῷ πλείονα Κασπίης ψάμμου. ἔστι δὲ ὁ λόγος οὗτος, μέρος

τῆς κατὰ τὸν Ἀχιλλέα ἐν ταῖς Ὁμηρικαῖς λιταῖς ὑπερβολῆς. ἐν ᾗ κεῖται τὸ, οὐ δ' ὅσα

ψάμαθός τε κόνις τε. (ῃερς. 83.) Περὶ δὲ Κύπρου καὶ Φοινίκης καὶ τῶν ἐφεξῆς ἐθνῶν,

ἐγράφη μὲν καὶ ἐν τοῖς τοῦ περιηγητοῦ. ῥηθήσεται δὲ καὶ νῦν, ὡς χρεὼν, τὰ

ἀρκοῦντα. Κύπρος μὲν γὰρ ὅτι ἀνεῖται τῇ Ἀφροδίτῃ, καὶ διὰ τί τοῦτο, καὶ ὅτι Κύπρις

ἐντεῦθεν ἐκείνη ὥσπερ καὶ Παφία ἐκ Πάφου Κυπρίας πόλεως, πολλαχοῦ δηλοῦται.

(ῃερς. 84.) Ἐν δὲ τῷ, Φοινίκην καὶ Σιδονίους, τῷ γένει τὸ εἶδος ἐπήνεγκε. μᾶλλον δὲ,

τῷ ὅλῳ τὸ μέρος. μέρος γὰρ Φοινίκης, ἡ Σιδών. ὡς καὶ ὁ γεωγράφος σημειοῦται.

οὕτω καὶ ἐν τῷ, Τρῶάς τε καὶ Ἕκτορα, τῷ ὅλῳ τοῖς Τρωσὶ τὸ μέρος ὁ Ἕκτωρ

συνεκφωνεῖται. καὶ ἐν τῷ, οὐκέτι Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, θάνε δὲ ξανθὸς

Μελέαγρος. ὃς μέρος ἦν τῶν Οἰνειδῶν. καὶ ἐν τῷ Ἴδην ἵκανον Γάργαρον. τῆς γὰρ

Ἴδης τὸ Γάργαρον ὡς καὶ τῆς Εὐβοίας ἡ Χαλκὶς καὶ ἡ Ἐρέτρια, ἐν τῷ, οἵδ' Εὔβοιαν

ἔχον Χαλκίδα τ' Εἰρέτριάν τε. (ῃερς. 83.) Ὅτι δὲ καὶ ἀπὸ Φοίνικος ἀνδρὸς ἢ καὶ παρὰ

τὸ Φοινικοῦν χρῶμα ἡ φοινίκη, ἐδηλώθη καὶ αὐτὸ ἀλλαχοῦ. ὥσπερ καὶ ὅτι πονηροὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

169

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!