18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἔχει δὲ ὁ τόπος οὗτος καὶ γοργότητα οὐ μόνον τῇ ἐπιτομῇ τῶν ἱστοριῶν, ἀλλὰ καὶ τῇ

ἐλλείψει. τὸ γὰρ κεῖται, ἀπὸ κοινοῦ τρὶς λαμβάνεται. (ῃερς. 109.) Ὅρα δὲ καὶ ὡς ἐν

τῇ ἀπαριθμήσει ταύτῃ τῶν ἱστοριῶν, τὸν μὲν Ἀχιλλέα, ψιλὸν ἄτερ ἐπιθέτου

ἐκφωνεῖ, τῆς μήνιδος ἴσως αὐτῷ ἐγκοτῶν, καὶ ὅτι μὴ ἔπεισεν ὑποτιθέμενος μὴ

ἐρίζειν τῷ βασιλεῖ. τοὺς δὲ λοιποὺς, ἐπανεῖ. εἰπών. Αἴας Ἀρήϊος. Πάτροκλος θεόφιν

μήστωρ ἀτάλαντος. ἀποδέχεται γὰρ τὸν ἄνδρα, ἐπειδὴ ἔπεισε τὸν Ἀχιλλέα διὰ μέσου

αὐτοῦ, ἀποθέσθαι τὴν μῆνιν. τὸν μέντοι Ἀντίλοχον ὡς πρόσθεν αὐτοῦ στάντα ὅτε

βαρὺς ὁ αἰθίοψ, Μέμνων ἐπέκειτο καὶ τὸν θάνατον προαρπάσαντα καὶ ὅλως ὡς

ἀγαθὸν παῖδα, οὕτω φράζει. ἐμὸς φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀμύμων, Ἀντίλοχος.

περὶ μὲν θείειν ταχὺς ἠδὲ μαχητής. (ῃερς. 112.) Καὶ ὅρα τὸ περὶ μὲν θείειν ἐξ οὗ ὁ

Περίθοος. καὶ πλεονασμῷ τοῦ ˉι καὶ συναιρέσει, Πειρίθους τὸ κύριον. ἐπεὶ δὲ οἱ

ῥηθέντες θάνατοι, ὀλίγοι παντελῶς εἰσὶν, ἐπιφέρει ὁ γέρων ῥήτωρ τὸ, ἄλλα τε 1.116

πόλλ' ἐπὶ τοῖς, πάθομεν κακά. εἶτα πάλιν τοῦτο ἐπαύξων ὡς ἔδει ῥητορικώτερον,

φησί. τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο κατὰ θνητῶν ἀνθρώπων; ἐφ' οἷς ὁρίζων

κατὰ χρόνον τὰ πολλὰ κακὰ, ἐπάγει. οὐδ' εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων,

ἐξερέοις ἤγουν ἐρωτᾷς ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί, πρίν κεν ἀνιηθεὶς σὴν

πατρίδα γαῖαν ἵκοιο. οἷα δηλαδὴ καὶ τῆς πολυλογίας καὶ πολυηκοΐας, ἀνίαν τῷ κόρῳ

ποιούσης. ἐπεὶ δὲ οὔ που σαφῶς τὰ πολλὰ κακὰ ἐδήλωσε, λέγει πρὸς ἐνάργειαν, καὶ

τὰ ἐφεξῆς. εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες, παντοίοισι δόλοισι. καὶ

τὰ ἑξῆς. εἰ δὲ οὕτω κακὰ εἰνάετες ἐῤῥάπτοντο τοῖς Τρωσὶ, τίς ἂν ἐννέα ἐτῶν

παντοίους δόλους ῥᾳδίως φράσειεν; οὒ μάτην οὖν ὁ ποιητὴς ἐν Ἰλιάδι τὰ ἐκ τοῦ

πρώτου ἔτους Τρωϊκοῦ πολέμου παραλιπὼν διὰ τὸ δυσεξίτητον, μόνων τῶν περὶ τὸ

δέκατον ἔτος ἐγένετο. καὶ ἐκείνων, οὐ πάντων. ἀλλὰ τῶν καιριωτάτων. (ῃερς. 111.)

Ἰστέον δὲ ὅτι ὁ υἱὸς ὡς ἀλλαχοῦ δεδήλωται, εἴτε ἀπὸ τοῦ ὕω τὸ βρέχω γίνεται κατὰ

τοὺς παλαιοὺς εἴτε ἀπὸ τοῦ φύω τὸ γεννῶ, διὰ μόνου τοῦ ˉυ ψιλοῦ ὤφειλεν εἶναι.

διὸ καὶ οἱ παλαιοὶ Ἀττικοὶ, οὕτως ἔγραφον ὥς φασιν οἱ τεχνικοί. ἐγράφη δὲ ὅμως διὰ

τοῦ ˉυ ψιλοῦ καὶ ἰῶτα ἐν διφθόγγῳ, πρὸς διαστολὴν τοῦ ὗς ὑὸς ὁ χοῖρος. (ῃερς. 114.)

Ἐν δὲ τῷ, κατὰ θνητῶν ἀνθρώπων, περιττεύειν δοκεῖ ἡ πρόθεσις. ὁποῖα καὶ ἄλλα

παρασημειοῦνται πολλά. Τὸ δὲ τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο καὶ ἑξῆς ἕως τοῦ,

πατρίδα γαῖαν ἵκοιο, δύναταί ποτε παρῳδηθῆναι πρός τινος, ἐπὶ ἀφηγήσεως πολλῶν

δυσχερῶν. (ῃερς. 118.) Σημείωσαι δὲ ὅτι τὸ μὲν κακὰ ῥάπτειν διαλελυμένως λεχθὲν,

οὐκ ἐπὶ ψόγῳ ἐτέθη. τὸ μέντοι σύνθετον ἡ κακοῤῥαφία, ἐπίψογον. ὡς δηλοῖ καὶ τὸ,

κακοῤῥαφίῃσι νόοιο. οὕτω καὶ τὸ, δίκην μὲν ἐν χερσὶν εἶναι, ἀγαθόν ἐστιν. ὁ δὲ

χειροδίκης, φαυλότητα ἔχει, ὡς Ἡσίοδος δηλοῖ. ὁμοίως δὲ καὶ τὸ μὲν ὑπὸ σκιᾷ

μαχούμεθα, φαῦλον δηλοῖ οὐδέν. οὐ μέντοι καὶ τὸ σύνθετον τὸ σκιαμαχεῖν. Τὸ δὲ

ἀμφιέποντες, ἢ ἀντὶ τοῦ, κυκλοῦντες ὡς καὶ ὅτε τρίποδα πῦρ ἀμφέπει. ἢ βλαπτικῶς

ἐνεργοῦντες. ὡς τὸ, τοὺς, δέρον ἀμφί θ' ἔπον. (ῃερς. 119.) Ἐν δὲ τῷ, παντοίοις

δόλοις, ἐπαινετοὺς δόλους ὁ γέρων λέγει, ὁποῖοι καὶ οἱ κατὰ πόλεμον. διὸ καὶ τὸν

Ὀδυσσέα ἐπαινέσει, ὡς μάλα πολὺ νικῶντα παντοίοις δόλοις ὡς αὐτίκα λεχθήσεται.

Ὅτι συγκεφαλαιωσάμενος ὁ Νέστωρ πρὸ βραχέων ἐν στίχοις τρισὶ τὸν Τρωϊκὸν

πόλεμον ἔνθα ἔφη τοὺς Ἀχαιοὺς πολλὰ ξὺν νηυσὶ παθεῖν ἐπὶ πόντον πλαζομένους

κατὰ ληΐδα καὶ περὶ ἄστυ μέγα Πριάμου μαρναμένους, ἐνταῦθα ἐν δυσὶν ἔπεσι τὸ

αὐτὸ ποιεῖ, εἰπών. εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες, ὡς ἐῤῥέθη,

παντοίοισι δόλοισι. μόγις δ' ἐτέλεσσε Κρονίων. ἤγουν. τὸ τέλος ἐπήγαγεν οὗ ἕνεκεν

ὁ Τρωϊκὸς πόλεμος. (ῃερς. 1.) Ὅτι Νέστωρ τὸν Ὀδυσσέα ἐπαινῶν, φησίν. Ἔνθα

τουτέστι κατὰ Τροίαν, οὔτις ἐκείνῳ ποτὲ, μῆτιν ὁμοιωθήμεναι ἄντην ἤθελεν ὅ ἐστι

ἠδύνατο, καθὰ καὶ ἀλλαχοῦ ἐφάνη. ἐπεὶ μάλα πολλὸν ἡνίκα δῖος Ὀδυσσεὺς,

παντοίοισι δόλοισι πατὴρ τεός. (ῃερς. 123.) Εἶτα ἐνδοιάσας εἰ ἐτεόν γε κείνου

ἔγγονός ἐστιν, ἐπάγει ὅτι σέβας μ' ἔχει εἰσορόωντα, τὸν τῆς μορφῆς δηλαδὴ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

132

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!