18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

δῆλον δὲ, ὡς καὶ αὐτοὶ περί που τὰ Θετταλικὰ ᾤκουν. ὁμοίως δῆλον καὶ ὅτι Πελίας

μὲν δόλῳ τῆς φαρμακίδος Μηδείας ἀφετήθη. Νηλεὺς δὲ, ὁ τοῦ Νέστορος πατὴρ, ὑφ'

Ἡρακλέος ἐδυστύχησε. καὶ ὅτι Αἴσων πατὴρ Ἰάσονος διαλυθέντος τοῦ Αἴσονος

πατρικοῦ ὀνόματος καὶ καθ' ὑπέρθεσιν ποιήσαντος τὸν Ἰάσονα, ὁμοίως τῷ, αἵματα

ἰάματα. Φέρης δὲ υἱὸν ἔσχε τὸν Ἄδμητον, οὗ υἱὸς Εὔμηλος ὁ ἐν Ἰλιάδι καλλίστους

ἔχων ἵππους. Ἀμυθάονος δὲ προήχθη Μελάμπους ὁ μαντικώτατος, ὃν δὴ Ἀμυθάονα

ὁ Πίνδαρος Ἀμυθᾶνα λέγει, ὡς καὶ τὸν ἈλκμάονἈλκμᾶνα. (ῃερς. 253.) Ἰστέον δὲ καὶ

ὅτι φέρεται λόγος ὡς Τυρὼ δύο γεννήσασα παῖδας παρὰ τοῖς Ἐνιπέως ῥείθροις

ἔλιπεν, ὧν τὸν ἕτερον μὲν κύων ἀφαιρεθεῖσα τῶν σκυλάκων ἔτρεφε θηλὴν

ἐμπαρέχουσα, τὸν δὲ ἕτερον ἵππος πατήσας κατὰ τὸ μέτωπον ἐκ συνδρομῆς αἵματος

ἐπελίωσε, τουτέστιν ἐμέλανε, πελιδνὸν ἐποίησεν. ὅθεν τοῦτον μὲν ἱπποφορβὸς

ἀνελόμενος Πελίαν ἐκάλεσε, τὸν δὲ ἕτερον Νηλέα διὰ τὸ παραδόξως ἐλεηθῆναι, ἢ

διὰ τὸ ὑπὸ τῆς μητρὸς μὴ ἐλεηθῆναι. ὅτι δὲ καὶ ἕτερος παραφέρεται ἥρως, φωνὴς

μὲν κοινωνῶν τῷ εἰρημένῳ Νηλεῖ, γραφῆς δὲ οὔ, ἐκεῖνος γὰρ ἐν διφθόγγῳ ἔχει τὴν

1.411 παραλήγουσαν, δηλοῖ σὺν τοῖς ἄλλοις ἱστορικοῖς καὶ ὁ γράψας τεχνικὸς τὸ

Νειλεὺς ἐν διφθόγγῳ, οὐχ' ὁ πατὴρ τοῦ Νέστορος ἀλλ' ὁ Ἀττικὸς, ὁ καὶ Νείλεως, οὗ

γενικὴ Νείλεω, ὡς Μενέλεω. τούτου δὲ Νειλεῖδαι οἱ ἀπόγονοι, ὡς καὶ Εὐνεῖδαι

φησὶν οἱ τοῦ Εὔνεω. τοῦ δὲ τοιούτου Νειλέως καὶ τῶν ἐξ αὐτοῦ Νειλειδῶν, ἀποικία

περιᾴδεται εἰς Ἀσίαν ἀξία λόγου. καὶ οὕτω μὲν καὶ τοῦτο. (ῃερς. 255.) περὶ δὲ

Ἰαωλκοῦ εἴτουν Ἰωλκοῦ ἡ Βοιωτία δηλοῖ. (ῃερς. 256.) Περὶ δὲ Πύλου ἠμαθόεντος ὡς

οὐχ' οὕτω παρὰ τὴν ἄμαθον γίνεται ἀλλ' ὁμωνύμως ποταμῷ οὕτω καλεῖται, ἐπειδὴ

τριῶν ὄντων Πύλων, ποταμοὶ αὐτοὺς παραῤῥέουσι καλούμενοι ἀμαθόεντες ἀφ' ὧν

ἐοίκασι καὶ αὐτοὶ οὕτω καλεῖσθαι, ἀλλαχοῦ ἱκανῶς ἐῤῥέθη. (ῃερς. 235.) Κρηθεὺς δὲ

Σαλμωνέως ἦν ἀδελφός. ἀμφότεροι δὲ παῖδες Αἰόλου καὶ Λαοδίκης τῆς Ἀλωέως.

περὶ δὲ Σαλμωνέως φασὶν οἱ νεώτεροι, ὡς ἄρα ὁ ἀνὴρ ἀσεβὴς ἦν, ἀντιβροντῶν τε

καὶ ἀνταστράπτων τῷ ∆ιῒ, δι' ἃ καὶ ἐκεραυνώθη. Ὅμηρος μέντοι οὐκ οἶδε τοιοῦτόν

τι, ἀλλὰ ἀμύμονα τὸν Σαλμωνέα φησίν. ἱστορεῖται δὲ καὶ περί που τὴν Ἠλεῖαν

βασιλεῦσαι ὁ Σαλμωνεύς. ὅθεν καὶ μία τῶν ὀκτὼ περὶ Πίσαν πόλεων αἳ καὶ

Πισάτιδες λέγονται Σαλμώνη ἐκλήθη ἀπ' αὐτοῦ. Ἰστέον δὲ ὡς εἰ καὶ ἀντιβροντᾶν καὶ

ἀνταστράπτειν ὁ Σαλμωνεὺς τῷ ∆ιῒ λέγοιτο, οὐκ ἂν θεομαχοίη ∆ιὸς νοουμένου τοῦ

ἀέρος, ἀλλὰ σοφὸς ἂν εἴη μηχανικός. καθ' ἣν σοφίαν καὶ ἄλλοι ἐποίησαν ὅμοια. τό

τε γὰρ βροντεῖον παρὰ τοῖς παλαιοῖς σκεῦος ἦν ἀποτελεστικὸν μυκήματος βροντῆς

διὰ ψηφίδων ἐνιεμένων. καὶ αἱ τοῦ Ἀρχιμήδους δὲ καυστικαὶ διὰ κατόπτρων

ἀστραπαὶ δηλοῦνται ἐξ ἱστοριῶν. ἱστορεῖται δὲ καὶ σοφός τις ὃς σεισμόν τε οἴκου

τινὰ διὰ μηχανῆς καὶ ἀστραπηβόλους δὲ ἀκτῖνας τεχνησάμενος κατὰ ἐχθροῦ

ἐνοσίχθων τε ὑπ' ἐκείνου ἐπεκαλεῖτο καὶ τερπικέραυνος. (ῃερς. 237.) Τὸν δὲ ῥηθέντα

Ἐνιπέα ὁ γεωγράφος Πελοποννήσιον οἶδε ποταμὸν ἐμβάλλοντα εἰς τὸν Ἀλφειόν. ὁ

γὰρ ἐν Θετταλίᾳ Ἐνισεύς φησι λέγεται καὶ οὐ διὰ τοῦ ˉπ Ἐνιπεύς. λέγει δὲ καὶ ὅτι

ἀπὸ Ὄθρυος ῥέων ὁ τοιοῦτος Ἐνισεὺς δέχεταιτὸν Ἀπιδανὸν κατενεχθέντα ἐκ

Φαρσάλων. (ῃερς. 238.) ὄνομα δὲ ὄρους ἡ Ὄθρυς. εἰ δὲ νῦν μέν φασι κάλλιστον

ποταμῶν τὸν Ἐνιπέα ὁ ποιητὴς λέγει, ἐν δὲ Ἰλιάδι τοιοῦτον εἶπε τὸν ἄξιον ποταμὸν,

ἔστι νοῆσαι, ὡς ἐκεῖ μὲν τοῦ ἀξίου τὸ ὕδωρ ἐσέμνυνεν, ἐνταῦθα δὲ τὸ σῶμα τοῦ

μυθικοῦ Ἐνιπέως. ὅθεν καὶ ἐρᾶται ὡς ἐπαφρόδιτος. ὅτι δὲ τὰς αἰσχρὰς ἐν ποταμοῖς

φιλότητας μυθοποιΐαις οἱ παλαιοὶ ἐσέμνυνον ὁποῖά τις ἐνταῦθα ἡ κατὰ τὸν Ἐνιπέα

καὶ τὴν Τυρὼ καὶ τὸν Ποσειδῶνα, εἴσεταί τις ἐντυχὼν καὶ τῷ τοῦ Αἰσχίνου

ἐπιστολιμαίῳ Κίμωνι, καὶ μαθὼν τὸ ἐκεῖ λεχθὲν ὑπό τινος ἐγχωρίου κόρης· λάβε μου

Σκάμανδρε τὴν παρθενίαν. ποῖον δὲ προσφωνεῖ ἐκεῖ Σκάμανδρον ἡ παῖς, δῆλον.

Κίμωνα γὰρ τὸν τοῦ Αἰσχίνου ἑταῖρον, ὃς ἐν Σκαμάνδρῳ λουομένην ἔγνω αὐτήν.

δῆλον δὲ καὶ ὅτι τὸ νυμφικὸν λοῦμα ταῖς παρθένοις ἐν ποταμοῖς ἐγίνετο διὰ τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

468

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!