18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

πτήσεως ἀχρειοῦντα τάχος. βραδύτερον γάρ φασι πορεύσεται Ἑρμῆς κύμασιν

ἐποχούμενος καὶ μὴ ὑπερφερόμενος αὐτῶν καὶ οὕτω κατὰ τὴν ποιητικὴν λέξιν

πετόμενος ἢ ἅμα πνοιαῖς ἀνέμων φερόμενος. οἱ δὲ τοῦτο ποιοῦντες, τί ἂν ἐροῦσι

πρὸς τὸ, ἐξ αἰθέρος ἔμπεσε πόντῳ. εἰ γὰρ πέτεται, πῶς ἔμπεσε πόντῳ; ἢ δηλονότι, ὡς

ὁ παραβολικὸς λάρος, οὕτω δὲ καὶ τοσόνδε διαδραμεῖν ἁλμυρὸν ὕδωρ ὁ Ἑρμῆς ἐρεῖ.

εἰ δὲ καὶ ἴσως δόξει διὰ τὰ εἰρημένα, ὁ λάρος Ἑρμῇ ἀνακεῖσθαι, ἀλλὰ μάλιστα

Ἡρακλεῖ ᾠκείωται ἢ ὁ ἁπλῶς, ἢ ὁ λεγόμενος βουφάγος, ἐπεὶ τοιοῦτος καὶ ὁ

Ἡρακλῆς. Λεπρεὺς γάρ φασιν Ἡρακλεῖ ἐρίσας δίσκῳ, καὶ ὕδατος ἀντλῆσαι, καὶ ὅς τις

ἀναλώσει θᾶττον ταῦρον, λείπεται πάντα. ἤγουν ἡττᾶται ὑφ' Ἡρακλέος εἰς τὰ

εἰρημένα πάντα. εἶτα θωρηχθεὶς, προκαλεῖται Ἡρακλέα, καὶ θνήσκει ἐν τῇ μάχῃ.

οὕτω γράφει μὲν Ἀθήναιος. πρὸ αὐτοῦ δὲ, ἱστοροῦσι καὶ ἕτεροι. ὡς δὲ οὐ μόνος

Ἡρακλῆς βουθοίνας ἦν ἀλλὰ καὶ ἄλλοι, ἐκ τῶν ἱστοριῶν δῆλον ἐστί. Θεαγένης γοῦν

φασιν ὁ Θάσιος αὐλητὴς, ταῦρον κατέφαγε μόνος. ὃς καὶ φησὶ παρά τινι ποιητῇ, ὡς

ἔφαγον Μῃόνιον βοῦν ἥγουν Λυδόν. πάτρη γὰρ βρώμην οὐκ ἂν ἐπέσχε Θάσος. περὶ

δὲ Μίλωνος τοῦ Κροτωνιάτου φησὶ ∆ωριεὺς, ὅτι ὃν ἐπόμπευσε βοῦν εἰς κρέα τόνδε

κόψας, πάντα κατ' οὖν μοῦνος δαίσατό νιν. καὶ Τίτορμος δέ φασιν ὁ Ἰταλὸς

διηριστήσατο ἑαυτῷ βοῦν ὡς καὶ αὐτὸ γράφει Ἀθήναιος. ὅτι δὲ ῥωμαλεώτερος

Μίλωνος ὁ Τίτορμος, ἐξ ἄλλων ἔστι γνῶναι. καὶ τοιαῦτα μὲν ταῦτα. ∆εινοὺς δὲ

κόλπους λέγει ὁ ποιητὴς, τοὺς κατὰ τὸ προῤῥηθὲν μέγα καὶ δεινὸν πέλαγος. (ῃερς.

52.) Τὸ δὲ ὀχήσατο, ὡς ἐπὶ ὄχου ὅ ἐστιν ἅρματος, ἐῤῥέθη. ἐπὶ γὰρ τοιούτων

κυριολεκτεῖται τὸ ὀχεῖσθαι. (ῃερς. 54.) Ὅτι ὥσπερ μέγα δῶμα ἐπὶ ἀνθρώπων, οὕτω

μέγα σπέος λέγει τὸ τῆς Καλυψοῦς. ἣν πολλαχοῦ νύμφην συνήθως καλεῖ. ἐρεῖ δὲ

μετ' ὀλίγα, καὶ εὐρὺ τὸ τοιοῦτον σπέος. εἶτα καὶ πληθυνεῖ αὐτὸ ἐν τῷ, ἐν σπέσι

γλαφυροῖσιν. εἶτα διασκευάζων τὰ κατ' αὐτὴν ἤγουν τί εὗρεν αὐτὴν ποιοῦσαν ὁ

Ἑρμῆς, καὶ οἷα τὰ τοῦ σπηλαίου πέριξ, οὐ γὰρ ἤρκει πρὸς σεμνότητα μόνον τὸ μέγα

εἶναι αὐτὸ εἰ μὴ καὶ ἔκφρασις τῶν ἐκεῖ καλῶν ἐπακολουθήσει, ἃ δὴ τηλαυγὲς ὡς

εἰπεῖν τὸ τοῦ σπηλαίου ἐτίθετο πρόσωπον, φησί. πῦρ μὲν ἐπ' ἐσχαρόφιν μέγα καίετο.

τηλόθι δ' ὀδμὴ κέδρου τ' 1.199 εὐκεάτοιο θύου τ' ἀνὰ νῆσον ὀδώδει δαιομένων. ἥδ'

ἔνδοθεν ἀοιδιάουσα ὀπὶ καλῇ, ἱστὸν ἐποιχομένη, χρυσείῃ κερκίδ' ὕφαινεν. εἶτα

ἐκφράζων, φησίν. ὕλη δὲ σπέος ἀμφιπεφύκει τηλεθόωσα. καὶ ἑρμηνεύων τίς ἡ ὕλη,

ἐπάγει. κλήθρη τ' αἴγειρός τε καὶ εὐώδης κυπάρισσος. ἔνθα δέ τ' ὄρνιθες

τανυσίπτεροι εὐνάζοντο. σκῶπες τ' ἴρηκές τε τανύγλωσσοί τε κορῶναι εἰνάλιαι. τῇσι

τε θαλάσσια ἔργα μέμηλεν. ἥδ' αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο, ἡμερὶς

ἡβώωσα. τεθήλει δὲ σταφυλῇσι. κρῆναι δ' ἑξείης πίσυρες, ῥέον ὕδατι λευκῷ πλησίαι

ἀλλήλων. τετραμμέναι ἄλλυδις ἄλλη. ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου,

θήλεον. (ῃερς. 73.) Τούτοις δὲ ὁ ποιητὴς ἐπάγων ἐπιφωνηματικὴν αὔξησιν, φησίν.

ἔνθα καὶ ἀθάνατός περ ἐπελθὼν θηήσαιτο ἰδὼν καὶ τελεφθείη φρεσίν. ὅπερ ἔπαθε

καὶ ὁ Ἑρμῆς, οὐ μόνον θαυμάσας ἀλλὰ καὶ τερφθείς. ὃ δὴ οὐκ ἀεὶ συμβαίνει, ἔστι γὰρ

θηήσασθαι, καὶ οὐ πρὸς τέρψιν ἀλλὰ πρὸς μόνον θάμβος. Καὶ ὅρα ἐνταῦθα ἐπιμονὴν

ῥήματος διὰ τὸ καίριον. θηήσαιτο γὰρ εἰπὼν, ἐπιφέρει. ἔνθα στὰς, θηεῖτο. καὶ, πάντα

θηήσατο θυμῷ. Ἰστέον δὲ ὅτι οὐχ' οἷον ἀληθῶς ἐστι τὸ τῆς Καλυψοῦς σπήλαιον,

ἱστορεῖ ὁ ποιητής. ἀλλ' οἷον ἂν ὡς εἰκὸς εἴη τὸ καλῶς ἔχον εἰς ἐνδιαίτημα ἐνδόξου

προσώπου. (ῃερς. 59.) Ἰστέον δὲ καὶ ὅτι παρὰ μὲν τῷ ποιητῇ, ἐσχάρα, τόπος ἐστὶν

ἐφεστίου πυρὸς ὡς καὶ ἐν τοῖς ἑξῆς φαίνεται ὅπου Ὀδυσσεὺς ἕζεται ἐπ' ἐσχάρῃ ἐν

κονίῃσι πὰρ πυρί. οἱ δὲ παλαιοὶ, φασὶ καὶ ἐσχάριον, θυμιατήριον κοῖλον. δῆλον δ' ὅτι

ἐσχάραν καὶ τὸ γυναικεῖον ἐκάλουν μόριον. ὡς δὲ καὶ ἕλκους ἐσχάρα λέγεται, δῆλόν

ἐστι. Τὸ δὲ πῦρ καίετο, τὴν πυρκαιὰν συντίθησιν. ἀρχαῖον δὲ ἡ τοῦ πυρὸς χρῆσις

παρὰ τοῖς ἐνδόξοις. ἣν καὶ ὁ τῆς τραγῳδίας Φιλοκτήτης ἐπαινῶν, φησὶν ὅτι

οἰκουμένη στέγη πυρὸς μέτα, πάντ' ἐκπορίζει αὐτῷ ἃ ἐκεῖνος νοεῖ. (ῃερς. 60.) Τὸ δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

226

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!