18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

παραπέφρασται ἐκεῖθεν γοργῶς. ὅτι δὲ καὶ ποταμός τις ἦν καλούμενος Ἲς, ἔστι καὶ

ἐκ τοῦ Λυκόφρονος ἀναλέξασθαι. (ῃερς. 396.) Ὅτι Ὀδυσσεὺς μὲν ἐκ τῶνκαθ' ἑαυτὸν

στοχαζόμενος ὅμοια παθεῖν τὸν Ἀγαμέμνονα ἐρωτᾷ ἐκεῖνον ἐν Ἅιδου, τίς κὴρ αὐτὸν

ἐδάμασε θανάτου; καὶ ἢ Ποσειδῶν ἐδάμασε πλέοντα ὄρσας ἀργαλέων ἀνέμων

ἀμέγαρτον πνοὴν, ὃ καὶ αὐτὸς ἔπαθεν, ἢ ἀνάρσιοι αὐτὸν ἄνδρες ἐδηλήσαντο ἐπὶ

χέρσου, (ῃερς. 399.) βοῦς περιταμνόμενον, ἤγουν πέριξ τῆς ἀλλοτρίας γῆς τέμνοντα,

καὶ οἰῶν πώεα καλὰ, (ῃερς. 401.) ἢ περὶ πόλεως μαχόμενον καὶ γυναικῶν, (ῃερς.

402.) ὁποῖα δή τινα ἐποίησεν Ὀδυσσεὺς καὶ ἔπαθε περὶ τὴν τῶν Κικόνων γῆν. καὶ

τοιαῦτα μὲν ὁ Ὀδυσσεὺς, (ῃερς. 399.) ἐν οἷς ἀμέγερτος ἐῤῥέθη πνοὴ ἡ πολλὴ καὶ

ἄφθονος ἢ ἄξηλος καὶ ἀφθόνητος. (ῃερς. 605.) ὁ δὲ Ἀγαμέμνων ὡς ἐν ἠθοποιΐας

λόγῳ ἀποφήσας μή τε περὶ θάλασσαν παθεῖν τι δεινὸν μήτε περὶ χέρσον ἐπάγει ὅτι

Αἴγισθος αὐτῷ τεύξας θάνατόν τε μόρον τε ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ οἶκονδε

καλέσσας, δειπνίσσας, καθὰ καὶ προεγράφη, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ, ὣς

θάνον φησὶν οἰκτίστῳ θανάτῳ. περὶ δ' ἄλλοι ἑταῖροι νωλεμέως κτείνοντο, σύες ὣς

ἀργιόδοντες, οἳ δὴ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο ἢ γάμῳ ἢ ἐράνῳ ἢ (ῃερς.

414.) εἰλαπίνῃ τεθαλυίῃ, κτείνονται δηλαδή. (ῃερς. 415.) εἶτα σαφηνίζων τὸ τοῦ

πάθους τραγῳδικὸν καὶ οἴκτιστον ἐπιφέρει· ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν

ἀντεβόλησας (ῃερς. 416.) μουνὰξ κτεινομένων ἤγουν καταμόνας ἐν μονομαχίᾳ καὶ

αὖ πάλιν ἐνὶ κρατερῇ ὑσμίνῃ, ἤγουν τῇ ὁμιλαδὸν μάχῃ. ἀλλά κε κεῖνα μάλιστα ἰδὼν

ὀλοφύραο θυμῷ, ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας κείμεθ' ἐνὶ μεγάρῳ.

δάπεδον δ' ἅπαν (ῃερς. 419.) αἵματι θῦεν, ἤγουν, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, ἐθύετο καὶ

περιεῤῥεῖτο αἵματι, ἢ φαντασίαν εἶχε τοῦ θύειν ὅ ἐστιν ὁρμᾶν καὶ κινεῖσθαι διὰ τὸ

ἐπ' αὐτοῦ ῥέον αἷμα. (ῃερς. 4.) ἐφ' οἷς ἐπάγων καὶ τὰ οἰκτρότερα φησίν· οἰκτροτάτην

δ' ἤκουσα ὄπα Πριάμοιο θυγατρὸς Κασσάνδρης, ἣν κτεῖνε Κλυταιμνήστρα δολόμητις

ἀμφ' ἐμοί. αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων βάλλον ἀποθνήσκων περὶ φασγάνῳ. ἡ

δὲ κυνῶπις νοσφίσατο, οὐ δέ μοι ἔτλη ἰόντι περ εἰς Ἀΐδαο χερσὶ κατ' (ῃερς. 425.)

ὀφθαλμοὺς ἑλέειν ἤγουν καθελεῖν καὶ συγκλεῖσαι, σύν τε στόμα ἐρεῖσαι, ὅ ἐστιν

ἁρμόσαι χάριν εὐπρεπείας ὡς μὴ διαχάσκειν. (ῃερς. 426.) εἶτα διακόπτων τὸ τῆς

φράσεως ἀφηγηματικὸν καὶ ὕπτιον ἐπάγει γνωμικόν· ὡς οὐκ αἰνότερον καὶ

κύντερον ἄλλο γυναικὸς, ἥτις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται. (ῃερς. 428.) καὶ

οὕτω γνωματεύσας εὐθὺς, οὐ γὰρ ἔδει πλείω φιλοσοφεῖν 1.426 ἐν λόγῳ πενθίμῳ,

γίνεται τῶν ἐφεξῆς, καὶ φησίν· οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικὲς, κουριδίῳ

τεύξασα πόσει φόνον. ἤτοι ἔφην γε ἀσπάσιος τοῖς ἐμοῖς οἴκαδ' ἐλεύσεσθαι. ἡ δ' ἔξοχα

λυγρὰ εἰδυῖα ἑαυτῇ τε κατ' αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω θηλυτέρῃσι

γυναιξὶ, καὶ ἣ ἂν εὐεργὸς ἔῃσι, τουτέστιν ἀγαθή. (ῃερς. 413.) ἀληθῶς γὰρ ἐκ τῆς

Κλυταιμνήστρας καὶ τῶν κατ' αὐτὴν αἱ γυναῖκες ἅπασαι σκώπτονται. οἴδασι γὰρ καὶ

ἐκ τῶν ἅπαξ ποτὲ γενομένων οἱ ῥήτορες ὥσπερ ἐπαίνους οὕτω καὶ ψόγων τόπους

πορίζεσθαι. καὶ τοιαύτη μὲν ἡ κατὰ τὸν Ἀγαμέμνονα ἠθοποιΐα, ὃς ἐρεῖ καί τινα ἕτερα

ἐν τοῖς ἐφεξῆς. (ῃερς. 4.) Ἰστέον δὲ ὅτι σεμνῶς ἔφη ὡς βοῦν ἐπὶ φάτνῃ τὸν βασιλέα

φονευθῆναι, ὃν ἐν ἄλλοις καὶ βοῒ ταύρῳ εἴκασεν ἐκπρεπεστάτῳ ἐν ἀγέλῃ. τοὺς

μέντοι ἑταίρους οὐκ ἐσέμνυνε μὲν, οἰκτρῶς δὲ θανεῖν ἔφη κατὰ σύας. ἔχει δὲ οἶκτον

πρὸς τῷ σεμνῷ, καὶ εἰ μὴ ἐργαζομένῳ βοῒ ὁ βασιλεὺς παραβάλλεται οὐδὲ μαχομένῳ

πρὸς ἀντίπαλον οὐδ' ἄλλο τι ποιοῦντι γενναίου βοὸς ἄξιον, ἀλλὰ πρὸς τῇ φάτνῃ

ἀναγκαίως ὄντι καὶ κρύφα πεσόντι, μὴ καὶ αἰσθόμενος ἀμύνηται τοὺς φονευτάς. Τὸ

δὲ περὶ βοὸς τοῦτο ῥητὸν ἐχρησίμευσεν ὕστερον εἰς ἀστειότητα ἣν ἱστορεῖ Ἀθήναιος.

μεθυσθεὶς γάρ τις ὑπὸ ψάλτου κακοῦ καὶ πεσὼν εἰς βαρὺν ὕπνον, εἶτα ἔξοινος

γεγονὼς, καὶ ἐρωτηθείς τί πάθοι, ἔφη ὡς ὁ ἐπίβουλος καὶ ἐναγὴς ψάλτης ὡς βοῦν

ἐπὶ φάτνῃ δειπνίσας ἀπέκτεινέ με. Ἐνταῦθα δὲ ὅρα καὶ ὅτι φθάσας ἐν δυσὶ στίχοις

γοργῶς διηγήσασθαι τὸν τοῦ βασιλέως θάνατον ἐν τῷ δηλῶσαι, ὡς Αἴγισθος αὐτὸν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

485

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!