18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

καλλιφωνίας χάριν καὶ εὐαρμοστίας λεκτικῆς ἣν φιλοῦμεν ἄνθρωποι τοιοῦτον τὸ

πέφθακε καὶ τὸ κεχάλκευται. ἅπερ Ἀττικοὶ ἔφθακε φασὶ καὶ ἐχάλκευται. καθὰ καὶ ὁ

ποιητὴς, ἐκτῆσθαι λέγει τὸ κεκτῆσθαι. ὅμοιον δὲ τούτοις, καὶ τὸ βεβούλευκεν, ὅτε

λεχθῇ ἐβούλευκεν. ἀποσκευάζονται δὲ ὁμοίως γλυκείας ἀπηχήσεως χάριν τὸ τῆς

αὐξήσεως κατάρχον σύμφωνον, καὶ τὸ εἰλημμένος ἐκ τοῦ λήβω. καὶ τὸ εἰρημένος, ἐκ

τοῦ ῥῶ ῥήσω. καὶ τὸ ἐῤῥυπωμένοι, ἐκ τοῦ ῥυπῶ ῥυπώσω. καὶ οὕτω χαρίζονται τοῖς

φωνήεσι, περιᾴδειν ἀκωλύτως ὡς μὴ ἀχρειοῦσθαι αὐτοῖς τὸ τῆς ἐκφωνήσεως

εὐγενές. εἰσὶ δὲ οἳ τὸν θριγκὸν, περίβολον οἰκίας κοσμητὸν, ἡρμήνευσαν. Ὁ δὲ

κύανος, χρῶμά τι μέλαν ἐξ οὗ τὸ κυάνειον μετουσιαστικῶς. ἀφ' οὗ κυάνεον καὶ

κυανοῦν. κυάνεος δὲ νῦν ὁ θριγκὸς τῷ τείχει, ὡς ἂν οὕτως ἀεροειδὲς τὸ μετέωρον

φαίνοιτο. (ῃερς. 89.) αἱ μέντοι προφαινόμεναι θύραι, καὶ οἱ περὶ αὐτὰς σταθμοὶ ὅ

ἐστιν αἱ παραστάδες, καὶ τὸ ὑπερθύριον ἤγουν τὸ ἐπικείμενον ταῖς θύραις εἰς ὅ

φασιν αἱ ἄνω στρόφιγγες ἁρμόζονται, ἔτι δὲ καὶ ἡ κορώνη τὸ κρικίον δηλαδὴ ᾧ

ἐπισπᾶταί τις θύραν ὡς καὶ ἐν τῇ ˉα ῥαψῳδίᾳ ἐγράφη, (ῃερς. 91.) καί τινες κύνες,

ἀπὸ χρυσοῦ εἰσὶν, ἵνα ἡ πολυτελὴς ὕλη, πρώτη προσπίπτῃ τῇ ὄψει καὶ ἔχῃ

ἐξαλλαγὴν πρὸς τὸν θριγκὸν ὡς καὶ οἱ ἀργύρεοι κύνες πρὸς τὰ χρυσᾶ. καὶ οὕτω

ποικιλία ἐν τῷ τηλαυγεῖ τοῦ ἔργου προσώπῳ εἴη πρὸς πανήγυριν ὀφθαλμοῦ γοητευο

1.263 μένου οἷς βλέπει καὶ τῇ αὐτῶν ἐντρυφῶντος ποικιλίᾳ. ἐν οἷς οἱ παλαιοί φασιν,

ὁ μὲν φιλόπλουτος, τὴν ὕλην θαυμάσεται. ὁ δὲ φιλόκαλος, τὴν τέχνην. ὁ δὲ

σπουδαιότερος, τὴν χρείαν. διὸ καὶ Ὀδυσσεὺς, οὐκ ἀπεικότως τὰ τοιαῦτα θαυμάζων

ἑστήξεται. (ῃερς. 90.) Κορώνη δὲ, οὐ μόνον ἐπὶ θύρας ὡς ἀνωτέρω κεῖται, ἀλλὰ καὶ

ἐπὶ τόξου ἐν ἄλλοις. καὶ ἐπὶ πλοίου πρύμνης. καὶ μέρος δέ ἐστι σώματος ἐπὶ τοῦ

ἀγκῶνος, ὥς φασι Φιλόξενον εἰπεῖν ἐν τοῖς περὶ Ῥωμαίων διαλέκτου. εἴληπται δὲ

ταῦτα, ἐκ τοῦ ζῴου τῆς κορώνης λυγίζειν εἰωθυίας τὸν τράχηλον. (ῃερς. 92.) τὸ δὲ

ἰδύῃσιν, εἰ μὲν συναλιφὲν ῥηθείη, ἔτευξ' εἰδυίῃσι πραπίδεσσιν, ἔχοι ἂν διὰ

διφθόγγου τὴν ἄρχουσαν. εἰ δὲ γράφεται ἔτευξεν ἰδυίησι πραπίδεσσι, δῆλον ὅτι διὰ

τοῦ ˉι γράφεται. οὐχ' ὡς μετοχὴ μέντοι ἀλλ' ὡς ὄνομα μετοχικόν. ἐξ οὗ καὶ ἰδύους

τοὺς ἴδμονας μάρτυρας φασὶν οἱ παλαιοὶ ὡς γέγραπται ἀλλαχοῦ. (ῃερς. 91.) Τοὺς δὲ

χρυσοῦς καὶ ἀργυροῦς κύνας, ἐμψύχους καὶ ἀΰπνους πλάττει, εἴγε φυλάσσουσι τὸ

δῶμα. (ῃερς. 94.) Ἀγήρως δὲ καὶ ἀθανάτους, οὐ μόνον πρὸς ἐγκώμιον χρυσοῦ καὶ

ἀκιβδήλου ἀργύρου οἱ οὐκ οἴδασιν ἰῷ φθείρεσθαι, ἀλλ' ἔστι καί τις μῦθος ὑπὲρ

αὐτῶν, ληρῶν ὅμοιά τινα. ὃν περιττόν ἐστιν ἐκθέσθαι. ὃς δὲ οὐ μακρὰ ληρεῖ,

τοιοῦτός ἐστι. Κύνες οὗτοι, οὓς Ἥρα δέδωκε Ποσειδῶνι, συλλαβεῖν αὐτῇ πρὸς τὴν ἐν

Ἰλιάδι δηλουμένην ἐπίθεσιν κατὰ τοῦ ∆ιός. οἳ περιῆλθόν φησιν εἰς Ἀλκίνοον. ἄλλως

δὲ, δοκεῖ τὸ τοιοῦτον ἔμψυχον τῶν κυνῶν καὶ τὸ ἀθάνατον, τὸ μὲν, δηλοῦν τὸ ὡς

ἐῤῥέθη ἀνίωτον. τὸ δὲ, τὸ ἔντεχνον καὶ εὐσχημάτιστον ὡς εἰς φυλακὴν οἴκου. διὸ

καὶ Ἥφαιστος αὐτοὺς τεῦξαι λέγεται. ὃ δὴ τοῖς πυρὸς τεχνικοῖς ἔργοις εἴωθεν

ἐπιλέγεσθαι ὡς ἐν πολλοῖς φαίνεται. τινὲς δὲ τοὺς ῥηθέντας κύνας, οὐ ζῷα νοῦσιν,

ἀλλὰ ἥλους. ὅθεν φασὶ καὶ κυνάδας φαμέν. ἢ καὶ ἄλλως φασὶ, τοὺς διπλοῦς ἥλους.

τοῦτο δὲ ἴσως, διὰ τὸ ἐν τοῖς ἥλοις δηκτικὸν καὶ οἷον κάρχαρον. (ῃερς. 96.) Τοὺς δὲ

θρόνους, οὐ λέγει μὲν ποίας ὕλης εἰσίν. οἷα χρυσοῦς μὲν ἢ ἀργυροῦς ὀκνῶν εἰπεῖν,

διὰ τὸ ἐν τῷ οὕτω πολλῷ τῆς τιμίας ὕλης ἀπίθανον. ἐκ λίθων δὲ, οὐκ ἐθέλων

λαξεῦσαι αὐτοὺς, ἵνα μὴ ταῖς πολυτίμοις ὕλαις παραθήσει μὴ τοιαύτην ἧς δαψιλῶς

εἶχε καὶ ὁ ἀπέριττος Πύλιος Νέστωρ. μή ποτε δὲ, καὶ αὐτοὺς χαλκοῦς δίδωσι νοεῖν,

συνηνωμένους αὐτόθεν τοῖς τοίχοις. διὸ καὶ ὥσπερ ἐκεῖ ἔφη χαλκέους τοίχους

ἡρμόσθαι ἔνθα καὶ ἔνθα εἰς μυχὸν ἐξ οὐδοῦ, οὕτω καὶ ἐπὶ τῶν θρόνων φησὶν ὡς

θρόνοι περὶ τοῖχον ἐρηρέδατο καὶ ἑξῆς. ὅθεν οὐδὲ ἠθέλησεν εἰς πλέον ἀποσεμνῦναι

αὐτούς. ὡς εἴγε ἐκ μαρμάρου λίθου ἦσαν ὤκνησε εἰ κἂν καὶ περὶ αὐτῶν εἰπεῖν τι

σεμνὸν, ὡς ἐπὶ τῶν ἐν Πύλῳ λιθίνων τοίχων ἐποίησε. (ῃερς. 96.) Πέπλους δὲ εἰωθὼς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

299

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!