18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐπ' αὐτῷ. αἴτιον δὲ καὶ τῆς γοργότητος ταύτης ὁ κινδυνώδης καιρὸς, οὐκ ἐφιεὶς

πολυλογεῖν. Σημείωσαι δὲ ὁποῖόν τι ὁ ἄνθρωπος ἐν τοῖς κατὰ τὸν βίον. καὶ ὡς πρὸς

τὰς τύχας, τὰς φρένας κέκτηται. Ὀδυσσεὺς γὰρ ὁ ἐν Τροίᾳ ἐξ ἅπαντος τρόπου ζωὴν

ἑαυτῷ περιποιούμενος, μακαρίους ἐνταῦθα ἡγεῖται τοὺς ἐκεῖ θανόντας ὅθεν αὐτὸς

ἐῤῥύσθη. μυρία δὲ καὶ ἄλλα ὁσημέραι τοιαῦτα παλίντροπα ἤθη παραφαίνονται κατὰ

τὸ πάντῃ ἀναγκαῖον. οὕτω καὶ Πτολεμαίου τοῦ βασιλέως περιᾴδεται τὸ, ὦ τάλας ἐγὼ

τὸ μὴ δὲ τούτων ἕνα γενέσθαι με. εἶπε δὲ τοῦτο ἐκεῖνος, ὅτε ποδαγρῶν καὶ ἰδὼν

Αἰγυπτίους περὶ τὸν ποταμὸν ἐπὶ τῆς ἄμμου ἐῤῥιμμένους ἀριστοποιουμένους ὥς

φησιν Ἀθήναιος καὶ τὰ τυχόντα προσφερομένους, ἐπαθήνατο. Καὶ σημείωσαι τὸ

σχῆμα τοῦ βασιλικοῦ λόγου. ὅπερ ἐστι, τὸ μὴ δὲ τούτων ἕνα γενέσθαι. ἤγουν ὅτι μὴ

δὲ τούτων εἷς ἐγενόμην. ληφθὲν ἐκ τοῦ κωμικοῦ εἰπόντος ἐν νεφέλαις. τὸ δὲ μὴ

κυνῆν ἐλθεῖν ἐμὲ τὸν ταπεινὸν ἔχοντα. ἤγουν ὅτι μὴ ἦλθον ἔχων οἴκοθεν σκέπασμα

κεφαλῆς. καὶ ἔστιν ἐλλειπτικόν. οἷον λέγῃ ὁ μὲν βασιλεὺς, ὡς δυστυχὲς γέγονέ μοι

τὸ μὴ δὲ τούτων ἕνα γενέσθαι. ὁ δὲ τῆς κωμῳδίας ἄνθρωπος, ὅτι ἀπρομήθευτόν μοι

συνέβη τὸ μὴ φέρειν κατακάλυμμα κεφαλῆς ἐπὶ ὑετῷ. Ἰστέον δὲ ὅτι αἱ συνθέσεις τοῦ

τρὶς ἐπιῤῥήματος, ποτὲ μὲν ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, αὐτόχρημα τριάδα δηλοῦσιν,

ὡς ἐν τῷ τρισμάκαρες καὶ τετράκις καθὰ εἴρηται. ποτὲ δὲ, πλῆθος σημαίνουσιν. ὡς

ἐν τῷ, τρισγαρμύριοί εἰσι παρ' Ἡσιόδῳ. καὶ ἐν τῷ, ἀλλ' ὦ τρισκεκορημένε Σμερδίῃ

παρὰ Ἀνακρέοντι. ἤγουν πολλάκις ἐκσεσαρωμένε. καὶ Θάσον δὲ τὴν τρισοιζυρὴν

πόλιν παρὰ Ἀρχιλόχῳ. ἤτοι τὴν λίαν ὀϊζυράν. οὕτω δὲ καὶ ὁ γράψας ὅτι στίχων καὶ

πέδων δοῦλος ὁ στιγματίας. καὶ πεδήτης παρὰ Ἀριστοφάνει. μετ' ὀλίγα λέγει ὅτι

τριπαίδων, ὁ τρίδουλος. καὶ ὥς που προεγράφη, τρίπρατος. Ἱππώναξ δὲ ὑπεραναβὰς

τοῦτο, φησὶν ἀφέω τοῦτον τὸν ἑπτάδουλον. τοῖς δὲ ἀνωτέρω ῥηθεῖσιν, ὅμοιον καὶ τὸ

τρισεξώλης. ὅτι δὲ τὸ αὐτὸ τρὶς, οὐκ ἀεὶ φυλάσσει τὸ σίγμα συντεθὲν ἀλλ' ἀποβάλλει

αὐτὸ, δῆλον ἐκ τοῦ τρίπαλαι. καὶ τρίπους. καὶ τρίδουλος. καὶ ἄλλων μυρίων. (ῃερς.

307.) Τὸ δὲ χάριν φέροντες εἶπεν ἐν τῇ ˉγ ῥαψῳδίᾳ. (ῃερς. 310.) Τοῦ δὲ δοῦρα

ἐπέῤῥιψαν, οὐκ ἔστι καιριωτέραν λέξιν εὑρεῖν. κρεῖττον γάρ ἐστι καὶ τοῦ ἀφῆκαν.

ἐπὶ μέντοι ὀϊστῶν, οὐκ ἂν εἴη καίριον. ἀλλὰ μᾶλλον οἰκεῖον ἐκεῖ τὸ ἀφῆκαν. ἐπεὶ καὶ

ἀπὸ τοῦ ἵημι γίνεται ὁ τοιοῦτος ἰός. τὸ δέ γε βάλλειν, ἕτερόν ἐστι τοῦ ἐπιῤῥίπτειν καὶ

ἀφιέναι. αὐτὸ γὰρ, ἀντὶ τοῦ, ἐπιτυχεῖν λέγεται. Τὸ δὲ περὶ Πηλείωνι, ὅμοιον τῷ, ἀμφ'

Ὀδυσσῆϊ ὅπερ ἀνωτέρω κεῖται. (ῃερς. 311.) Τὸ δὲ ἔλαχον κτερέων, ἀντὶ τοῦ, ἔτυχον

ὡς καὶ ἐν ἄλλοις πολλαχοῦ κεῖται. οἱ δὲ μεθ' Ὅμηρον, αἰτιατικῇ συντάσσουσι τὸ

λαχεῖν. (ῃερς. 333.) Ὅτι ἐθὰς ὢν ὁ ποιητὴς τοῦ ἐν μεγάλοις καὶ μάλιστα ἐπικινδύνοις

πράγμασι θεῖα εἰσά 1.228 γειν πρόσωπα, καὶ συγκιρνᾶν ἀγαθῷ τινι τὸ ἄκρατον τοῦ

κακοῦ ἢ καὶ παντελῶς ἀπάγειν αὐτὸ, ποιεῖ τοῦτο καὶ νῦν. καὶ ἐπεὶ μέγα τὸ τοῦ

κινδύνου κακὸν ἦν τῷ Ὀδυσσεῖ καὶ πάντῃ ἄφυκτον, πλάττει τὴν Λευκοθέαν

ἀναφανεῖσαν ἐκ μέσων τῶν κυμάτων καὶ τὰ δυνατὰ πιθανῶς βοηθήσασαν. ὡς μή τε

τῷ Ποσειδῶνι παντελῶς ἀντιπεσεῖν, μή τε τὸν Ὀδυσσέα προλιπεῖν ἀβοήθητον.

βοηθεῖ δὲ, διὰ τοῦ κατ' αὐτὴν κρηδέμνου ὡς ἐφεξῆς ῥηθήσεται. ἀστεῖον δὲ τὸ

Λευκοθέας ἐπεισόδιον. ἱστορίαν τε γὰρ ξενικὴν ἐπεισάγει, καὶ Ὁμηρικὸν ἔθος

πληροῖ, θεῖον ἐν κινδύνῳ εἰσαγομένη πρόσωπον. καὶ τὸ ἄπορον λύει τοῦ, πῶς

Ὀδυσσεὺς οὐκ ἔπαθέ τι δεινὸν πέτραις προσαραχθείς. ἔστι δὲ ὁ περὶ τῆς Λευκοθέας

λόγος τῷ ποιητῇ, οὗτος. τόν δ' εἶδε Κάδμου θυγάτηρ καλλίσφυρος Ἰνώ. Λευκοθέη. ἣ

πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα. νῦν δ' ἁλὸς ἐν πελάγεσσι, θεῶν ἐξέμμορε τιμῆς. αὕτη

τὸν Ὀδυσσέα ἐλέησεν ἀλώμενον ἄλγε' ἔχοντα. αἰθυίῃ δ' εἰκυῖα ποτὴ, ἀνεδύσατο

λίμνης. ἷζε δ' ἐπὶ σχεδίης πολυδέσμου, εἶπέ τε μῦθον. (ῃερς. 339.) κάμμορε. τίπτέ τοι

ὧδε Ποσειδάων ὠδύσατ' ἐκπάγλως, ὅτι σοι κακὰ πολλὰ φυτεύει. καὶ ἑξῆς. τοῦτο δέ

ἐστι παρῳδῆσαι, ὅτέ τις μνησικάκως πάσχει πρός τινος. ἡ δὲ κατὰ τὴν Ἰνὼ ἤτοι

Λευκοθέαν ἱστορία, διώνυμως γὰρ ἡ γυνὴ, τοιαύτη τίς ἐστιν. Ἰνὼ Ἀθάμαντι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

259

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!