18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἔκ ῥ' ἀσαμίνθου ἔβη. ἤγουν ἐξέβη τῆς κατὰ τὸ λουτρὸν πυέλου. πρῶτον γάρ τις

ἔξεισι τῆς ἀσαμίνθου εἶτα ἐνδύεται. διὸ ἐν τῇ ἑξῆς ῥαψῳδίᾳ, φησὶν ὁ ποιητὴς οὕτως.

ἔς ῥ' ἀσαμίνθους βάντες ἐϋξέστας, λούσαντο. τούς δ' ἐπεὶ δμωαὶ λοῦσαν καὶ ἔχρισαν

ἐλαίῳ. ἀμφὶ δ' ἄρα χλαίνας οὔλας βάλον, ἠδὲ χιτῶνας. (ῃερς. 471.) Ὅτι καὶ ἐνταῦθα,

κρέα ὑπέρτερα λέγει ὡς καὶ πρὸ μικροῦ. καὶ ὅτι ὡς καὶ πρὸ ὀλίγων δεδήλωται, οἶνον

ἐνοινοχοεῖν φησὶν, οὐ πρὸς διαστολήν. οὐ γάρ ἐστι καὶ ὕδωρ οἰνοχοεῖν. ἀλλ'

ἁπλούστερον ἀντὶ τοῦ ἐγχέειν. ὡς καὶ ὅτε εἴπῃ νέκταρ ἐῳνοχόει. καὶ μὴν, ἐκεῖνο

κατὰ παράχρησιν ἐῤῥέθη ὡς καὶ τὸ, ἵπποι ἐβουκολοῦντο ἀντὶ τοῦ, ἁπλῶς ἐνέμοντο.

καὶ ἕτερα ὅμοια καθὰ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα σεσημείωται. ἔστι δὲ ἡ περὶ τοῦ,

οἶνον οἰνοχοεῖν φράσις, αὕτη. ἐπὶ δ' ἀνέρες ἐσθλοὶ ὄροντο, οἶνον ἐνοινοχοεῦντες ἐνὶ

χρυσέοις δεπάεσσι. δῆλον δὲ ὅτι περιττὴ ἐνταῦθα πρόθεσις, ἢ τοῦ ἐνοινοχοεῖν ἢ τοῦ

ἐν δεπάεσσιν. Ἐσθλοὺς δὲ ἀνέρας λέγει, τοὺς ἀλλαχοῦ κήρυκας. (ῃερς. 475.) Ὅτι ὡς

ἐν Ἰλιάδι, οὕτωκαὶ ἐνταῦθα τὸ ἅρμα πληθύνει σεμνότερον καὶ ἡρωϊκώτερον, εἰπών.

ἔζευξαν ὑφ' ἅρμασιν ὠκέας ἵππους. τὸ δὲ ἀνωτέρω τούτου ζεύξαθ' ὑφ' ἅρματ'

ἄγοντες, οὐ πάνυ δῆλον εἴτε ζεύξατε ὑφ' ἅρματα, εἴτε καὶ ἑνικῶς ὑπὸ τῷ ἅρματι. ὃ

καὶ κρεῖττον δοκεῖ. εὑρίσκεται γὰρ καὶ ἑνικῶς παρὰ τῷ ποιητῇ τὸ ἅρμα, εἰ καὶ

σπανίως. Κεῖται δ' ἐνταῦθα καὶ τὸ πρήσσειν ὁδοῦ, ἐπὶ ξηρᾶς. καὶ οὐ κατὰ τὸ,

διαπρήσσουσα κέλευθον. (ῃερς. 480.) Ὅτι πολυτελείας ἔνδειξις τὸ, ἐν δὲ γυνὴ ταμίη

σῖτον καὶ οἶνον ἔθηκεν, ὄψά τε οἷα ἔδουσι διοτρεφέες βασιλῆες. (ῃερς. 483.)

ἡνιοχείας δὲ διασκευὴ τὸ, ἐς δίφρον ἀνέβαινε καὶ ἡνία λάζετο χερσί. μάστιξε δ'

ἐλάαν. τώ δ' οὐκ ἄκοντε πετέσθην ἐς πεδίον. (ῃερς. 480.) Ἰστέον δὲ ὅτι ὄψα λέγονται

τὰ τοῦ σίτου ἡδύσματα, παρὰ τὸ ὀψέ. καὶ τοῦτο, διχῶς. ἢ γὰρ ὅτι ὀψὲ ὥρας εἰς

δόρπον προσεφέροντο αὐτὰ παυσάμενοι ἤδη τῶν ἔργων. ἢ ὅτι ὀψὲ χρόνου

ἐξευρέθησαν μετὰ τὰς ἀναγκαίας ἐξ ἀκροδρύων καὶ σπορίμων τροφάς. ὅτι δὲ κατά

τινα ἐξοχὴν ἡ λέξις κληρωθεῖσα τοῖς ἰχθύσι παρήγαγε τὸ ὀψάριον, ὁ Ἀθήναιος

δηλοῖ. Τὸ δὲ οἷα ἔδουσι βασιλεῖς, ἔμφασιν ἔχει, μὴ κοινὰ εἶναι ταῦτα καὶ συνήθη τοῖς

πλείοσιν ὄψα, βασιλεῦσι δὲ πρέποντα. Ὅρα δὲ ὡς ἐπὶ Τηλεμάχου μὲν πλατύτερον

διεσκεύασε τὰ περὶ τῶν ἐφοδίων, ἐνταῦθα δὲ στενῶς εἶπε, διὰ τὸ δυσὶ μόνοις στίχοις

ἐπιμετρηθῆναι τὰ εἰς ὁδόν. οὕτω καὶ δῶρα βασιλικὰ προϊὼν μὲν, ἐξονομάσει.

ἐνταῦθα δὲ, μετ' ὀλίγα ἐπὶ Ὀρτιλόχου, ἀρκεσθήσεται εἰπὼν ὡς τοῖς ἐνδημήσασι νέοις

πὰρ ξείνια θῆκε. (ῃερς. 485.) Τὸ δὲ μάστιξε δ' ἐλάαν καὶ 1.140 ἑξῆς, δὶς λέγει ἐνταῦθα

ταυτολογῶν. (ῃερς. 486.) Τὸ δὲ ἐς πεδίον, ἀσφαλῶς πρόσκειται εἰς διαστολὴν τῶν ἐν

ἀέρι πετομένων. δῆλον δὲ ὡς τὸ οὕτω πέτεσθαι, ἡ μάστιξ ἐνεποίησε τοῖς ἵπποις. οἳ

ἄλλως μὲν, οὐκ ἀέκοντες ὥδευον. ὑπὸ δὲ μάστιγος, καὶ ἐπέτοντο. εἰ δὲ οὗτοι

παραβολικῶς πέτεσθαι λέγονται, οὐκ ἂν, οὐδὲ ὁ τοῦ Βελλεροφόντου πήγασος,

ἄλλως πέτοιτο. (ῃερς. 487.) Ὅτι τὸ, πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες, ἀντὶ τοῦ,

ἐῤῥωμένως ἐκινοῦντο. καὶ εἴρηται ἀπὸ τοῦ παρακολουθοῦντος. ἕπεται γὰρ τοῖς οὕτω

κινουμένοις ζῴοις, σείειν τὸν ζυγὸν ὑφ' ὃν εἰσί. καὶ φασὶν οἱ παλαιοὶ ὅτι

παρεκδοχικῶς ἐῤῥέθη ἀπὸ τοῦ παρεπομένου τὸ προηγούμενον, ἀντὶ τοῦ ὥδευον.

Ἰστέον δὲ καὶ ὅτι τὸ πανημέριοι, παρὰ ἑτέροις ποιηταῖς, εὕρηται πανήμεροι ὁμοίως

τῷ ἐφήμεροι, ἐκβληθέντος τοῦ Ὁμηρικοῦ ἰῶτα. ὥσπερ αὖ πάλιν τὸ Ὁμηρικὸν

νήδυμος, νηδύμιος λέγεται προσλήψει τοῦ ἰῶτα. ὡς δηλοῖ παρὰ τῷ Ὀππιανῷ τὸ,

πνοιῇ νηδυμίῃ. (ῃερς. 489.) Ὅτι Φεραὶ μὲν, πόλεις Θεσσαλίας. Φειαὶ δὲ Ἤλιδος αἱ καὶ

Φεαί. Φηραὶ δὲ, τῆς Λακωνικῆς. εἰς ταύτας ἵκοντο κατὰ πρώτην ἡμέραν ἐφ' ἅρματος

ὁ Τηλέμαχος καὶ ὁ Νεστορίδης Πεισίστρατος. καὶ ἀναπαυσάμενοι τὴν νύκτα

∆ιοκλῆος ποτὶ δῶμα υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα ὥς που καὶ ἡ Ἰλιὰς

δηλοῖ, καὶ ξένιλαβόντες ἀπ' αὐτοῦ, ἅμα ἡμέρᾳ ἵππους τ' ἐζεύγνυντο, ἀνά τε ἅρματα

ποικίλα ἔβαινον. καὶ ἐξελάσαντες προθύροιο, ἦλθον ἐς πεδίον πυρηφόρον τὸ ἐγγὺς

Λακεδαίμονος. λεγόμενον οὕτως, ἢ ὀνομαστικῶς, ἢ ὡς εὔφορον σίτου. ἐκεῖθεν δὲ,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

159

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!