18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

(ῃερς. 350.) Ὅτι ἐν τῷ, οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ' ἐπικεύσω, ἄδηλον εἴ τις ἐστὶ

διαφορὰ τοῦ κρύψαι καὶ τοῦ ἐπικεῦσαι. (ῃερς. 351. σθθ.) Ὅτι ἀντεστραμμένως καὶ

ἐνταῦθα ὁ ποιητὴς διηγεῖται ἐν τοῖς κατὰ τὸν Μενέλαον. ἡ μὲν γὰρ φυσικὴ τάξις,

ἔχει ὡς ἐκ τῆς Φάρου ὁ Μενέλαος ἀπῆλθε παλίμπλους εἰς τὸν Αἴγυπτον ὅ ἐστιν εἰς

τὸν Νεῖλον. ὅδ' ἀπὸ τοῦ Νείλου ἀρξάμενος καὶ εἰπὼν ὡς, Αἰγύπτῳ μ' ἔτι δεῦρο θεοὶ

μεμαῶτα νέεσθαι ἔσχον, ἤτοι κατέσχον. καὶ θεὶς καὶ αἰτίαν κατὰ λόγον

ἐγκατασκεύου διηγήματος, τὸ, ἐπεὶ οὔ σφιν ἔρεξα τελειέσσας ἑκατόμβας. καὶ ὅτι οἱ

θεοὶ αἰεὶ βούλοντο μεμνῆσθαι ἐφετμέων, ὑποβάλλει ἁπλοῦν διήγημα, λέγων οὕτω

περὶ τῆς Φάρου καὶ τῶν ἑξῆς. νῆσος ἔπειτά τις ἐστὶ πολυκλύστῳ ἐνὶ πόντῳ, Αἰγύπτου

προπάροιθε. Φάρον δέ ἑ κικλήσκουσι. τόσσον ἄνευθεν, ὅσσον τε πανημερίη γλαφυρὴ

νηῦς ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν. ἐν δὲ λιμὴν εὔορμος. ὅθεν νῆας εἰς

πόντον βάλλουσιν ἀφυσσάμενοι μέλαν ὕδωρ. ἔνθά μ' ἐείκοσιν ἤματ' ἔχον θεοί. οὐδέ

ποτ' οὖροι πνείοντες φαίνονθ' ἁλιαέες, οἳ νηῶν πομπῆες γίνονται. καὶ δή φησιν ἤϊα

πάντα κατέφθιτο καὶ μένε' ἀνδρῶν, εἰ μή τις θεὸς ὀλοφύρατο καί μ' ἐσάωσε.

Πρωτέος ἰφθίμη θυγάτηρ ἁλίοιο γέροντος Εἰδοθέη. ἥ μοι ἔῤῥοντι συνήντετο νόσφιν

ἑταίρων. οἳ περὶ νῆσον ἀλώμενοι, ἰχθυάασκον γναμπτοῖς ἀγκίστροισιν. ἔτειρε δὲ

γαστέρα λιμός. ἡ δέ μοι ἄγχι στᾶσα, νήπιος εἶς ἔφη ὦ ξεῖνε λίην τόσον, ἠὲ χαλίφρων,

ἢ ἑκὼν μεθίης, καὶ τέρπεαι ἄλγεα πάσχων. ὡς δὴ δηθὰ ἐν νήσῳ ἐρύκεαι καὶ ἑξῆς. Καὶ

ἡ μὲν, οὕτως ἔφη, ἐγώ δ' ἔφην ὡς οὔτι ἑκὼν κατερύκομαι, ἀλλά που μέλλω θεοὺς

ἀλιτέσθαι. ἀλλὰ σύ πέρ μοι εἰπὲ, θεοὶ δέ τε πάντα ἴσασιν, ὅς τις μ' ἀθανάτων πεδάα

καὶ ἔδησε κελεύθου. καὶ ὅπως οἴκαδε νοστήσω. καὶ τοιαῦτα μὲν τὰ τοῦ Μενελάου

πρὸς τὴν Εἰδοθέην ὅτε αὐτὸν ἐκείνη ᾠκτίσατο. ἃ δὲ αὖθις ἐκείνη καὶ εἴπῃ καὶ

ὠφελήσει, ἐν τοῖς ἑξῆς εἰρήσεται. Ἰστέον δὲ ὅτι τε τὸ ἀλλὰ σύ πέρ μοι εἰπὲ, ἔειπε

γράφεσθαι Ἡρακλείδης φησὶν ὡς καὶ προγέγραπται ἐν τῇ ˉα ῥαψῳδία. καὶ ὅτι τὸν

εἰρημένον Αἴγυπτον καὶ αὐτὴν δὲ Αἴγυπτον, παρὰ τὸ αἶγας πιαίνειν ἐτυμολογοῦσι

τῶν τινες παλαιῶν, καὶ ὅτι ὡς ἐξ ὁρμητηρίου τοῦ Νείλου μέλλων ὁ Μενέλαος εἰς τὰ

οἰκεῖα παλιννοστῆσαι τὴν ἀρχὴν εἴπερ ἑκατόμβας ῥέξοι, καὶ πάλιν ὕστερον ἐκ Φάρου

πλεύσας εἰς τὸν Νεῖλον κατὰ τὴν ἐκ Πρωτέως μαντείαν, κἀκεῖθεν οἴκοι ἀναπλεύσας

κατ' ὀρθὴν κέλευθον, εἰκότως πρὸ τοῦ διηγήματος μνησθεὶς τοῦ Νείλου, εἶτα

ὑπέβαλε τὴν ἀφήγησιν, καὶ μάντιν οὕτω τὸν τοῦ Αἰγύπτου λόγον προέθετο. ἀλλὰ

μνήμην αὐτοῦ ὡς τόπου καιρίου ἐγκατατιθεὶς τῇ ψυχῇ τοῦ ἀκροατοῦ διὰ πλείω

σαφήνειαν. οὗ δὴ Αἰγύπτου ἤτοι Νείλου, τὰ μὲν ἄλλα σεμνώματα ἐκθέσθαι, μυρία τις

ἔστι λόγου τριβή. ἀρκέσει δὲ πρὸς τὸ παρὸν ἐν μετρίῳ φάναι, ὅτι τε τὸ νειλῷον ὕδωρ

πολυγονώτατον καὶ γλυκύτατον. εἰ καὶ μὴ πᾶν γλυκὺ ὕδωρ πολύγονόν ἐστι ἀλλ'

ἔνια τῶν γλυκέων ὑδάτων, καὶ ἄγονα. καὶ ὅτι λύει τὰς κοιλίας τῶν πινόντων, μίξιν

ἔχον νιτρώδη. καὶ ὅτι κατά τινας, τοῦ κατὰ τὸν Νεῖλον ὁ ἐν τοῖς ἐκεῖ βασιλεὺς μόνου

ἔπινεν ὕδατος. ὃ δὴ ἄλλοι καὶ περὶ τοῦ Σουσίου ἱστόρησαν. φάμενοι ὡς ἅμαξαι

τετράκυκλοι ἡμιόνειαι κομίζουσαι ἐν Ἀργείοις ἀργυ 1.170 ρέοισιν ὕδωρ ἀπεψημένον

ἀπὸ Χοάσπεω τοῦ παρὰ Σοῦσα ῥέοντος, ἐκόμιζον τῷ βασιλεῖ, μόνῳ ἐκεῖθεν πίνοντι.

τοῦτο δὲ τὸ σεμνὸν, καί τις οἶνος εἶχεν. ἱστόρηται γὰρ, ὅτι ὁ Περσῶν βασιλεὺς τὸν

χαλυβώνιον μόνον οἶνον ἔπινεν, ἐν ∆αμασκῷ τῆς Συρίας γενόμενον. Περσῶν αὐτόθι

καταφυτευσάντων ἀμπέλους. ἦν δέ φασι βασιλεῖ ἐξαίρετον, καὶ τὸ ἀπ' Αἰγύπτου

ἅλας ἀμμωνιακὸν αὐτῷ πέμπεσθαι. ναὶ μὴν καὶ τὸ ἐλαίῳ ἀκανθίνῳ χρῆσθαι μετὰ

λουτρόν. περιᾴδεται δὲ καὶ ὁ ἐν τοῖς ἐκεῖ πλοῦτος. τὸν γοῦν ἐν Ἀλεξανδρείᾳ

βασιλικὸν πάνυ πολὺν πλοῦτον περιηγησάμενός τις, ἐπάγει. ποία γοῦν βασιλεία

οὕτω πολύχρυσος; μόνος γὰρ ὡς ἀληθῶς ὁ χρυσοῤῥόας καλούμενος Νεῖλος, μετὰ

τροφῶν ἀφθόνων, καὶ χρυσὸν ἀκίβδηλον καταφέρει ἀκινδύνως γεωργούμενον, ὡς

πᾶσιν ἐξαρκεῖν ἀνθρώποις, δίκην Τριπτολέμου πεμπόμενον πᾶσαν γῆν. διὸ καὶ ὁ

Βυζάντιος ποιητὴς Παρμένων ἐπικαλούμενος αὐτὸν, Αἰγύπτιε Ζεῦ φησι Νεῖλε εἰς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

193

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!