18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ὄρος καὶ ἐπικατασείσαντα τῇ Φαιακικῇ πόλει εἰς ὄλεθρον κάλλυμμα. καὶ ἔστι λοιπὸν

κἀνταῦθα, ὡς καὶ ἐπὶ τοῦ κατὰ Τροίαν Ἑλληνικοῦ τείχους, εἰπεῖν προσφυῶς ὅτι ὁ

πλάσας Ὅμηρος τὰ κατὰ τὴν τερατώδη Φαιακίαν ἐκεῖνος καὶ ἠφάνισεν, ἵνα ἔχοι

λέγειν ὁ ποιητικὸς ἀνὴρ, ὡς ἦν μέν ποτε τὰ κατὰ τοὺς Φαίακας. Ποσειδῶνος δὲ

ἀγασαμένου, ἠφάνισται καθὰ ἔπαθον καὶ ἄλλαι πόλεις πολλαί. (ῃερς. 566.) καὶ οὕτω

μένει τὸ ψεῦσμα τοῦ ποιητοῦ ἀνεξέλεγκτον. ἔστι δὲ ἡ κατὰ τὸν Ἀλκίνοον φράσις ἐν

τούτοις τοιαύτη. ἀλλὰ τόδε ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα Ναυσιθόου, ὃς

ἔφασκε Ποσειδάων' ἀγάσασθαι ἡμῖν οὕνεκα πομποὶ (ῃερς. 570.) ἀπήμονες εἰμὲν

ἤγουν ἐσμὲν, ἁπάντων. φῆ ποτὲ Φαιήκων ἀνδρῶν εὐεργέα νῆα ἐκ πομπῆς ἀνιοῦσαν,

ἐν ἠεροειδέϊ πόντῳ ῥαισέμεναι. μέγα δ' ἡμῖν ὄρος πόλει ἀμφικαλύψειν. ἐπεὶ δὲ

τοῦτο ἐμποδῶν ἐστὶ τῇ τοῦ ξένου πομπῇ οὕτως ἁπλῶς εἰς νοῦν ἐλθεῖν τῷ βασιλεῖ

καὶ ἐκφοβῆσαν αὐτὸν, ἐπιφέρει εὐθὺς ὁ ποιητὴς διὰ πιθανότητα τὸ, ὣς ἀγόρευ' ὁ

γέρων. τὰ δέ κεν θεὸς ἢ τελέσειεν ἢ ἀτέλεστα εἴη ὥς οἱ φίλον ἔπλετο θυμῷ. ὃ δὴ πᾶς

ἂν παραμυθητικῶς εἴποι ἐπὶ φόβῳ κακοῦ τινὸς μέλλοντος. Ἰστέον δὲ ὅτι τὸν

τοιοῦτον χρησμὸν ἐρεῖ καὶ ἐν τοῖς ἑξῆς ὁ ποιητὴς περί που τὴν τοῦ ˉν ῥαψῳδίαν.

ἔνθα καὶ νηὸς μὲν ὄλεθρον τῆς τὸν Ὀδυσσέα κομισάσης ἐκτίθεται, οὐ μὴν δὲ καὶ

πόλεως τῆς τῶν Φαιάκων ἀφανισμόν. οὐ γὰρ ἀναιδέστερον ἐθέλει τοῖς μυθικοῖς

ἐμφιλοχωρεῖν, ἀλλ' ἀρκεῖται μόνον οἷς προεκθετικῶς ἐνέφῃνε. Σημείωσαι δὲ καὶ ὅτι

ἐνταῦθα μὲν τὸ κατὰ τὸν χρησμὸν χωρίον ὀβελίσκους ἔχει μετὰ ἀστέρων. δι' ὧν

δηλοῦται, ὡς ἐνταυθοῖ μὲν οὐ καλῶς κεῖνται τὰ ἔπη, ἀλλαχοῦ δὲ ἄριστα ἔχει. δοκεῖ

γὰρ οὐ πιθανῶς πλασθῆναι τὸ πεμφθῆναι οἴκαδε ξεῖνον ὑπὸ Φαιάκων ἔχθιστον τῷ

Ποσειδῶνι, οὗ τὸν φόβον ἐπέσειεν ὁ χρησμὸς τοῖς Φαίαξιν. οἳ μεμνημένοι μὲν τοῦ

χρησμοῦ οὐκ ἂν πιθανῶς ἀποπέμψαι τὸν ξένον τολμήσωσι, μὴ μεμνημένοι δὲ καὶ

διατοῦτο πέμψαντες μνησθεῖεν ἂν τοῦ χρησμοῦ ὅτε κακῶς πάθωσιν ἐν τῇ ῥαψῳδίᾳ

τῆς ˉν. τέως γε μὴν, πιθανότης ἐνταῦθα προκαταβέβληται τῆς περὶ τοῦ Κύκλωπος

διηγήσεως. εἰ γὰρ εἰδὼς ὁ βασιλεὺς τὰ τοῦ εἰρημένου χρησμοῦ οὐκ ἀντέχεται αὐτοῦ

γενναίως, ἀλλ' ἐνδοιάζων λέγει τὰ δέ κεν θεὸς ἢ τελέσειεν ἢ ἀτέλεστα εἴη, οὐκ

ἀπιθάνως ἄρα θαῤῥήσει ὁ Ὀδυσσεὺς τὰ κατὰ τὸν Κύκλωπα διηγήσασθαι ἐφ' οἷς ὁ

Ποσειδῶν ἐχολώσατο. καὶ τοιάδε μὲν ταῦτα. (ῃερς. 555.) Ἐν δὲ τῷ, γαῖάν τε δῆμόν τε

πόλιν τε, γαῖαν μὲν τὴν χώραν λέγει, πόλιν δὲ τὴν πατρίδα, δῆμον δὲ, ὡς εἰκὸς,

μέρος τι τῆς πατρίδος εἴτι που ἔχει τμῆμα ὀνομαστὸν, κατὰ τοὺς παρὰ πολλοῖς

ῥεγεῶνας. ἢ τὰς Κρητικὰς τόρμας. ἢ καὶ κατὰ τοὺς Ἀττικοὺς δήμους, οὕτω γὰρ

∆ημοσθένης Ἕλλην ὢν κατὰ γαῖαν Ἀθηναῖος δὲ κατὰ πόλιν Παιανιεὺς ἦν ἐκ τῶν

δήμων. ὥσπερ ἕτερός τις Αἰξωνεύς. ἄλλος δὲ Μυῤῥινούσιος. τοιούτῳ δέ τινι λόγῳ

καὶ μέρος τι τῆς Ἰθάκης δῆμος ἐλέγετο. εἰκὸς δὲ καὶ ἄλλως ἑτερώνυμα εἶναι τὸν ἐν

τῇ πόλει δῆμον καὶ αὐτὴν τὴν πόλιν, ὥς που καὶ ἐν τῇ Ἰλιάδι ἐφάνη. οὕτω γὰρ πόλις

μὲν Εὔβοια, δῆμος δὲ αὐτῆς ἑτερωνύμως Ἄβαντες παρ' Ὁμήρῳ οὐ μὴν Εὐβοεῖς.

εἰπεῖν δὲ καὶ ἄλλως ἁπλούστερον, δῆμον τοὺς πολίτας λέγοι ἄν. ἐπεὶ καὶ περιέχει

γαῖα μὲν πόλιν, πόλις δὲ δῆμον. 1.317 (ῃερς. 556.) Τὸ δὲ τιτύσκεσθαι φρεσὶ πρὸς

διαστολὴν ἐῤῥέθη τοῦ, τόξῳ τιτύσκεσθαι, ἢ σφενδόνῃ. λέγεται γὰρ ἐπὶ τοιούτων

μάλιστα τὸ τιτύσκεσθαι, λέξις ὂν ποιητικὴ ἀχρεία λόγῳ πεζῷ, εἰ μὴ ἄρα

παραπλέκοιτο. (ῃερς. 563.) Τὸ δὲ οὔτ' ἀπολέσθαι διαφορὰν ἔχει πρὸς τὸ μὴ

πημανθῆναι, τοῦτο μὲν γὰρ οὐ παντελῆ δηλοῖ φθορὰν, τὸ δὲ ἀπολεσθὲν εἰς τὸ μὴ

εἶναι ἦλθε. (ῃερς. 566.) Τὸ δὲ οὕνεκα πομποὶ ἀπήμονες ἐσμὲν ἁπάντων διδάσκει καὶ

αὐτὸ, μὴ ἀδιάκριτον τὴν ξενίαν εἶναι ἁπλῶς πρὸς τυχόντας. ὃ καὶ ἐν Ἰλιάδι ἐλέχθη

ἐν τῷ, πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων. καὶ γὰρ ὁ ἐκεῖσε τοιοῦτος

πανδοκεὺς ἔπαθέ τι κακόν. (ῃερς. 567.) Τὸ δὲ εὐεργέα νῆα, πρὸς ἔκπληξιν κεῖται. οὐ

γὰρ ἁπλῶς ναῦς ῥαισθήσεται σαθρὰ τυχὸν ἢ εἰκῇ νεναυπηγημένη, ἀλλ' εὐεργής.

(ῃερς. 563.) Ἀνιοῦσαν δὲ τὴν ἐπανερχομένην λέγει. (ῃερς. 569.) Ἐν δὲ τῷ, μέγα δ'

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

360

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!