18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

φοβηθεῖσαν ὠχριάσαι. οὐ λέγει δὲ ὁ ποιητὴς καὶ πῶς οἱ ἄνθρωποι καλοῦσι τὸ μῶλυ,

ἐπειδὴ ἄγνωστόν ἐστιν αὐτοῖς. διὸ καὶ ἄκλιτον καὶ οὐ διώνυμον κατὰ τὸν Βριάρεών

τε καὶ Αἰγαίωνα καὶ κατὰ τὴν χαλκίδα καὶ κύμινδιν, τὰ ἐν Ἰλιάδι κείμενα. καὶ

τοιαῦτα μὲν τὰ κατὰ τὸ μῶλυ, οὗ τὸ ἄνθος ἐσχεδιάσθαι ὑπὸ Ἑρμοῦ δοκεῖ ὡς ἂν

γνωρισθείη τῷ Ὀδυσσεῖ τότε, εἰ μή που τυχὸν καὶ ἔαρ ἦν τηνικαῦτα ἡ ἀνθηφόρος

ὥρα. Χαιρήμων οὖν φασὶν ὁ τὸν κισσὸν χορῶν εἰπὼν ἐραστὴν κοινῶς μὲν τὰ ἄνθη

ἔαρος τέκνα ἐκάλεσεν. ἰδίως δὲ τὰ ῥόδα ὀξυφεγγῆ καὶ ἔαρος τιθηνήματα. Ἔνθα ὅρα

τὸ ὀξυφεγγῆ χρήσιμον ὂν εἰς τὸ νοῆσαι τοὔνομα τῆς ὀξείας βαφῆς. (ῃερς. 277.)

Ἑρμῆς δὲ χρυσόῤῥαπις ἢ ὁ χρυσόῤῥαβδος, ὡς καὶ προδεδήλωται, ἢ ὁ χρυσᾶς 1.382

ῥάπιδας ἔχων ὅ ἐστιν ὑποδήματα κατὰ τοὺς παλαιούς. ἐξ ὧν καὶ αἱ κρηπίδες

παράγονται. (ῃερς. 279.) Τίς δὲ ἡ ὑπήνη καὶ ἡ ἥβη, ἐδηλώθη ἐν ἄλλοις. ὥσπερ καὶ τὸ

ἀντιβολεῖν ὅ ἐστι συναντᾶν ὅπερ οἱ μεθ' Ὅμηρον ἐπὶ παρακλήσεως τιθέασιν. (ῃερς.

277.) Ἑρμηνεία δὲ ὑπηνήτου παρὰ ∆ημοσθένει τῷ παραφραστῇ αὕτη. Ἑρμῆς τῷ

Ὀδυσσεῖ ἐπιτυγχάνει, νεανίσκῳ προσεοικὼς, ἄρτι ὑποπιμπλαμένῳ γενείου. ὅπερ οἱ

λατινοήθεις μεθοδεύσαντες ἀεὶ ἔχειν ὡς διὰ βίου ὑπηνῆται εἶναι, βιάζονται τὸν

πώγωνα τῇ συνεχεῖ ἐν χρῷ κουρᾷ, δοκεῖν πάντοτε ἄρτι γενειάσκειν. καὶ αὐτοὶ μὲν

ἀτιμούσθωσαν. (ῃερς. 280.) Κεῖται δ' ἐν τούτοις καὶ τὸ ἐξονομάζειν ἀντὶ τοῦ ἁπλῶς

πλατικώτερον ὁμιλεῖν καὶ μάλιστα ἐφεξῆς ἐν τοῖς περὶ Κίρκης. ἄλλως γὰρ οὔτε ὁ

Ἑρμῆς ἐξ ὀνόματος τὸν Ὀδυσσέα καλεῖ, οὔτε μὴν ἐν τοῖς παροῦσιν ἡ Κίρκη. αὐτὴ γὰρ

ὕστερον ἐπιγνοῦσα ἐρεῖ θαυμαστικώτερον, ἦ σύ γ' Ὀδυσσεύς ἐσσι πολύτροπος. (ῃερς.

281.) Τὸ δὲ δι' ἄκριας ἔρχεαι οἶος, ὅ ἐστι μόνος, ἑρμηνείαν τινὰ ὑποβάλλει τοῦ,

ὄρεσιν οἰοπόλος. ἔνθα δηλαδὴ μόνος τις ἀναστρέφεται διὰ τὸ ἐρημάζον τοῦ τόπου.

(ῃερς. 282.) Τὸ δὲ χώρου ἄϊδρις ἐὼν ἀϊδρείαν τινὰ προσμαρτύρεται καὶ τῷ Ὀδυσσεῖ,

δι' ἣν ἔπαθε ἄν τι μὴ θελητὸν, εἰ μὴ ὁ Ἑρμῆς φροντίδα ἔθετο αὐτοῦ τιμῶν τὸν

σπουδαῖον καὶ αὐτὸς ὡς λόγιος καθὰ καὶ ἡ Ἀθηνᾶ, ἣ καὶ εἰποῦσα ὡς οὐ δύναμαί σε

προλιπεῖν οὕνεκα ἐπήτης ἐσσὶ, βαρυτόνως, ἢ καὶ ἐπητὴς ὀξυτόνως, τουτέστι λόγιος.

ὅπου γε καὶ ἄλλως μετῆν τῆς ὁδοῦ ταύτης κατά τι καὶ τῷ Ἑρμῇ, ὃς εἶπέ ποτε τῇ

Κίρκῃ, ἐλεύσεσθαι αὐτῇ τὸν Ὀδυσσέα, ὥς φησιν αὐτὴ ἐκείνη ἐν τοῖς ἑξῆς. Τὸ δὲ ἐν

Κίρκης ἔρχαται, Ἀττικὴν ἔχει ἔλλειψιν, κεῖται γὰρ ἀντὶ τοῦ, ἐν δώμασι Κίρκης

καθειργμένοι εἰσίν. Ἰωνικὸν δὲ τὸ ἔρχαται καθὰ καὶ πρὸ ὀλίγου τὸ ἔρχατο, τοῦτο μὲν

ἀπὸ τοῦ εἷρκται παθητικοῦ παρακειμένου, ἐκεῖνο δὲ, ἀπὸ τοῦ εἷρκτο

ὑπερσυντελίκου. πρὸς ὅπερ ὅμοιον καὶ τὸ, εἵλικτο εἰλίχατο. ὡς Ἡρόδοτος εἰλίχατο

τουτέστι εἱλιγμένοι ἦσαν μίτραις. ὅ περ οὐκ ἀεὶ πολεμικὸν σκεῦος δηλοῖ ἀλλὰ καί τι

περίθεμα κεφαλῆς, ὡς δηλοῖ παρὰ τῷ αὐτῷ τὸ, ἀντὶ πίλων μιτροφόροι ἦσαν. (ῃερς.

283.) Τὸ δὲ ὥστε σύες συμβάλλεταί τι πρὸς τὴν πρὸ βραχέων ῥηθεῖσαν ἀλληγορίαν,

οἷα τῶν περιπεσόντων τῇ καθ' ἡδονὴν Κίρκῃ, μὴ ἄντικρυς γινομένων συῶν, ἀλλ'

ὥστε ἤγουν ὡσανεὶ συῶν διὰ τὸ χοιρῶδες τοῦ βίου. Πυκινοὶ δὲ κευθμῶνες

περιφραστικῶς οἱ συφεοὶ λέγονται. (ῃερς. 286.) Τὸ δὲ ἐκλύσομαι ἠδὲ σαώσω ὡς ἐπὶ

αἰχμαλωσίας ἐῤῥέθη. διὸ καὶ λύτρα καὶ σῶστρα τῷ Ἑρμῇ ὁ Ὀδυσσεὺς ὀφείλει μὴ

αἰχμαλωτισθεὶς τῇ Κίρκῃ δι' ἡδονῆς. καὶ ἄλλως δὲ ὥσπερ ἐκ δεσμῶν λύεταί τις,

οὕτω καὶ κακῶν ἐνταῦθα λύεται τὸν Ὀδυσσέα ὁ Ἑρμῆς. ὥσπερ δὲ διχῶς λέγεται ὡς

δεδήλωται τὸ νήχειν καὶ νήχεσθαι καὶ τὸ ἐκέρασαν καὶ ἐκεράσατο, οὕτω καὶ τὸ

λύειν ἐνταῦθα καὶ λύεσθαι. οἷον, λῦσον ἵνα ὀφθαλμοῖσιν ἴδω ἑτάρους. καὶ, ὄφρα

λύσῃ ἑτάρους. καὶ, ἄγε δὴ κακῶν ἐκλύσομαι. καὶ, λυσόμενος δεῦρ' ἔρχεαι. Φάρμακον

δὲ ἐσθλὸν τὸ τοῦ Ἑρμοῦ δὶς ἐν τούτοις κεῖται πρὸς διαστολὴν τῶν τῆς Κίρκης, ἃ

λυγρὰ καὶ κακὰ ὄντα τοὺς προσιεμένους μετέβαλλεν εἰς θηρία. (ῃερς. 288.) Τὸ δὲ

κρατὸς ἀπαλάλκη κακὸν ἦμαρ, χρήσιμον καὶ αὐτὸ εἰς ἀλληγορίαν, ὡς μὴ σωμάτων

ἀλλοιουμένων τοῖς περὶ τὴν Κίρκην, ἀλλὰ τοῦ κατὰ κεφαλὴν λογιστικοῦ. ἄλλως

μέντοι διὰ τῆς κρατὸς ὁ πᾶς δηλοῦται ἄνθρωπος. (ῃερς. 289.) Τὸ δὲ πάντα δέ τοι ἐρέω

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

435

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!