18.07.2013 Views

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

Commentarii ad Homeri Odysseam i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ὀνομάζω ἐκ τοῦ ὄνυμα. οἷς σύστοιχα τὸ ὁμώνυμος, συνώνυμος, καὶ ὅσα τοιαῦτα ἐξ

Αἰολίδος γλώσσης ἐκοινώθησαν. δοκεῖ δὲ καὶ ἐκ τοῦ ὄπτω οὕτω γενέσθαι ὁ ὕπτιος.

ὁρᾷ γὰρ ὁ τοιοῦτος τὴν ὄψιν ἔχων ἄνω, οὐ μὴν κάτω, ὡς οἱ πρανεῖς κείμενοι.

τοιοῦτον δὲ καὶ παρὰ τῷ κωμικῷ τὸ, ἀπεπυδάρισα. λέξις δὲ αὕτη οὐ σεμνὴ, δηλοῦσα,

ἢ τὸ λὰξ ποδὶ καθ' Ὅμηρον ἐνθορεῖν ἰσχύῳ ἀφραδίῃσιν, ἢ τὸ ἀποπνευματίσαι

ἄραντα τὸν πόδα. περὶ δὲ μύρων γέγραπταί τινα λόγου ἄξια καὶ ἐν τοῖς εἰς τὴν

Ἰλιάδα. (ῃερς. 5.) Ὅτι ὁ πολλάκις μὲν ἐγχειρήσας τινὶ θελητῷ, τοσαυτάκις δὲ

ἀποτυχὼν, ἐρεῖ τὸ, αὐτὰρ ἔγωγ' ἔθελον φρεσὶ μερμηρίξας ἑλέειν, τρὶς μὲν

ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει. τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον καὶ

ὀνείρῳ ἔπτατο. ἐμοὶ δ' ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον, εἰς ὁμοίαν δὲ ἔννοιαν

ἁρμόττει καὶ τὸ, τί νύ με οὐ μίμνεις ἑλέειν μεμαῶτα; (ῃερς. 4.) καιρία δὲ λέξις τὸ

ἑλεῖν, διὸ καὶ τρὶς ἐνταῦθα κεῖται. (ῃερς. 7.) Ὅρα δὲ τὸ γενέσκετο, ἀσυνήθως

παραχθὲν ἐκ τοῦ γενέσω ἀχρήστου μέλλοντος, ἐξ οὗ καὶ ἡ γένεσις. Τὸ δὲ ἔπτατο καὶ

ἐπτάμην πρῶτος μέσος ἀόριστός ἐστι τοῦ ἑπτόμην ὡς τὸ περιχαρὶς δ' ἀνεπτόμην, ἐξ

οὗ καὶ πτέσθαι τὸ πετάσαι. ἐκ δὲ τοῦ ἐπτάμην καὶ μετοχὴ ὁ ἀποπτάμενος, ὡς δηλοῖ

μετ' ὀλίγα τὸ, ψυχὴ ἀποπταμένη. (ῃερς. 210.) Ὅτι πόθον πολὺν δηλοῖ ἐπί τινι

τεθνεῶτι τὸ, ὄφρα καὶ εἰν Ἀΐδαο φίλας περὶ χεῖρε βαλόντε, ἀμφοτέρω κρυεροῖο

τεταρπώμεσθα γόοιο. ἔστι γάρ τις τέρψις καὶ τοῦ κλαίειν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται.

Τὸ δὲ φίλας χεῖρε σύνησθες τῷ ποιητῇ σχῆμα. οἷα μυριαχοῦ συζευγνύντι τὰ

πληθυντικὰ καὶ τὰ δυϊκὰ ὡς ἰσοδύναμα. (ῃερς. 212.) Ὅτι τὸ εἴδωλον καὶ σκιᾶς

δοξάζει ἀμενηνότερον ὁ ποιητὴς, καὶ διὰ τοῦτο καὶ ψυχῆς, ἣν σκιᾷ φθάσας εἴκασεν

ἐν τῷ, τοὶ δὲ σκιαὶ ἀΐσσουσι. διὸ μὴ δυνάμενος Ὀδυσσεὺς λαβέσθαι τῆς μητρικῆς

ψυχῆς φησίν· ἢ τί μοι εἴδωλον τόδε Περσεφόνη ὤτρυνεν ὄφρ' ἔτι μᾶλλον

ὀδυρόμενος στεναχίζω. ἄλλως δέ γε εἰπεῖν ἀκριβέστερον, ταυτὸν εἶδεν εἴδωλον καὶ

σκιὰν καὶ ὄνειρον, κατά γε τὸ ἀμενηνόν. ἄλλο δέ γε τὴν ψυχὴν παρὰ τὰ τρία ταῦτα.

ὅθεν ὥσπερ μὴ δυνάμενος δράξασθαι ψυχῆς, ἀπορεῖ μή ποτε οὐ ψυχὴ τὸ φαινόμενον

τοῦτο ἀλλὰ εἴδωλον. οὕτω καὶ πρὸ βραχέων ἔφη ὡς ἡ τῆς μητρὸς ψυχὴ ἐξέφυγέ με

σκιῇ ἴκελον καὶ ὀνείρῳ. καὶ μετ' ὀλίγα δὲ ὅτι ψυχὴ ἠΰτ' ὄνειρον ἀποπταμένη

πεπότηται. οὐ γὰρ σκιάν φησι καὶ ὄνειρον αὐτὴν εἶναι, ἀλλ' ἀποπτέσθαι δίκην

ὀνείρου καὶ σκιᾶς. οὕτω δὲ καὶ τὸ, σκιαὶ ἀΐσσουσιν, ἀντὶ τοῦ, ὡς σκιαί. (ῃερς. 217.)

Ὅτι δὲ οὐ σῶμα ἢ σωματοειδὴς ἡ ψυχὴ καὶ διατοῦτο καὶ ἀναφὴς, δηλοῖ εἰπὼν· αὕτη

δίκη ἐστὶ βροτῶν, τουτέστι θέμις καὶ ἀνάγκη, ὅτε τις θάνῃσι, τὸ μὴ δύνασθαι δηλαδὴ

ἑλεῖν τὴν ψυχήν. διατί; (ῃερς. 218.) οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,

ἤγουν οὐ νεύροις ἔτι κατὰ φύσιν ζωτικῶς διοικουμένοις συνέχονται αἱ σάρκες καὶ

τὰ ὀστᾶ, ἀλλ' αὐτὰ μὲν πυρὶ δάμναται, ἐπειδὰν πρῶτα (ῃερς. 2.) λίπῃ λεύκ' ὀστέα

θυμὸς, ὃ πολλαχοῦ κεῖται. ψυχὴ δὲ, ὡς ἀνωτέρω ἐῤῥέθη, ἀποπταμένη πεπότηται.

Ὅτι δὲ ἶνες οὐ μόνον ἐπὶ νευρῶν, ὅθεν καὶ τὸ ἰνίον παράγεται, ἀλλὰ καὶ ἐπὶ

δυνάμεως τῆς κατὰ τὰ νεῦρα, δηλωθήσεται ἐν τοῖς ἑξῆς. ἔνθα φανεῖται τίς μὲν ἡ ἲς,

τίς δὲ ἡ κίκυς. Ἐν τούτοις δὲ κεῖται καὶ τὸ, (ῃερς. 215.) ὤ μοι τέκνον ἐμὸν περὶ

πάντων κάμμορε φωτῶν, οἰκεῖον ὂν ἐπιλεχθῆναί τινι δυστυχεῖ, ὥσπερ τὸ, ἀλλὰ

φόως δὲ τάχιστα λιλαίεο, ἁρμόττει ῥηθῆναι ἐπὶ μεταβολῆς τινὸς ἀπὸ κακοῦ εἰς

ἀγαθόν. (ῃερς. 222.) λείπει δὲ ἀπαρέμφατον ἐνταῦθα τὸ ἱκέσθαι ἢ ἐλθεῖν ἤ τι

τοιοῦτον, ἵνα λέγῃ, ὅτι τάχιστα λιλαίεο εἰς φῶς ἐλθεῖν. (ῃερς. 223.) Ἰστέον δὲ ὅτι

Ἀντικλείας εἰπούσης τῷ υἱῷ Ὀδυσσεῖ τὸ, ταῦτα δὲ πάντα ἴσθ' ἵνα καὶ μετόπισθε τεῇ

εἴπῃσθα γυναικὶ, πρὸς ἔνδειξιν δηλαδὴ φιλίας, φέρεται ἐν τοῖς τοῦ γραμματικοῦ

Ἀριστοφάνους, ὅτι τὸ ἴσθι ἀντὶ τοῦ γίνωσκε εἶδεν Ὅμηρος. ἀντὶ δὲ τοῦ ὕπαρχε τὸ ἔσο

τίθησιν, οἷον· καὶ σὺ φίλος, μάλα γάρ σ' ὁρόω καλόν τε μέγαν τε, ἄλκιμος ἔσσο. καὶ

οὕτω μέν φησι παρ' Ὁμήρῳ ἔχει καὶ οὐκ ἄλλως. Ἀττικοὶ δὲ ἅπαντες τὸ ἴσθι καὶ ἐπὶ

1.409 τοῦ ὕπαρχε τάττουσιν. Εὔπολις· μὴ τρηχὺς ἴσθι, καὶ, ὦ δαιμόνι' ἀνδρῶν, μὴ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.

Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

465

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!